Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ἈΛΚΙΒΙΑΔΗΣ ΔΕΥΤΕΡΟΣ

138a     {ΣΩ.} Ὦ Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος

πορεύῃ;

     {ΑΛ.} Πάνυ μὲν οὖν, ὦ Σώκρατες.

     {ΣΩ.} Φαίνῃ γέ τοι ἐσκυθρωπακέναι τε καὶ εἰς γῆν

(5)βλέπειν, ὥς τι συννοούμενος.

     {ΑΛ.} Καὶ τί ἄν τις συννοοῖτο, ὦ Σώκρατες;

     {ΣΩ.} Τὴν μεγίστην, ὦ Ἀλκιβιάδη, σύννοιαν, ὥς γ’ ἐμοὶ

138bδοκεῖ. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, ἃ

τυγχάνομεν εὐχόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἐνίοτε τούτων

τὰ μὲν διδόναι, τὰ δ’ οὔ, καὶ ἔστιν οἷς μὲν αὐτῶν, ἔστι

δ’ οἷς οὔ;

(5)     {ΑΛ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Οὐκοῦν δοκεῖ σοι πολλῆς προμηθείας γε προσδεῖσθαι,

ὅπως μὴ λήσεται αὑτὸν εὐχόμενος μεγάλα κακά, δοκῶν δ’

ἀγαθά, οἱ δὲ θεοὶ τύχωσιν ἐν ταύτῃ ὄντες τῇ ἕξει, ἐν ᾗ

διδόασιν αὐτοὶ ἅ τις εὐχόμενος τυγχάνει; ὥσπερ τὸν Οἰ-

138cδίπουν αὐτίκα φασὶν εὔξασθαι χαλκῷ διελέσθαι τὰ πατρῷα

τοὺς ὑεῖς· ἐξὸν αὐτῷ τῶν παρόντων αὐτῷ κακῶν ἀποτροπήν

τινα εὔξασθαι, ἕτερα πρὸς τοῖς ὑπάρχουσιν κατηρᾶτο· τοι-

γαροῦν ταῦτά τε ἐξετελέσθη, καὶ ἐκ τούτων ἄλλα πολλὰ καὶ

(5)δεινά, ἃ τί δεῖ καθ’ ἕκαστα λέγειν;

     {ΑΛ.} Ἀλλὰ σὺ μέν, ὦ Σώκρατες, μαινόμενον ἄνθρωπον

εἴρηκας· ἐπεὶ τίς ἄν σοι δοκεῖ τολμῆσαι ὑγιαίνων τοιαῦτ’

εὔξασθαι;

     {ΣΩ.} Τὸ μαίνεσθαι ἆρά γε ὑπεναντίον σοι δοκεῖ τῷ

(10)φρονεῖν;

     {ΑΛ.} Πάνυ μὲν οὖν.

138d     {ΣΩ.} Ἄφρονες δὲ καὶ φρόνιμοι δοκοῦσιν ἄνθρωποι εἶναι

τινές σοι;

     {ΑΛ.} Εἶναι μέντοι.

     {ΣΩ.} Φέρε δή, ἐπισκεψώμεθα τίνες ποτ’ εἰσὶν οὗτοι. ὅτι

(5)μὲν γάρ εἰσί τινες, ὡμολόγηται, ἄφρονές τε καὶ φρόνιμοι,

καὶ μαινόμενοι ἕτεροι.

     {ΑΛ.} Ὡμολόγηται γάρ.

     {ΣΩ.} Ἔτι δὲ ὑγιαίνοντές εἰσί τινες;

     {ΑΛ.} Εἰσίν.

(10)     {ΣΩ.} Οὐκοῦν καὶ ἀσθενοῦντες ἕτεροι;

139a     {ΑΛ.} Πάνυ γε.

     {ΣΩ.} Οὐκοῦν οὐχ οἱ αὐτοί;

     {ΑΛ.} Οὐ γάρ.

     {ΣΩ.} Ἆρ’ οὖν καὶ ἕτεροί τινές εἰσιν, οἳ μηδέτερα τούτων

(5)πεπόνθασιν;

     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Ἀνάγκη γάρ ἐστιν ἄνθρωπον ὄντα ἢ νοσεῖν ἢ μὴ

νοσεῖν.

     {ΑΛ.} Ἔμοιγε δοκεῖ.

(10)     {ΣΩ.} Τί δέ; περὶ φρονήσεως καὶ ἀφροσύνης ἆρά γε τὴν

αὐτὴν ἔχεις σὺ γνώμην;

     {ΑΛ.} Πῶς λέγεις;

     {ΣΩ.} Εἰ δοκεῖ σοι οἷόν τε εἶναι ἢ φρόνιμον ἢ ἄφρονα, ἢ

ἔστι τι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε

139bφρόνιμον μήτε ἄφρονα;

     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Ἀνάγκη ἄρ’ ἐστὶ τὸ ἕτερον τούτων πεπονθέναι.

     {ΑΛ.} Ἔμοιγε δοκεῖ.

(5)     {ΣΩ.} Οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι

μανίαν φρονήσει;

     {ΑΛ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος,

ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;

(10)     {ΑΛ.} Ὡμολόγησα γάρ.

     {ΣΩ.} Καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;

     {ΑΛ.} Οὐδαμῶς.

139c     {ΣΩ.} Ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.

     {ΑΛ.} Φαίνεται.

     {ΣΩ.} Πάντας οὖν ἂν φάντες, ὦ Ἀλκιβιάδη, τοὺς ἄφρονας

μαίνεσθαι ὀρθῶς ἂν φαίημεν· αὐτίκα τῶν σῶν ἡλικιωτῶν

(5)εἴ τινες τυγχάνουσιν ἄφρονες ὄντες, ὥσπερ εἰσί, καὶ τῶν

ἔτι πρεσβυτέρων. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τῶν ἐν τῇ

πόλει ὀλίγους μὲν εἶναι τοὺς φρονίμους, ἄφρονας δὲ δὴ

τοὺς πολλούς, οὓς δὴ σὺ μαινομένους καλεῖς;

     {ΑΛ.} Ἔγωγε.

(10)     {ΣΩ.} Οἴει ἂν οὖν χαίροντας ἡμᾶς εἶναι μετὰ τοσούτων

139dμαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλ-

λομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι,

πάλαι δὴ δίκην δεδωκέναι; ἀλλὰ ὅρα, ὦ μακάριε, μὴ οὐχ

οὕτως ταῦτ’ ἔχει.

(5)     {ΑΛ.} Πῶς ἂν οὖν ποτ’ ἔχοι, ὦ Σώκρατες; κινδυνεύει γὰρ

οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.

     {ΣΩ.} Οὐδ’ ἐμοὶ δοκεῖ. ἀλλὰ τῇδέ πῃ ἀθρητέον.

     {ΑΛ.} Πῇ ποτε λέγεις;

     {ΣΩ.} Ἐγὼ δή σοί γε ἐρῶ. ὑπολαμβάνομέν γέ τινας

(10)εἶναι νοσοῦντας· ἢ οὔ;

     {ΑΛ.} Πάνυ μὲν οὖν.

139e     {ΣΩ.} Ἆρ’ οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα

ποδαγρᾶν ἢ πυρέττειν ἢ ὀφθαλμιᾶν, ἢ οὐκ ἂν δοκεῖ σοι καὶ

μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν; πολλαὶ γὰρ

δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.

(5)     {ΑΛ.} Ἔμοιγε δοκοῦσιν.

     {ΣΩ.} Ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;

     {ΑΛ.} Ναί.

     {ΣΩ.} Ἆρ’ οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;

     {ΑΛ.} Οὐ δῆτα ἔμοιγε· ἀπορῶ μέντοι γε πῶς λέγω.

140a     {ΣΩ.} Ἀλλ’ ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύν τε δύο

σκεπτομένω τυχὸν εὑρήσομεν.

     {ΑΛ.} Ἀλλὰ προσέχω, ὦ Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν.

     {ΣΩ.} Οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος

(5)εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία;

     {ΑΛ.} Ὡμολογήθη.

     {ΣΩ.} Καὶ ὀρθῶς γέ μοι δοκεῖ ὁμολογηθῆναι. καὶ γὰρ

οἱ πυρέττοντες πάντες νοσοῦσιν, οὐ μέντοι οἱ νοσοῦντες

πάντες πυρέττουσιν οὐδὲ ποδαγρῶσιν οὐδέ γε ὀφθαλμιῶσιν,

140bοἶμαι· ἀλλὰ νόσος μὲν πᾶν τὸ τοιοῦτόν ἐστι, διαφέρειν

δέ φασιν οὓς δὴ καλοῦμεν ἰατροὺς τὴν ἀπεργασίαν αὐτῶν.

οὐ γὰρ πᾶσιν οὔτε ὅμοιαι οὔτε ὁμοίως διαπράττονται, ἀλλὰ

κατὰ τὴν αὑτῆς δύναμιν ἑκάστη· νόσοι μέντοι πᾶσαί εἰσιν.

(5)ὥσπερ δημιουργούς τινας ὑπολαμβάνομεν· ἢ οὔ;

     {ΑΛ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Οὐκοῦν τοὺς σκυτοτόμους καὶ τέκτονας καὶ ἀν-

δριαντοποιοὺς καὶ ἑτέρους παμπληθεῖς, οὓς τί δεῖ καθ’ ἕκαστα

λέγειν; ἔχουσι δ’ οὖν διειληφότες δημιουργίας μέρη, καὶ

140cπάντες οὗτοί εἰσι δημιουργοί, οὐ μέντοι εἰσὶ τέκτονές γε

οὐδὲ σκυτοτόμοι οὐδ’ ἀνδριαντοποιοί, οἳ σύμπαντές εἰσι

δημιουργοί.

     {ΑΛ.} Οὐ δῆτα.

(5)     {ΣΩ.} Οὕτως μὲν τοίνυν καὶ τὴν ἀφροσύνην διειληφότες

εἰσί, καὶ τοὺς μὲν πλεῖστον αὐτῆς μέρος ἔχοντας μαινο-

μένους καλοῦμεν, τοὺς δ’ ὀλίγον ἔλαττον ἠλιθίους τε καὶ

ἐμβροντήτους· οἱ δὲ ἐν εὐφημοτάτοις ὀνόμασι βουλόμενοι

κατονομάζειν οἱ μὲν μεγαλοψύχους, οἱ δὲ εὐήθεις, ἕτεροι δὲ

140dἀκάκους καὶ ἀπείρους καὶ ἐνεούς· εὑρήσεις δὲ καὶ ἕτερα

πολλὰ ἀναζητῶν ὀνόματα. πάντα δὲ ταῦτα ἀφροσύνη

ἐστίν, διαφέρει δέ, ὥσπερ τέχνη τέχνης ἡμῖν κατεφαίνετο

καὶ νόσος νόσου· ἢ πῶς σοι δοκεῖ;

(5)     {ΑΛ.} Ἐμοὶ μὲν οὕτως.

     {ΣΩ.} Οὐκοῦν ἀπ’ ἐκείνου πάλιν ἐπανέλθωμεν. ἦν γὰρ

δήπου καὶ ἐν ἀρχῇ τοῦ λόγου, σκεπτέον εἶναι τοὺς ἄφρονάς

τε καὶ φρονίμους, τίνες ποτ’ εἰσίν. ὡμολόγητο γὰρ εἶναί

τινας· ἦ γὰρ οὔ;

(10)     {ΑΛ.} Ναί, ὡμολόγηται.

140e     {ΣΩ.} Ἆρ’ οὖν τούτους φρονίμους ὑπολαμβάνεις, οἳ ἂν

εἰδῶσιν ἅττα δεῖ πράττειν καὶ λέγειν;

     {ΑΛ.} Ἔγωγε.

     {ΣΩ.} Ἄφρονας δὲ ποτέρους; ἆρά γε τοὺς μηδέτερα

(5)τούτων εἰδότας;

     {ΑΛ.} Τούτους.

     {ΣΩ.} Οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν

αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ;

     {ΑΛ.} Φαίνεται.

(10)     {ΣΩ.} Τούτων μέντοι ἔλεγον, ὦ Ἀλκιβιάδη, καὶ τὸν

141aΟἰδίπουν εἶναι τῶν ἀνθρώπων· εὑρήσεις δ’ ἔτι καὶ τῶν νῦν

πολλοὺς οὐκ ὀργῇ κεχρημένους, ὥσπερ ἐκεῖνον, οὐδ’ οἰο-

μένους κακά σφισιν εὔχεσθαι, ἀλλ’ ἀγαθά. ἐκεῖνος μὲν

ὥσπερ οὐδ’ ηὔχετο, οὐδ’ ᾤετο· ἕτεροι δέ τινές εἰσιν οἳ

(5)τἀναντία τούτων πεπόνθασιν. ἐγὼ μὲν γὰρ οἶμαί σε

πρῶτον, εἴ σοι ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις

πορευόμενος, ἐρωτήσειεν, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρ-

κέσει σοι τύραννον γενέσθαι τῆς Ἀθηναίων πόλεως· εἰ

δὲ τοῦτο φαῦλον ἡγήσαιο καὶ μὴ μέγα τι, προσθείη καὶ

141bπάντων τῶν Ἑλλήνων· εἰ δέ σε ὁρῴη ἔτι ἔλαττον δοκοῦντα

ἔχειν, εἰ μὴ καὶ πάσης Εὐρώπης, ὑποσταίη σοι καὶ τοῦτο,

[καὶ τοῦτο] μὴ μόνον ὑποσταίη, [ἀλλ’] αὐθημερόν σου βου-

λομένου ὡς πάντας αἰσθήσεσθαι ὅτι Ἀλκιβιάδης ὁ Κλεινίου

(5)τύραννός ἐστιν· αὐτὸν οἶμαι ἄν σε ἀπιέναι περιχαρῆ

γενόμενον, ὡς τῶν μεγίστων ἀγαθῶν κεκυρηκότα.

     {ΑΛ.} Ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, κἂν ἄλλον ὁντινοῦν,

εἴπερ τοιαῦτα συμβαίη αὐτῷ.

141c     {ΣΩ.} Ἀλλὰ μέντοι ἀντί γε τῆς σῆς ψυχῆς οὐδ’ ἂν τὴν

πάντων Ἑλλήνων τε καὶ βαρβάρων χώραν τε καὶ τυραννίδα

βουληθείης σοι γενέσθαι.

     {ΑΛ.} Οὐκ οἶμαι ἔγωγε. πῶς γὰρ ἄν, μηθέν γέ τι μέλλων

(5)αὐτοῖς χρήσεσθαι;

     {ΣΩ.} Τί δ’ εἰ μέλλοις κακῶς τε καὶ βλαβερῶς χρῆσθαι;

οὐδ’ ἂν οὕτως;

     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ

(10)δέχεσθαί τε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις

141dβλάπτεσθαι μέλλοι διὰ ταῦτα ἢ τὸ παράπαν τοῦ βίου

ἀπαλλαγῆναι. πολλοὺς δ’ ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραν-

νίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτ’ αὐτοῖς

παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα

(5)ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν. οἶμαι δέ σε οὐκ

ἀνήκοον εἶναι ἔνιά γε <χθιζά τε καὶ πρωϊζὰ> γεγενημένα,

ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρα-

σθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παι-

δικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννός τε καὶ εὐδαίμων

141eἀνὴρ ἐσόμενος· κατασχὼν δὲ τρεῖς ἢ τέτταρας ἡμέρας τὴν

τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφ’ ἑτέρων τινῶν

ἐτελεύτησεν. ὁρᾷς δὴ καὶ τῶν ἡμετέρων πολιτῶν_ταῦτα

γὰρ οὐκ ἄλλων ἀκηκόαμεν, ἀλλ’ αὐτοὶ παρόντες οἴδαμεν_

142aὅσοι στρατηγίας ἐπιθυμήσαντες ἤδη καὶ τυχόντες αὐτῆς οἱ

μὲν ἔτι καὶ νῦν φυγάδες τῆσδε τῆς πόλεώς εἰσιν, οἱ δὲ

τὸν βίον ἐτελεύτησαν· οἱ δὲ ἄριστα δοκοῦντες αὐτῶν πράτ-

τειν διὰ πολλῶν κινδύνων ἐλθόντες καὶ φόβων οὐ μόνον

(5)ἐν ταύτῃ τῇ στρατηγίᾳ, ἀλλ’ ἐπεὶ εἰς τὴν ἑαυτῶν κατῆλθον,

ὑπὸ τῶν συκοφαντῶν πολιορκούμενοι πολιορκίαν οὐδὲν

ἐλάττω τῆς ὑπὸ τῶν πολεμίων διετέλεσαν, ὥστε ἐνίους

αὐτῶν εὔχεσθαι ἀστρατηγήτους εἶναι μᾶλλον ἢ ἐστρατηγη-

142bκέναι. εἰ μὲν οὖν ἦσαν οἱ κίνδυνοί τε καὶ πόνοι φέροντες

εἰς ὠφέλειαν, εἶχεν ἄν τινα λόγον· νῦν δὲ καὶ πολὺ τοὐ-

ναντίον. εὑρήσεις δὲ καὶ περὶ τέκνων τὸν αὐτὸν τρόπον,

εὐξαμένους τινὰς ἤδη γενέσθαι καὶ γενομένων εἰς συμφοράς

(5)τε καὶ λύπας τὰς μεγίστας καταστάντας. οἱ μὲν γὰρ

μοχθηρῶν διὰ τέλους ὄντων τῶν τέκνων ὅλον τὸν βίον

λυπούμενοι διήγαγον· τοὺς δὲ χρηστῶν μὲν γενομένων,

142cσυμφοραῖς δὲ χρησαμένων ὥστε στερηθῆναι, καὶ τούτους

οὐδὲν εἰς ἐλάττονας δυστυχίας καθεστηκότας ἤπερ ἐκείνους

καὶ βουλομένους ἂν ἀγένητα μᾶλλον εἶναι ἢ γενέσθαι.

ἀλλ’ ὅμως τούτων τε καὶ ἑτέρων πολλῶν ὁμοιοτρόπων τού-

(5)τοις οὕτω σφόδρα καταδήλων ὄντων, σπάνιον εὑρεῖν ὅστις

ἂν ἢ διδομένων ἀπόσχοιτο ἢ μέλλων δι’ εὐχῆς τεύξεσθαι

παύσαιτο ἂν εὐχόμενος· οἱ δὲ πολλοὶ οὔτε ἂν τυραννίδος

διδομένης ἀπόσχοιντο ἂν οὔτε στρατηγίας οὐδ’ ἑτέρων

142dπολλῶν, ἃ παρόντα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, ἀλλὰ κἂν

εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει· ὀλίγον

δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττ’ ἂν

τὸ πρῶτον εὔξωνται. ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς

(5)μάτην θεοὺς ἄνθρωποι <αἰτιῶνται>, ἐξ ἐκείνων φάμενοι

<κακά> σφισιν εἶναι· <οἱ δὲ καὶ αὐτοὶ σφῇσιν> εἴτε <ἀτα-

σθαλίαισιν> εἴτε ἀφροσύναις χρὴ εἰπεῖν, <ὑπὲρ μόρον

142eἄλγε’ ἔχουσι>. κινδυνεύει γοῦν, ὦ Ἀλκιβιάδη, φρόνιμός

τις εἶναι ἐκεῖνος ὁ ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις

τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχο-

μένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ

(5)ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι· λέγει δέ πως ὡδί_

143a          Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις

                         καὶ ἀνεύκτοις

          ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν

κελεύει. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ

(5)ποιητής· σὺ δ’ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.

     {ΑΛ.} Χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ

καλῶς εἰρημένα· ἐκεῖνο δ’ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ

ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς

143bαὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχό-

μενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη,

ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ

βέλτιστα εὔξασθαι, ἀλλ’ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ

(5)ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλ’ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.

     {ΣΩ.} Ἀλλ’ ἴσως, ὦ βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς

ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς

143cλέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν

τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως

ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.

     {ΑΛ.} Πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ

(5)ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν;

     {ΣΩ.} Ἔμοιγε δοκεῖ· σοὶ δ’ οὔ;

     {ΑΛ.} Οὐ μέντοι μὰ Δία.

     {ΣΩ.} Ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν

ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην

(10)φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις

143dτυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.

     {ΑΛ.} Εὐφήμει πρὸς Διός, ὦ Σώκρατες.

     {ΣΩ.} Οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις

σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ

(5)μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι

δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστ’ οὐδὲ ῥητέον

εἶναι οὕτως εἰκῇ. δοκεῖς δ’ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε

φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν,

τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;

(10)     {ΑΛ.} Οὐ δῆτα.

143e     {ΣΩ.} Οὐδέ γε ἄλλον οἶμαι οὐδένα.

     {ΑΛ.} Οὐ μέντοι.

     {ΣΩ.} Κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν ἡ τοῦ βελτίστου

ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.

(5)     {ΑΛ.} Ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;

     {ΑΛ.} Φημί.

     {ΣΩ.} Ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα· εἴ σοι αὐτίκα

μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν

(10)σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα,

144aἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον

ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα· οἱ δὲ φαῖεν

ἔνδον εἶναι_καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν·

ἀλλ’ εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε

(5)ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε

οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι· ἢ οὐκ ἂν

δοκεῖ σοι;

     {ΑΛ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον

144bἀγνοήσαις τε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρ’ ἔτι ἂν

αὐτὸν τολμήσαις ἀποκτεῖναι;

     {ΑΛ.} Οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ.

     {ΣΩ.} Οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλ’ αὐτὸν ἐκεῖνον

(5)ὃν ἠβούλου. ἦ γάρ;

     {ΑΛ.} Ναί.

     {ΣΩ.} Οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς

τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν

ἐπίθοιο αὐτῷ.

(10)     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Τί δέ; τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ

ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν;

144c     {ΑΛ.} Οὐκ οἶμαι ἔγωγε.

     {ΣΩ.} Οὐ γὰρ δήπου οὐδ’ ἐκεῖνος τὴν προστυχοῦσαν γυ-

ναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ

τὴν αὐτὸς αὑτοῦ.

(5)     {ΑΛ.} Ἔστι ταῦτα.

     {ΣΩ.} Ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω

διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν.

     {ΑΛ.} Φαίνεται.

     {ΣΩ.} Ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ

(10)ἔχουσί πως ἀγαθόν, ἀλλ’ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει;

     {ΑΛ.} Ἔοικεν.

144d     {ΣΩ.} Ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν,

ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι.

     {ΑΛ.} Τί μάλιστα, ὦ Σώκρατες;

     {ΣΩ.} Ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων

(5)ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος

ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα

αὐτό. σκόπει δὲ ὧδε. ἆρ’ οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι,

ὅταν τι μέλλωμεν ἤτοι πράττειν ἢ λέγειν, οἰηθῆναι δεῖν

πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦθ’ ὃ ἂν προχει-

144eροτέρως μέλλωμεν ἢ λέγειν ἢ πράττειν;

     {ΑΛ.} Ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν

ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν

(5)περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας

ἢ καὶ λιμένων κατασκευῆς· ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ

145aπόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθ’ αὑτήν, ἀπὸ

τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται.

     {ΑΛ.} Ἀληθῆ λέγεις.

     {ΣΩ.} Ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις.

(5)     {ΑΛ.} Ἂν δυνηθῶ.

     {ΣΩ.} Καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας;

     {ΑΛ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δ’ ὀλίγους

φρονίμους;

(10)     {ΑΛ.} Οὕτως.

     {ΣΩ.} Οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;

     {ΑΛ.} Ναί.

145b     {ΣΩ.} Ἆρ’ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς

τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;

     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς

(5)τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ

γάρ;

     {ΑΛ.} Ναί.

     {ΣΩ.} Οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ

χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς

(10)τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον;

     {ΑΛ.} Οὐ μέντοι.

145c     {ΣΩ.} Ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται

αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη_αὕτη δ’ ἦν ἡ αὐτὴ δήπου

ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; _

     {ΑΛ.} Ναί.

(5)     {ΣΩ.} Φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμ-

βουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον

τἀναντία τούτων. ἢ πῶς δοκεῖ;

     {ΑΛ.} Ἐμοὶ μὲν οὕτως.

     {ΣΩ.} Τί δ’ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυ-

(10)κτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι

145dτῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ

κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρ’ οὐ τὸν

κατὰ τὴν ἱππικὴν ἱππικόν;

     {ΑΛ.} Ἔγωγε.

(5)     {ΣΩ.} Τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν

δὲ κατ’ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον

τούτοις· ἢ ἄλλως πως;

     {ΑΛ.} Οὔκ, ἀλλ’ οὕτως.

     {ΣΩ.} Δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι

(10)ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ

145eφήσομεν ἐνδεῖν;

     {ΑΛ.} Πολλοῦ μέντοι νὴ Δία.

     {ΣΩ.} Ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν

καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνι-

(5)τῶν, ἀναμεμειγμένων δ’ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν

τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς

δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων,

ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστή-

μης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων

146aχρῆσθαι καὶ πρὸς τίνα;

     {ΑΛ.} Φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες.

     {ΣΩ.} Φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν

φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας

(5)                                                                                τούτῳ μέρος,

                    ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν·

λέγω δὲ τὸ κατ’ αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον·

τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ

πολλὰ διημαρτηκότα, ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα.

146bοὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν

φάντες πολλῆς ταραχῆς τε καὶ ἀνομίας μεστὴν εἶναι τὴν

τοιαύτην πολιτείαν;

     {ΑΛ.} Ὀρθῶς μέντοι νὴ Δία.

(5)     {ΣΩ.} Οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶ-

τον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦτο ὃ ἂν προχείρως

μέλλωμεν ἢ πράττειν ἢ λέγειν;

     {ΑΛ.} Ἐδόκει.

     {ΣΩ.} Οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι,

(10)παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν

146cκαὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ;

     {ΑΛ.} Πῶς γὰρ οὔ;

     {ΣΩ.} Ἐὰν δέ γ’ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει

οὔτ’ αὐτὸν αὑτῷ;

(5)     {ΑΛ.} Οὐ δῆτα.

     {ΣΩ.} Τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως;

     {ΑΛ.} Οὔκ, ἀλλ’ οὕτως.

     {ΣΩ.} Ἆρ’ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας,

τοὺς δ’ ὀλίγους φρονίμους;

(10)     {ΑΛ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι

τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πε-

πιστευκότας.

146d     {ΑΛ.} Φαμὲν γάρ.

     {ΣΩ.} Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτ’ εἰδέναι μηδὲν μήτ’

οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν

μὲν ταῦτα ἅττ’ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες

(5)δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι.

     {ΑΛ.} Ἀληθέστατα λέγεις.

     {ΣΩ.} Ὁρᾷς οὖν, ὅτε γ’ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων

146eἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης

κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω

τὸν ἔχοντα αὐτό, ἆρ’ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;

(3)     {ΑΛ.} Καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.

     {ΣΩ.} Δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς

(5)βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς

ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς

147aμέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρό-

τερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ

σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω

ἁμαρτήματα ἀπ’ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι.

(5)ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν

κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγό-

μενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρ’ οὐχὶ τῷ ὄντι

δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου

147bδιατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε

συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει

κατηγορῶν πού τινος, ὡς ἄρα <πολλὰ> μὲν <ἠπίστατο

ἔργα, κακῶς δέ>, φησίν, <ἠπίστατο πάντα>.

(5)     {ΑΛ.} Καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, ὦ Σώ-

κρατες; ἐμοὶ μὲν γὰρ οὐδ’ ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι.

     {ΣΩ.} Καὶ μάλα γε πρὸς λόγον· ἀλλ’ αἰνίττεται, ὦ βέλ-

τιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες.

ἔστιν τε γὰρ φύσει ποιητικὴ ἡ σύμπασα αἰνιγματώδης καὶ

147cοὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι· ἔτι τε πρὸς τῷ

φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦ τε καὶ

μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλ’ ἀποκρύπτεσθαι ὅτι

μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς

(5)δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν.

οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον

ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόν τε ἦν ἐπίστασθαι

κακῶς_ἐκεῖνος γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ

147dμὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο_ἀλλ’

αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ

δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι· γίγνεται οὖν συντεθὲν

ἔξω μὲν τοῦ μέτρου, ἔστι δ’ ὅ γε βούλεται, ὡς πολλὰ μὲν

(5)ἠπίστατο ἔργα, κακὸν δ’ ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα.

δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι,

φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς

προειρημένοις λόγοις.

147e     {ΑΛ.} Ἀλλ’ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες· ἦ χαλεπῶς γ’

ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μηδὲ τούτοις.

     {ΣΩ.} Καὶ ὀρθῶς γέ σοι δοκεῖ.

     {ΑΛ.} Πάλιν αὖ μοι δοκεῖ.

(5)     {ΣΩ.} Ἀλλὰ φέρε πρὸς Διός_ὁρᾷς γὰρ δήπου τὴν ἀπορίαν

ὅση τε καὶ οἵα, ταύτης δὲ καὶ σύ μοι δοκεῖς κεκοινωνηκέναι·

μεταβαλλόμενός γέ τοι ἄνω καὶ κάτω οὐδ’ ὁτιοῦν παύῃ,

ἀλλ’ ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ

148aκαὶ οὐκέτι ὡσαύτως δοκεῖν_εἰ οὖν σοί γ’ ἔτι καὶ νῦν

ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος

ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων

τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι

(5)ἐπιτρέψειεν εὔξασθαι, τί ποτ’ ἂν οἴει ἢ τῶν παρ’ ἐκείνου

διδομένων λαμβάνων ἢ αὐτὸς εὐξάμενος γενέσθαι τοῦ

καιροῦ τυχεῖν;

     {ΑΛ.} Ἀλλὰ μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐθὲν ἂν ἔχοιμί σοι

εἰπεῖν, ὦ Σώκρατες, οὕτως· ἀλλὰ μάργον τί μοι δοκεῖ εἶναι,

148bκαὶ ὡς ἀληθῶς πολλῆς φυλακῆς, ὅπως μὴ λήσει τις αὑτὸν

εὐχόμενος μὲν κακά, δοκῶν δὲ τἀγαθά, ἔπειτ’ ὀλίγον ἐπισχών,

ὅπερ καὶ σὺ ἔλεγες, παλινῳδῇ, ἀνευχόμενος ἅττ’ ἂν τὸ

πρῶτον εὔξηται.

(5)     {ΣΩ.} Ἆρ’ οὖν οὐχὶ εἰδώς τι πλέον ἡμῶν ὁ ποιητής, οὗ

καὶ ἐν ἀρχῇ τοῦ λόγου ἐπεμνήσθην, τὰ δειλὰ καὶ εὐχομένοις

ἀπαλέξειν ἐκέλευεν;

     {ΑΛ.} Ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Τοῦτον μὲν τοίνυν, ὦ Ἀλκιβιάδη, καὶ Λακεδαι-

148cμόνιοι τὸν ποιητὴν ἐζηλωκότες, εἴτε καὶ αὐτοὶ οὕτως ἐπε-

σκεμμένοι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἑκάστοτε παραπλησίαν

εὐχὴν εὔχονται, τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς τοὺς θεοὺς διδόναι

κελεύοντες αὖ σφίσιν αὐτοῖς· πλείω δ’ οὐδεὶς ἂν ἐκείνων

(5)εὐξαμένων ἀκούσειεν. τοιγαροῦν εἰς τὸ παρῆκον τοῦ χρόνου

οὐδένων ἧττον εὐτυχεῖς εἰσιν ἄνθρωποι· εἰ δ’ ἄρα καὶ συμ-

βέβηκεν αὐτοῖς ὥστε μὴ πάντα εὐτυχεῖν, ἀλλ’ οὖν [οὐ] διὰ

148dτὴν ἐκείνων εὐχήν, ἐπὶ τοῖς θεοῖς δ’ ἐστὶν ὥστε οἶμαι καὶ

διδόναι ἅττ’ ἄν τις εὐχόμενος τυγχάνῃ καὶ τἀναντία τούτων.

βούλομαι δέ σοι καὶ ἕτερόν τι διηγήσασθαι, ὅ ποτε ἤκουσα

[τῶν πρεσβυτέρων] τινῶν, ὡς Ἀθηναίοις καὶ Λακεδαιμονίοις

(5)διαφορᾶς γενομένης συνέβαινεν ἀεὶ τῇ πόλει ἡμῶν ὥστε

καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὁπότε μάχη γένοιτο

δυστυχεῖν καὶ μηδέποτε δύνασθαι κρατῆσαι· τοὺς οὖν Ἀθη-

ναίους ἀγανακτοῦντας τῷ πράγματι καὶ ἀπορουμένους τίνι

148eχρὴ μηχανῇ τῶν παρόντων κακῶν ἀποτροπὴν εὑρεῖν, βου-

λευομένοις αὐτοῖς δοκεῖν κράτιστον εἶναι πέμψαντας πρὸς

Ἄμμωνα ἐκεῖνον ἐπερωτᾶν· ἔτι δὲ πρὸς τούτοις τάδε, [καὶ]

ἀνθ’ ὅτου ποτὲ Λακεδαιμονίοις οἱ θεοὶ μᾶλλον νίκην διδόασιν

(5)ἢ σφίσιν αὐτοῖς, οἳ πλείστας, φάναι, μὲν θυσίας καὶ καλ-

λίστας τῶν Ἑλλήνων ἄγομεν, ἀναθήμασί τε κεκοσμήκαμεν

τὰ ἱερὰ αὐτῶν ὡς οὐδένες ἄλλοι, πομπάς τε πολυτελεστάτας

καὶ σεμνοτάτας ἐδωρούμεθα τοῖς θεοῖς ἀν’ ἕκαστον ἔτος, καὶ

149aἐτελοῦμεν χρήματα ὅσα οὐδ’ ἇλλοι σύμπαντες Ἕλληνες·

Λακεδαιμονίοις δέ, φάναι, οὐδεπώποτ’ ἐμέλησεν οὐδὲν τού-

των, ἀλλ’ οὕτως ὀλιγώρως διάκεινται πρὸς τοὺς θεούς, ὥστε

καὶ ἀνάπηρα θύουσιν ἑκάστοτε καὶ τἆλλα πάντα οὐκ ὀλίγῳ

(5)ἐνδεεστέρως τιμῶσιν ἤπερ ἡμεῖς, χρήματα οὐδὲν ἐλάττω

κεκτημένοι τῆς ἡμετέρας πόλεως. ἐπεὶ δὴ εἰρηκέναι ταῦτα

καὶ ἐπερωτῆσαι τί χρὴ πράττοντας αὐτοὺς τῶν παρόντων

κακῶν ἀπαλλαγὴν εὑρεῖν, ἄλλο μὲν οὐθὲν ἀποκριθῆναι τὸν

149bπροφήτην_τὸν γὰρ θεὸν οὐκ ἐᾶν δῆλον ὅτι_καλέσαντα δὲ

αὐτόν, Ἀθηναίοις, φάναι, τάδε λέγει Ἄμμων· φησὶν ἂν

βούλεσθαι αὑτῷ τὴν Λακεδαιμονίων εὐφημίαν εἶναι μᾶλλον

ἢ τὰ σύμπαντα τῶν Ἑλλήνων ἱερά. τοσαῦτα εἰπεῖν, οὐκέτι

(5)περαιτέρω. τήν γ’ οὖν εὐφημίαν οὐκ ἄλλην τινά μοι δοκεῖ

λέγειν ὁ θεὸς ἢ τὴν εὐχὴν αὐτῶν· ἔστι γὰρ τῷ ὄντι πολὺ

149cδιαφέρουσα τῶν ἄλλων. οἱ μὲν γὰρ ἄλλοι Ἕλληνες οἱ

μὲν χρυσόκερως βοῦς παραστησάμενοι, ἕτεροι δ’ ἀναθήμασι

δωρούμενοι τοὺς θεούς, εὔχονται ἅττ’ ἂν τύχῃ ταῦτα, ἄντε

ἀγαθὰ ἄντε κακά· βλασφημούντων οὖν αὐτῶν ἀκούοντες οἱ

(5)θεοὶ οὐκ ἀποδέχονται τὰς πολυτελεῖς ταυτασὶ πομπάς τε

καὶ θυσίας. ἀλλὰ δοκεῖ μοι πολλῆς φυλακῆς δεῖσθαι καὶ

σκέψεως ὅτι ποτὲ ῥητέον ἐστὶ καὶ μή.

     Εὑρήσεις δὲ καὶ παρ’ Ὁμήρῳ ἕτερα παραπλήσια τούτοις

149dεἰρημένα. φησὶν γὰρ τοὺς Τρῶας ἔπαυλιν ποιουμένους

          ἔρδειν ἀθανάτοισι τεληέσσας ἑκατόμβας·

τὴν δὲ <κνῖσαν ἐκ> τοῦ <πεδίου> τοὺς <ἀνέμους φέρειν

οὐρανὸν εἴσω>

(5)          ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὺς μάκαρας δατέεσθαι,

          οὐδ’ ἐθέλειν· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ

149e          καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο·

ὥστε οὐδὲν αὐτοῖς ἦν προύργου θύειν τε καὶ δῶρα τελεῖν

μάτην, θεοῖς ἀπηχθημένους. οὐ γὰρ οἶμαι τοιοῦτόν ἐστι

τὸ τῶν θεῶν ὥστε ὑπὸ δώρων παράγεσθαι οἷον κακὸν

(5)τοκιστήν· ἀλλὰ καὶ ἡμεῖς εὐήθη λόγον λέγομεν, ἀξιοῦντες

Λακεδαιμονίων ταύτῃ περιεῖναι. καὶ γὰρ ἂν δεινὸν εἴη εἰ

πρὸς τὰ δῶρα καὶ τὰς θυσίας ἀποβλέπουσιν ἡμῶν οἱ θεοὶ

ἀλλὰ μὴ πρὸς τὴν ψυχήν, ἄν τις ὅσιος καὶ δίκαιος ὢν

150aτυγχάνῃ. πολλῷ γε μᾶλλον οἶμαι ἢ πρὸς τὰς πολυτελεῖς

ταύτας πομπάς τε καὶ θυσίας, ἃς οὐδὲν κωλύει πολλὰ μὲν

εἰς θεούς, πολλὰ δ’ εἰς ἀνθρώπους ἡμαρτηκότας καὶ ἰδιώτην

καὶ πόλιν ἔχειν ἀν’ ἕκαστον ἔτος τελεῖν· οἱ δέ, ἅτε οὐ

(5)δωροδόκοι ὄντες, καταφρονοῦσιν ἁπάντων τούτων, ὥς φησιν

ὁ θεὸς καὶ θεῶν προφήτης. κινδυνεύει γοῦν καὶ παρὰ

θεοῖς καὶ παρ’ ἀνθρώποις τοῖς νοῦν ἔχουσι δικαιοσύνη τε

150bκαὶ φρόνησις διαφερόντως τετιμῆσθαι· φρόνιμοι δὲ καὶ

δίκαιοι οὐκ ἄλλοι τινές εἰσιν [ἢ] τῶν εἰδότων ἃ δεῖ πράττειν

καὶ λέγειν καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους. βουλοίμην

δ’ ἂν καὶ σοῦ πυθέσθαι ὅτι ποτ’ ἐν νῷ ἔχεις πρὸς ταῦτα.

(5)     {ΑΛ.} Ἀλλ’ ἐμοὶ μέν, ὦ Σώκρατες, οὐκ ἄλλῃ πῃ δοκεῖ ἢ

ᾗπερ σοί τε καὶ τῷ θεῷ· οὐδὲ γὰρ ἂν εἰκὸς εἴη ἀντίψηφον

ἐμὲ τῷ θεῷ γενέσθαι.

     {ΣΩ.} Οὐκοῦν μέμνησαι ἐν πολλῇ ἀπορίᾳ φάσκων εἶναι,

150cὅπως μὴ λάθῃς σεαυτὸν εὐχόμενος κακά, δοκῶν δὲ ἀγαθά;

     {ΑΛ.} Ἔγωγε.

     {ΣΩ.} Ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλές σοί ἐστιν ἐλθεῖν πρὸς

τὸν θεὸν εὐξομένῳ, ἵνα μηδ’ ἂν οὕτω τύχῃ, βλασφημοῦντός

(5)σου ἀκούων οὐθὲν ἀποδέξηται τῆς θυσίας ταύτης, τυχὸν δὲ

καὶ ἕτερόν τι προσαπολαύσῃς. ἐμοὶ μὲν οὖν δοκεῖ βέλ-

τιστον εἶναι ἡσυχίαν ἔχειν· τῇ μὲν γὰρ Λακεδαιμονίων

εὐχῇ διὰ τὴν μεγαλοψυχίαν_τοῦτο γὰρ κάλλιστον τῶν ἐν

ἀφροσύνῃ γε ὀνομάτων_οὐκ ἂν οἶμαί σε ἐθέλειν χρῆσθαι.

150dἀναγκαῖον οὖν ἐστι περιμένειν ἕως ἄν τις μάθῃ ὡς δεῖ πρὸς

θεοὺς καὶ πρὸς ἀνθρώπους διακεῖσθαι.

     {ΑΛ.} Πότε οὖν παρέσται ὁ χρόνος οὗτος, ὦ Σώκρατες,

καὶ τίς ὁ παιδεύσων; ἥδιστα γὰρ ἄν μοι δοκῶ ἰδεῖν τοῦτον

(5)τὸν ἄνθρωπον τίς ἐστιν.

     {ΣΩ.} Οὗτος ᾧ μέλει περὶ σοῦ. ἀλλὰ δοκεῖ μοι, ὥσπερ

τῷ Διομήδει φησὶν τὴν Ἀθηνᾶν Ὅμηρος ἀπὸ τῶν ὀφθαλμῶν

ἀφελεῖν τὴν ἀχλύν,

               ὄφρ’ εὖ γιγνώσκοι ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα,

150eοὕτω καὶ σοὶ δεῖν ἀπὸ τῆς ψυχῆς πρῶτον τὴν ἀχλὺν ἀφε-

λόντα, ἣ νῦν παροῦσα τυγχάνει, τὸ τηνικαῦτ’ ἤδη προσφέρειν

δι’ ὧν μέλλεις γνώσεσθαι ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν. νῦν

μὲν γὰρ οὐκ ἄν μοι δοκεῖς δυνηθῆναι.

(5)     {ΑΛ.} Ἀφαιρείτω, εἴτε βούλεται τὴν ἀχλὺν εἴτε ἄλλο τι·

ὡς ἐγὼ παρεσκεύασμαι μηθὲν ἂν φυγεῖν τῶν ὑπ’ ἐκείνου

προσταττομένων, ὅστις ποτ’ ἐστὶν ἅνθρωπος, εἴ γε μέλλοιμι

βελτίων γενέσθαι.

151a     {ΣΩ.} Ἀλλὰ μὴν κἀκεῖνος θαυμαστὴν ὅσην περὶ σὲ

προθυμίαν ἔχει.

     {ΑΛ.} Εἰς τότε τοίνυν καὶ τὴν θυσίαν ἀναβάλλεσθαι

κράτιστον εἶναί μοι δοκεῖ.

(5)     {ΣΩ.} Καὶ ὀρθῶς γέ σοι δοκεῖ· ἀσφαλέστερον γάρ ἐστιν

ἢ παρακινδυνεύειν τοσοῦτον κίνδυνον.

     {ΑΛ.} Ἀλλὰ πῶς, ὦ Σώκρατες; καὶ μὴν τουτονὶ τὸν

στέφανον, ἐπειδή μοι δοκεῖς καλῶς συμβεβουλευκέναι, σοὶ

151bπεριθήσω· τοῖς θεοῖς δὲ καὶ στεφάνους καὶ τἆλλα πάντα

τὰ νομιζόμενα τότε δώσομεν, ὅταν ἐκείνην τὴν ἡμέραν

ἐλθοῦσαν ἴδω. ἥξει δ’ οὐ διὰ μακροῦ τούτων θελόντων.

     {ΣΩ.} Ἀλλὰ δέχομαι καὶ τοῦτο, καὶ ἄλλο δὲ ἄν τι τῶν

(5)παρὰ σοῦ δοθέντων ἡδέως ἴδοιμι δεξάμενον ἐμαυτόν. ὥσπερ

δὲ καὶ ὁ Κρέων Εὐριπίδῃ πεποίηται τὸν Τειρεσίαν ἰδὼν

ἔχοντα τὰ στέφη καὶ ἀκούσας ἀπὸ τῶν πολεμίων ἀπαρχὰς

αὐτὸν εἰληφέναι διὰ τὴν τέχνην,

               οἰωνὸν ἐθέμην, φησί, καλλίνικα [σὰ] στέφη·

(10)               ἐν γὰρ κλύδωνι κείμεθ’, ὥσπερ οἶσθα σύ·

οὕτω δὲ κἀγὼ παρὰ σοῦ τὴν δόξαν ταύτην οἰωνὸν τίθεμαι.

151cδοκῶ δέ μοι οὐκ ἐν ἐλάττονι κλύδωνι τοῦ Κρέοντος εἶναι,

καὶ βουλοίμην ἂν καλλίνικος γενέσθαι τῶν σῶν ἐραστῶν.