Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ΠΟΛΙΤΕΙΑ

Α

327a     Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος

προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος

θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες.

καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι,

(5)οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον.

327bπροσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ.

κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος

ὁ Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί ἑ

κελεῦσαι. καί μου ὄπισθεν ὁ παῖς λαβόμενος τοῦ ἱματίου,

(5)Κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι. Καὶ ἐγὼ

μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη. Οὗτος, ἔφη,

ὄπισθεν προσέρχεται· ἀλλὰ περιμένετε. Ἀλλὰ περιμενοῦ-

μεν, ἦ δ’ ὃς ὁ Γλαύκων.

327c     Καὶ ὀλίγῳ ὕστερον ὅ τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος

ὁ τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος ὁ Νικίου καὶ

ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.

     Ὁ οὖν Πολέμαρχος ἔφη· Ὦ Σώκρατες, δοκεῖτέ μοι πρὸς

(5)ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.

     Οὐ γὰρ κακῶς δοξάζεις, ἦν δ’ ἐγώ.

     Ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;

     Πῶς γὰρ οὔ;

     Ἢ τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε ἢ μένετ’ αὐτοῦ.

(10)     Οὐκοῦν, ἦν δ’ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς

ὡς χρὴ ἡμᾶς ἀφεῖναι;

     Ἦ καὶ δύναισθ’ ἄν, ἦ δ’ ὅς, πεῖσαι μὴ ἀκούοντας;

     Οὐδαμῶς, ἔφη ὁ Γλαύκων.

     Ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.

328a     Καὶ ὁ Ἀδείμαντος, Ἆρά γε, ἦ δ’ ὅς, οὐδ’ ἴστε ὅτι

λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφ’ ἵππων τῇ θεῷ;

     Ἀφ’ ἵππων; ἦν δ’ ἐγώ· καινόν γε τοῦτο. λαμπάδια

ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; ἢ

(5)πῶς λέγεις;

     Οὕτως, ἔφη ὁ Πολέμαρχος. καὶ πρός γε παννυχίδα

ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι· ἐξαναστησόμεθα γὰρ μετὰ

τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά

τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε

328bκαὶ μὴ ἄλλως ποιεῖτε.

     Καὶ ὁ Γλαύκων, Ἔοικεν, ἔφη, μενετέον εἶναι.

     Ἀλλ’ εἰ δοκεῖ, ἦν δ’ ἐγώ, οὕτω χρὴ ποιεῖν.

     Ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε

(5)αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου

ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ

Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύ-

μου· ἦν δ’ ἔνδον καὶ ὁ πατὴρ ὁ τοῦ Πολεμάρχου Κέφαλος.

καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ

328cἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκε-

φαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ.

ἐκαθεζόμεθα οὖν παρ’ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι

κύκλῳ.

(5)     Εὐθὺς οὖν με ἰδὼν ὁ Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν·

Ὦ Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν

Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ

τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο

328dἰέναι, ἀλλ’ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν· νῦν δέ σε χρὴ πυκνό-

τερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ

κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ

περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως

(5)ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρ’

ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους.

     Καὶ μήν, ἦν δ’ ἐγώ, ὦ Κέφαλε, χαίρω γε διαλεγόμενος

328eτοῖς σφόδρα πρεσβύταις· δοκεῖ γάρ μοι χρῆναι παρ’ αὐτῶν

πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς

ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή,

ἢ ῥᾳδία καὶ εὔπορος. καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην

(5)ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας

ὃ δὴ "<ἐπὶ γήραος οὐδῷ>" φασιν εἶναι οἱ ποιηταί, πότερον

χαλεπὸν τοῦ βίου, ἢ πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.

329a     Ἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, ὦ Σώκρατες, οἷόν γέ μοι

φαίνεται. πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παρα-

πλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροι-

μίαν· οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς

(5)ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί

τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλ’ ἄττα

ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν

ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες.

329bἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως

ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν

σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, ὦ Σώκρατες, οὗτοι οὐ τὸ

αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτ’ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ

(5)ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι

ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δ’ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ

οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ

ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· "Πῶς," ἔφη,

329c"ὦ Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια; ἔτι οἷός τε εἶ

γυναικὶ συγγίγνεσθαι"; καὶ ὅς, "Εὐφήμει," ἔφη, "ὦ

ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυτ-

τῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς." εὖ οὖν μοι καὶ

(5)τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον. παντάπασι

γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ

ἐλευθερία· ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι

καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται,

329dδεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι.

ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις

αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλ’ ὁ τρόπος τῶν

ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ

(5)γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, ὦ

Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.

     Καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι

329eλέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· Ὦ Κέφαλε, οἶμαί σου τοὺς

πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλ’ ἡγεῖσθαί

σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ

τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ

(5)παραμύθιά φασιν εἶναι.

     Ἀληθῆ, ἔφη, λέγεις· οὐ γὰρ ἀποδέχονται. καὶ λέγουσι

μέν τι, οὐ μέντοι γε ὅσον οἴονται· ἀλλὰ τὸ τοῦ Θεμιστο-

κλέους εὖ ἔχει, ὃς τῷ Σεριφίῳ λοιδορουμένῳ καὶ λέγοντι

330aὅτι οὐ δι’ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο

ὅτι οὔτ’ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτ’

ἐκεῖνος Ἀθηναῖος. καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ

τὸ γῆρας φέρουσιν, εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτ’ ἂν ὁ

(5)ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθ’

ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτ’ ἂν ἑαυτῷ γένοιτο.

     Πότερον δέ, ἦν δ’ ἐγώ, ὦ Κέφαλε, ὧν κέκτησαι τὰ πλείω

παρέλαβες ἢ ἐπεκτήσω;

330b     Ποῖ’ ἐπεκτησάμην, ἔφη, ὦ Σώκρατες; μέσος τις γέγονα

χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός. ὁ μὲν γὰρ

πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν

οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν,

(5)Λυσανίας δὲ ὁ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν

οὔσης· ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν,

ἀλλὰ βραχεῖ γέ τινι πλείω ἢ παρέλαβον.

     Οὗ τοι ἕνεκα ἠρόμην, ἦν δ’ ἐγώ, ὅτι μοι ἔδοξας οὐ σφόδρα

330cἀγαπᾶν τὰ χρήματα, τοῦτο δὲ ποιοῦσιν ὡς τὸ πολὺ οἳ ἂν

μὴ αὐτοὶ κτήσωνται· οἱ δὲ κτησάμενοι διπλῇ ἢ οἱ ἄλλοι

ἀσπάζονται αὐτά. ὥσπερ γὰρ οἱ ποιηταὶ τὰ αὑτῶν ποιή-

ματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσιν, ταύτῃ τε δὴ καὶ

(5)οἱ χρηματισάμενοι περὶ τὰ χρήματα σπουδάζουσιν ὡς ἔργον

ἑαυτῶν, καὶ κατὰ τὴν χρείαν ᾗπερ οἱ ἄλλοι. χαλεποὶ οὖν

καὶ συγγενέσθαι εἰσίν, οὐδὲν ἐθέλοντες ἐπαινεῖν ἀλλ’ ἢ τὸν

πλοῦτον.

     Ἀληθῆ, ἔφη, λέγεις.

330d     Πάνυ μὲν οὖν, ἦν δ’ ἐγώ. ἀλλά μοι ἔτι τοσόνδε εἰπέ·

τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν

κεκτῆσθαι;

     Ὅ, ἦ δ’ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων. εὖ

(5)γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ

οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ

ὧν ἔμπροσθεν οὐκ εἰσῄει. οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ

τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι

330eδίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν

ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτός_ἤτοι ὑπὸ τῆς τοῦ γήρως

ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν

τι καθορᾷ αὐτά_ὑποψίας δ’ οὖν καὶ δείματος μεστὸς γίγνε-

(5)ται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.

ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ

ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει

331aκαὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον

συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ <γηροτρόφος>,

ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, ὦ Σώκρατες,

τοῦτ’ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον

(5)διαγάγῃ,

                         γλυκεῖά οἱ καρδίαν

                         ἀτάλλοισα γηροτρόφος συναορεῖ

                         ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον

                         γνώμαν κυβερνᾷ.

(10)εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτ’ ἔγωγε

τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ

331bτι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ

ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδ’ αὖ ὀφείλοντα ἢ

θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι

δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμ-

(5)βάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε

ἀνθ’ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ

νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.

331c     Παγκάλως, ἦν δ’ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δ’ αὐτό,

τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι

ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ

καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως

(5)ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι

παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ,

ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ

ἀποδιδούς, οὐδ’ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων

τἀληθῆ λέγειν.

331d     Ὀρθῶς, ἔφη, λέγεις.

     Οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν

καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι.

     Πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος,

(5)εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.

     Καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν

λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.

     Οὐκοῦν, ἔφη, ἐγώ, ὁ Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;

     Πάνυ γε, ἦ δ’ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.

331e     Λέγε δή, εἶπον ἐγώ, σὺ ὁ τοῦ λόγου κληρονόμος, τί φῂς

τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης;

     Ὅτι, ἦ δ’ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι

δίκαιόν ἐστι· τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.

(5)     Ἀλλὰ μέντοι, ἦν δ’ ἐγώ, Σιμωνίδῃ γε οὐ ῥᾴδιον ἀπι-

στεῖν_σοφὸς γὰρ καὶ θεῖος ἀνήρ_τοῦτο μέντοι ὅτι ποτὲ

λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις, ἐγὼ δὲ

ἀγνοῶ· δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν,

τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαι-

332aτοῦντι ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ

παρακατέθετο· ἦ γάρ;

     Ναί.

     Ἀποδοτέον δέ γε οὐδ’ ὁπωστιοῦν τότε ὁπότε τις μὴ

(5)σωφρόνως ἀπαιτοῖ;

     Ἀληθῆ, ἦ δ’ ὅς.

     Ἄλλο δή τι ἢ τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ

τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι.

     Ἄλλο μέντοι νὴ Δί’, ἔφη· τοῖς γὰρ φίλοις οἴεται

(10)ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν.

     Μανθάνω, ἦν δ’ ἐγώ_ὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν

ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἡ ἀπό-

332bδοσις καὶ ἡ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν ὅ τε

ἀπολαμβάνων καὶ ὁ ἀποδιδούς_οὐχ οὕτω λέγειν φῂς τὸν

Σιμωνίδην;

     Πάνυ μὲν οὖν.

(5)     Τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον;

     Παντάπασι μὲν οὖν, ἔφη, ὅ γε ὀφείλεται αὐτοῖς, ὀφεί-

λεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ

προσήκει, κακόν τι.

     Ἠινίξατο ἄρα, ἦν δ’ ἐγώ, ὡς ἔοικεν, ὁ Σιμωνίδης ποιη-

332cτικῶς τὸ δίκαιον ὃ εἴη. διενοεῖτο μὲν γάρ, ὡς φαίνεται,

ὅτι τοῦτ’ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο

δὲ ὠνόμασεν ὀφειλόμενον.

     Ἀλλὰ τί οἴει; ἔφη.

(5)     Ὦ πρὸς Διός, ἦν δ’ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο· "Ὦ

Σιμωνίδη, ἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ

προσῆκον τέχνη ἰατρικὴ καλεῖται;" τί ἂν οἴει ἡμῖν αὐτὸν

ἀποκρίνασθαι;

     Δῆλον ὅτι, ἔφη, ἡ σώμασιν φάρμακά τε καὶ σιτία καὶ

(10)ποτά.

     Ἡ δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον

τέχνη μαγειρικὴ καλεῖται;

332d     Ἡ τοῖς ὄψοις τὰ ἡδύσματα.

     Εἶεν· ἡ οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν

καλοῖτο;

     Εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, ὦ Σώκρατες, τοῖς ἔμ-

(5)προσθεν εἰρημένοις, ἡ τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας

τε καὶ βλάβας ἀποδιδοῦσα.

     Τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς

δικαιοσύνην λέγει;

     Δοκεῖ μοι.

(10)     Τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ

ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν;

     Ἰατρός.

332e     Τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον;

     Κυβερνήτης.

     Τί δὲ ὁ δίκαιος; ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον

δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν;

(5)     Ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ.

     Εἶεν· μὴ κάμνουσί γε μήν, ὦ φίλε Πολέμαρχε, ἰατρὸς

ἄχρηστος.

     Ἀληθῆ.

     Καὶ μὴ πλέουσι δὴ κυβερνήτης.

(10)     Ναί.

     Ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν ὁ δίκαιος ἄχρηστος;

     Οὐ πάνυ μοι δοκεῖ τοῦτο.

     Χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;

333a     Χρήσιμον.

     Καὶ γὰρ γεωργία· ἢ οὔ;

     Ναί.

     Πρός γε καρποῦ κτῆσιν;

(5)     Ναί.

     Καὶ μὴν καὶ σκυτοτομική;

     Ναί.

     Πρός γε ὑποδημάτων ἂν οἶμαι φαίης κτῆσιν;

     Πάνυ γε.

(10)     Τί δὲ δή; τὴν δικαιοσύνην πρὸς τίνος χρείαν ἢ κτῆσιν

ἐν εἰρήνῃ φαίης ἂν χρήσιμον εἶναι;

     Πρὸς τὰ συμβόλαια, ὦ Σώκρατες.

     Συμβόλαια δὲ λέγεις κοινωνήματα ἤ τι ἄλλο;

     Κοινωνήματα δῆτα.

333b     Ἆρ’ οὖν ὁ δίκαιος ἀγαθὸς καὶ χρήσιμος κοινωνὸς εἰς

πεττῶν θέσιν, ἢ ὁ πεττευτικός;

     Ὁ πεττευτικός.

     Ἀλλ’ εἰς πλίνθων καὶ λίθων θέσιν ὁ δίκαιος χρησιμώτερός

(5)τε καὶ ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ;

     Οὐδαμῶς.

     Ἀλλ’ εἰς τίνα δὴ κοινωνίαν ὁ δίκαιος ἀμείνων κοινωνὸς

τοῦ οἰκοδομικοῦ τε καὶ κιθαριστικοῦ, ὥσπερ ὁ κιθαριστικὸς

τοῦ δικαίου εἰς κρουμάτων;

(10)     Εἰς ἀργυρίου, ἔμοιγε δοκεῖ.

     Πλήν γ’ ἴσως, ὦ Πολέμαρχε, πρὸς τὸ χρῆσθαι ἀργυρίῳ,

ὅταν δέῃ ἀργυρίου κοινῇ πρίασθαι ἢ ἀποδόσθαι ἵππον· τότε

333cδέ, ὡς ἐγὼ οἶμαι, ὁ ἱππικός. ἦ γάρ;

     Φαίνεται.

     Καὶ μὴν ὅταν γε πλοῖον, ὁ ναυπηγὸς ἢ ὁ κυβερνήτης;

     Ἔοικεν.

(5)     Ὅταν οὖν τί δέῃ ἀργυρίῳ ἢ χρυσίῳ κοινῇ χρῆσθαι, ὁ

δίκαιος χρησιμώτερος τῶν ἄλλων;

     Ὅταν παρακαταθέσθαι καὶ σῶν εἶναι, ὦ Σώκρατες.

     Οὐκοῦν λέγεις ὅταν μηδὲν δέῃ αὐτῷ χρῆσθαι ἀλλὰ

κεῖσθαι;

(10)     Πάνυ γε.

     Ὅταν ἄρα ἄχρηστον ᾖ ἀργύριον, τότε χρήσιμος ἐπ’ αὐτῷ

333dἡ δικαιοσύνη;

     Κινδυνεύει.

     Καὶ ὅταν δὴ δρέπανον δέῃ φυλάττειν, ἡ δικαιοσύνη χρή-

σιμος καὶ κοινῇ καὶ ἰδίᾳ· ὅταν δὲ χρῆσθαι, ἡ ἀμπελουργική;

(5)     Φαίνεται.

     Φήσεις δὲ καὶ ἀσπίδα καὶ λύραν ὅταν δέῃ φυλάττειν καὶ

μηδὲν χρῆσθαι, χρήσιμον εἶναι τὴν δικαιοσύνην, ὅταν δὲ

χρῆσθαι, τὴν ὁπλιτικὴν καὶ τὴν μουσικήν;

     Ἀνάγκη.

(10)     Καὶ περὶ τἆλλα δὴ πάντα ἡ δικαιοσύνη ἑκάστου ἐν μὲν

χρήσει ἄχρηστος, ἐν δὲ ἀχρηστίᾳ χρήσιμος;

     Κινδυνεύει.

333e     Οὐκ ἂν οὖν, ὦ φίλε, πάνυ γέ τι σπουδαῖον εἴη ἡ

δικαιοσύνη, εἰ πρὸς τὰ ἄχρηστα χρήσιμον ὂν τυγχάνει.

τόδε δὲ σκεψώμεθα. ἆρ’ οὐχ ὁ πατάξαι δεινότατος ἐν μάχῃ

εἴτε πυκτικῇ εἴτε τινὶ καὶ ἄλλῃ, οὗτος καὶ φυλάξασθαι;

(5)     Πάνυ γε.

     Ἆρ’ οὖν καὶ νόσον ὅστις δεινὸς φυλάξασθαι, καὶ λαθεῖν

οὗτος δεινότατος ἐμποιήσας;

     Ἔμοιγε δοκεῖ.

334a     Ἀλλὰ μὴν στρατοπέδου γε ὁ αὐτὸς φύλαξ ἀγαθός, ὅσπερ

καὶ τὰ τῶν πολεμίων κλέψαι καὶ βουλεύματα καὶ τὰς ἄλλας

πράξεις;

     Πάνυ γε.

(5)     Ὅτου τις ἄρα δεινὸς φύλαξ, τούτου καὶ φὼρ δεινός.

     Ἔοικεν.

     Εἰ ἄρα ὁ δίκαιος ἀργύριον δεινὸς φυλάττειν, καὶ κλέπτειν

δεινός.

     Ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει.

(10)     Κλέπτης ἄρα τις ὁ δίκαιος, ὡς ἔοικεν, ἀναπέφανται, καὶ

κινδυνεύεις παρ’ Ὁμήρου μεμαθηκέναι αὐτό· καὶ γὰρ ἐκεῖνος

334bτὸν τοῦ Ὀδυσσέως πρὸς μητρὸς πάππον Αὐτόλυκον ἀγαπᾷ

τε καί φησιν αὐτὸν πάντας ἀνθρώπους <κεκάσθαι κλε-

πτοσύνῃ θ’ ὅρκῳ τε>. ἔοικεν οὖν ἡ δικαιοσύνη καὶ κατὰ

σὲ καὶ καθ’ Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι,

(5)ἐπ’ ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν.

οὐχ οὕτως ἔλεγες;

     Οὐ μὰ τὸν Δί’, ἔφη, ἀλλ’ οὐκέτι οἶδα ἔγωγε ὅτι ἔλεγον·

τοῦτο μέντοι ἔμοιγε δοκεῖ ἔτι, ὠφελεῖν μὲν τοὺς φίλους ἡ

δικαιοσύνη, βλάπτειν δὲ τοὺς ἐχθρούς.

334c     Φίλους δὲ λέγεις εἶναι πότερον τοὺς δοκοῦντας ἑκάστῳ

χρηστοὺς εἶναι, ἢ τοὺς ὄντας, κἂν μὴ δοκῶσι, καὶ ἐχθροὺς

ὡσαύτως;

     Εἰκὸς μέν, ἔφη, οὓς ἄν τις ἡγῆται χρηστοὺς φιλεῖν, οὓς

(5)δ’ ἂν πονηροὺς μισεῖν.

     Ἆρ’ οὖν οὐχ ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ τοῦτο, ὥστε

δοκεῖν αὐτοῖς πολλοὺς μὲν χρηστοὺς εἶναι μὴ ὄντας, πολλοὺς

δὲ τοὐναντίον;

     Ἁμαρτάνουσιν.

(10)     Τούτοις ἄρα οἱ μὲν ἀγαθοὶ ἐχθροί, οἱ δὲ κακοὶ φίλοι;

     Πάνυ γε.

     Ἀλλ’ ὅμως δίκαιον τότε τούτοις τοὺς μὲν πονηροὺς

334dὠφελεῖν, τοὺς δὲ ἀγαθοὺς βλάπτειν;

     Φαίνεται.

     Ἀλλὰ μὴν οἵ γε ἀγαθοὶ δίκαιοί τε καὶ οἷοι μὴ ἀδικεῖν;

     Ἀληθῆ.

(5)     Κατὰ δὴ τὸν σὸν λόγον τοὺς μηδὲν ἀδικοῦντας δίκαιον

κακῶς ποιεῖν.

     Μηδαμῶς, ἔφη, ὦ Σώκρατες· πονηρὸς γὰρ ἔοικεν εἶναι

ὁ λόγος.

     Τοὺς ἀδίκους ἄρα, ἦν δ’ ἐγώ, δίκαιον βλάπτειν, τοὺς δὲ

(10)δικαίους ὠφελεῖν;

     Οὗτος ἐκείνου καλλίων φαίνεται.

     Πολλοῖς ἄρα, ὦ Πολέμαρχε, συμβήσεται, ὅσοι διημαρ-

334eτήκασιν τῶν ἀνθρώπων, δίκαιον εἶναι τοὺς μὲν φίλους βλά-

πτειν_πονηροὶ γὰρ αὐτοῖς εἰσιν_τοὺς δ’ ἐχθροὺς ὠφελεῖν

_ἀγαθοὶ γάρ· καὶ οὕτως ἐροῦμεν αὐτὸ τοὐναντίον ἢ τὸν

Σιμωνίδην ἔφαμεν λέγειν.

(5)     Καὶ μάλα, ἔφη, οὕτω συμβαίνει. ἀλλὰ μεταθώμεθα·

κινδυνεύομεν γὰρ οὐκ ὀρθῶς τὸν φίλον καὶ ἐχθρὸν θέσθαι.

     Πῶς θέμενοι, ὦ Πολέμαρχε;

     Τὸν δοκοῦντα χρηστόν, τοῦτον φίλον εἶναι.

     Νῦν δὲ πῶς, ἦν δ’ ἐγώ, μεταθώμεθα;

(10)     Τὸν δοκοῦντά τε, ἦ δ’ ὅς, καὶ τὸν ὄντα χρηστὸν φίλον·

335aτὸν δὲ δοκοῦντα μέν, ὄντα δὲ μή, δοκεῖν ἀλλὰ μὴ εἶναι

φίλον. καὶ περὶ τοῦ ἐχθροῦ δὲ ἡ αὐτὴ θέσις.

     Φίλος μὲν δή, ὡς ἔοικε, τούτῳ τῷ λόγῳ ὁ ἀγαθὸς ἔσται,

ἐχθρὸς δὲ ὁ πονηρός.

(5)     Ναί.

     Κελεύεις δὴ ἡμᾶς προσθεῖναι τῷ δικαίῳ ἢ ὡς τὸ πρῶτον

ἐλέγομεν, λέγοντες δίκαιον εἶναι τὸν μὲν φίλον εὖ ποιεῖν,

τὸν δ’ ἐχθρὸν κακῶς· νῦν πρὸς τούτῳ ὧδε λέγειν, ὅτι ἔστιν

δίκαιον τὸν μὲν φίλον ἀγαθὸν ὄντα εὖ ποιεῖν, τὸν δ’ ἐχθρὸν

(10)κακὸν ὄντα βλάπτειν;

335b     Πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι.

     Ἔστιν ἄρα, ἦν δ’ ἐγώ, δικαίου ἀνδρὸς βλάπτειν καὶ

ὁντινοῦν ἀνθρώπων;

     Καὶ πάνυ γε, ἔφη· τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ

(5)βλάπτειν.

     Βλαπτόμενοι δ’ ἵπποι βελτίους ἢ χείρους γίγνονται;

     Χείρους.

     Ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, ἢ εἰς τὴν τῶν ἵππων;

     Εἰς τὴν τῶν ἵππων.

(10)     Ἆρ’ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς

τὴν τῶν κυνῶν ἀλλ’ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν;

     Ἀνάγκη.

335c     Ἀνθρώπους δέ, ὦ ἑταῖρε, μὴ οὕτω φῶμεν, βλαπτομένους

εἰς τὴν ἀνθρωπείαν ἀρετὴν χείρους γίγνεσθαι;

     Πάνυ μὲν οὖν.

     Ἀλλ’ ἡ δικαιοσύνη οὐκ ἀνθρωπεία ἀρετή;

(5)     Καὶ τοῦτ’ ἀνάγκη.

     Καὶ τοὺς βλαπτομένους ἄρα, ὦ φίλε, τῶν ἀνθρώπων

ἀνάγκη ἀδικωτέρους γίγνεσθαι.

     Ἔοικεν.

     Ἆρ’ οὖν τῇ μουσικῇ οἱ μουσικοὶ ἀμούσους δύνανται

(10)ποιεῖν;

     Ἀδύνατον.

     Ἀλλὰ τῇ ἱππικῇ οἱ ἱππικοὶ ἀφίππους;

     Οὐκ ἔστιν.

     Ἀλλὰ τῇ δικαιοσύνῃ δὴ οἱ δίκαιοι ἀδίκους; ἢ καὶ

335dσυλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς;

     Ἀλλὰ ἀδύνατον.

     Οὐ γὰρ θερμότητος οἶμαι ἔργον ψύχειν ἀλλὰ τοῦ ἐναντίου.

     Ναί.

(5)     Οὐδὲ ξηρότητος ὑγραίνειν ἀλλὰ τοῦ ἐναντίου.

     Πάνυ γε.

     Οὐδὲ δὴ τοῦ ἀγαθοῦ βλάπτειν ἀλλὰ τοῦ ἐναντίου.

     Φαίνεται.

     Ὁ δέ γε δίκαιος ἀγαθός;

(10)     Πάνυ γε.

     Οὐκ ἄρα τοῦ δικαίου βλάπτειν ἔργον, ὦ Πολέμαρχε, οὔτε

φίλον οὔτ’ ἄλλον οὐδένα, ἀλλὰ τοῦ ἐναντίου, τοῦ ἀδίκου.

     Παντάπασί μοι δοκεῖς ἀληθῆ λέγειν, ἔφη, ὦ Σώκρατες.

335e     Εἰ ἄρα τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι φησίν τις δίκαιον

εἶναι, τοῦτο δὲ δὴ νοεῖ αὐτῷ τοῖς μὲν ἐχθροῖς βλάβην

ὀφείλεσθαι παρὰ τοῦ δικαίου ἀνδρός, τοῖς δὲ φίλοις ὠφελίαν,

οὐκ ἦν σοφὸς ὁ ταῦτα εἰπών. οὐ γὰρ ἀληθῆ ἔλεγεν·

(5)οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὂν βλάπτειν.

     Συγχωρῶ, ἦ δ’ ὅς.

     Μαχούμεθα ἄρα, ἦν δ’ ἐγώ, κοινῇ ἐγώ τε καὶ σύ, ἐάν τις

αὐτὸ φῇ ἢ Σιμωνίδην ἢ Βίαντα ἢ Πιττακὸν εἰρηκέναι ἤ τιν’

ἄλλον τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν.

(10)     Ἐγὼ γοῦν, ἔφη, ἕτοιμός εἰμι κοινωνεῖν τῆς μάχης.

336a     Ἀλλ’ οἶσθα, ἦν δ’ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα, τὸ

φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δ’

ἐχθροὺς βλάπτειν;

     Τίνος; ἔφη.

(5)     Οἶμαι αὐτὸ Περιάνδρου εἶναι ἢ Περδίκκου ἢ Ξέρξου ἢ

Ἰσμηνίου τοῦ Θηβαίου ἤ τινος ἄλλου μέγα οἰομένου δύνασθαι

πλουσίου ἀνδρός.

     Ἀληθέστατα, ἔφη, λέγεις.

     Εἶεν, ἦν δ’ ἐγώ· ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἐφάνη ἡ δικαιοσύνη

(10)ὂν οὐδὲ τὸ δίκαιον, τί ἂν ἄλλο τις αὐτὸ φαίη εἶναι;

336b     Καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν

μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ

τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν

λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτ’ εἶπον, οὐκέτι

(5)ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν

ἐφ’ ἡμᾶς ὡς διαρπασόμενος.

     Καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν·

ὁ δ’ εἰς τὸ μέσον φθεγξάμενος, Τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία

336cἔχει, ὦ Σώκρατες; καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑπο-

κατακλινόμενοι ὑμῖν αὐτοῖς; ἀλλ’ εἴπερ ὡς ἀληθῶς βούλει

εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ

ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι

(5)ῥᾷον ἐρωτᾶν ἢ ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ

εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον. καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ

336dδέον ἐστὶν μηδ’ ὅτι τὸ ὠφέλιμον μηδ’ ὅτι τὸ λυσιτελοῦν μηδ’

ὅτι τὸ κερδαλέον μηδ’ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι

καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς· ὡς ἐγὼ οὐκ ἀποδέξομαι

ἐὰν ὕθλους τοιούτους λέγῃς.

(5)     Καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν

ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἢ

ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι. νῦν δὲ ἡνίκα ὑπὸ τοῦ

λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος,

336eὥστε αὐτῷ οἷός τ’ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑπο-

τρέμων· Ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι· εἰ γάρ τι

ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ

ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν. μὴ γὰρ δὴ οἴου, εἰ μὲν

(5)χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑπο-

κατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν

εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν

χρυσίων τιμιώτερον, ἔπειθ’ οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις

καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό. οἴου γε σύ,

(10)ὦ φίλε. ἀλλ’ οἶμαι οὐ δυνάμεθα· ἐλεεῖσθαι οὖν ἡμᾶς πολὺ

337aμᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν ἢ χαλεπαί-

νεσθαι.

     Καὶ ὃς ἀκούσας ἀνεκάγχασέ τε μάλα σαρδάνιον καὶ εἶπεν·

Ὦ Ἡράκλεις, ἔφη, αὕτη ’κείνη ἡ εἰωθυῖα εἰρωνεία Σωκρά-

(5)τους, καὶ ταῦτ’ ἐγὼ ᾔδη τε καὶ τούτοις προύλεγον, ὅτι σὺ

ἀποκρίνασθαι μὲν οὐκ ἐθελήσοις, εἰρωνεύσοιο δὲ καὶ πάντα

μᾶλλον ποιήσοις ἢ ἀποκρινοῖο, εἴ τίς τί σε ἐρωτᾷ.

     Σοφὸς γὰρ εἶ, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε· εὖ οὖν ᾔδησθα

ὅτι εἴ τινα ἔροιο ὁπόσα ἐστὶν τὰ δώδεκα, καὶ ἐρόμενος προεί-

337bποις αὐτῷ_ "Ὅπως μοι, ὦ ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ

δώδεκα δὶς ἓξ μηδ’ ὅτι τρὶς τέτταρα μηδ’ ὅτι ἑξάκις δύο

μηδ’ ὅτι τετράκις τρία· ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα

φλυαρῇς" _δῆλον οἶμαί σοι ἦν ὅτι οὐδεὶς ἀποκρινοῖτο τῷ

(5)οὕτως πυνθανομένῳ. ἀλλ’ εἴ σοι εἶπεν· "Ὦ Θρασύμαχε,

πῶς λέγεις; μὴ ἀποκρίνωμαι ὧν προεῖπες μηδέν; πότερον, ὦ

θαυμάσιε, μηδ’ εἰ τούτων τι τυγχάνει ὄν, ἀλλ’ ἕτερον εἴπω τι

337cτοῦ ἀληθοῦς; ἢ πῶς λέγεις;" τί ἂν αὐτῷ εἶπες πρὸς ταῦτα;

     Εἶεν, ἔφη· ὡς δὴ ὅμοιον τοῦτο ἐκείνῳ.

     Οὐδέν γε κωλύει, ἦν δ’ ἐγώ· εἰ δ’ οὖν καὶ μὴ ἔστιν

ὅμοιον, φαίνεται δὲ τῷ ἐρωτηθέντι τοιοῦτον, ἧττόν τι αὐτὸν

(5)οἴει ἀποκρινεῖσθαι τὸ φαινόμενον ἑαυτῷ, ἐάντε ἡμεῖς

ἀπαγορεύωμεν ἐάντε μή;

     Ἄλλο τι οὖν, ἔφη, καὶ σὺ οὕτω ποιήσεις· ὧν ἐγὼ

ἀπεῖπον, τούτων τι ἀποκρινῇ;

     Οὐκ ἂν θαυμάσαιμι, ἦν δ’ ἐγώ· εἴ μοι σκεψαμένῳ οὕτω

(10)δόξειεν.

337d     Τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας

ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων; τί ἀξιοῖς παθεῖν;

     Τί ἄλλο, ἦν δ’ ἐγώ, ἢ ὅπερ προσήκει πάσχειν τῷ μὴ

εἰδότι; προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος· καὶ ἐγὼ

(5)οὖν τοῦτο ἀξιῶ παθεῖν.

     Ἡδὺς γὰρ εἶ, ἔφη· ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον

ἀργύριον.

     Οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον.

     Ἀλλ’ ἔστιν, ἔφη ὁ Γλαύκων. ἀλλ’ ἕνεκα ἀργυρίου, ὦ

(10)Θρασύμαχε, λέγε· πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν.

337e     Πάνυ γε οἶμαι, ἦ δ’ ὅς· ἵνα Σωκράτης τὸ εἰωθὸς δια-

πράξηται· αὐτὸς μὲν μὴ ἀποκρίνηται, ἄλλου δ’ ἀποκρινομένου

λαμβάνῃ λόγον καὶ ἐλέγχῃ.

     Πῶς γὰρ ἄν, ἔφην ἐγώ, ὦ βέλτιστε, τὶς ἀποκρίναιτο

(5)πρῶτον μὲν μὴ εἰδὼς μηδὲ φάσκων εἰδέναι, ἔπειτα, εἴ τι

καὶ οἴεται, περὶ τούτων ἀπειρημένον αὐτῷ εἴη ὅπως μηδὲν

ἐρεῖ ὧν ἡγεῖται ὑπ’ ἀνδρὸς οὐ φαύλου; ἀλλὰ σὲ δὴ μᾶλλον

338aεἰκὸς λέγειν· σὺ γὰρ δὴ φῂς εἰδέναι καὶ ἔχειν εἰπεῖν. μὴ

οὖν ἄλλως ποίει, ἀλλὰ ἐμοί τε χαρίζου ἀποκρινόμενος καὶ

μὴ φθονήσῃς καὶ Γλαύκωνα τόνδε διδάξαι καὶ τοὺς ἄλλους.

     Εἰπόντος δέ μου ταῦτα, ὅ τε Γλαύκων καὶ οἱ ἄλλοι

(5)ἐδέοντο αὐτοῦ μὴ ἄλλως ποιεῖν. καὶ ὁ Θρασύμαχος φανερὸς

μὲν ἦν ἐπιθυμῶν εἰπεῖν ἵν’ εὐδοκιμήσειεν, ἡγούμενος ἔχειν

ἀπόκρισιν παγκάλην· προσεποιεῖτο δὲ φιλονικεῖν πρὸς τὸ

ἐμὲ εἶναι τὸν ἀποκρινόμενον. τελευτῶν δὲ συνεχώρησεν,

338bκἄπειτα, Αὕτη δή, ἔφη, ἡ Σωκράτους σοφία· αὐτὸν μὲν μὴ

ἐθέλειν διδάσκειν, παρὰ δὲ τῶν ἄλλων περιιόντα μανθάνειν

καὶ τούτων μηδὲ χάριν ἀποδιδόναι.

     Ὅτι μέν, ἦν δ’ ἐγώ, μανθάνω παρὰ τῶν ἄλλων, ἀληθῆ

(5)εἶπες, ὦ Θρασύμαχε, ὅτι δὲ οὔ με φῂς χάριν ἐκτίνειν,

ψεύδῃ· ἐκτίνω γὰρ ὅσην δύναμαι. δύναμαι δὲ ἐπαινεῖν

μόνον· χρήματα γὰρ οὐκ ἔχω. ὡς δὲ προθύμως τοῦτο δρῶ,

ἐάν τίς μοι δοκῇ εὖ λέγειν, εὖ εἴσῃ αὐτίκα δὴ μάλα, ἐπειδὰν

ἀποκρίνῃ· οἶμαι γάρ σε εὖ ἐρεῖν.

338c     Ἄκουε δή, ἦ δ’ ὅς. φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον

οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τί οὐκ

ἐπαινεῖς; ἀλλ’ οὐκ ἐθελήσεις.

     Ἐὰν μάθω γε πρῶτον, ἔφην, τί λέγεις· νῦν γὰρ οὔπω

(5)οἶδα. τὸ τοῦ κρείττονος φῂς συμφέρον δίκαιον εἶναι. καὶ

τοῦτο, ὦ Θρασύμαχε, τί ποτε λέγεις; οὐ γάρ που τό γε

τοιόνδε φῄς· εἰ Πουλυδάμας ἡμῶν κρείττων ὁ παγκρατιαστὴς

καὶ αὐτῷ συμφέρει τὰ βόεια κρέα πρὸς τὸ σῶμα, τοῦτο τὸ

338dσιτίον εἶναι καὶ ἡμῖν τοῖς ἥττοσιν ἐκείνου συμφέρον ἅμα

καὶ δίκαιον.

     Βδελυρὸς γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, καὶ ταύτῃ ὑπολαμ-

βάνεις ᾗ ἂν κακουργήσαις μάλιστα τὸν λόγον.

(5)     Οὐδαμῶς, ὦ ἄριστε, ἦν δ’ ἐγώ· ἀλλὰ σαφέστερον εἰπὲ

τί λέγεις.

     Εἶτ’ οὐκ οἶσθ’, ἔφη, ὅτι τῶν πόλεων αἱ μὲν τυραννοῦνται,

αἱ δὲ δημοκρατοῦνται, αἱ δὲ ἀριστοκρατοῦνται;

     Πῶς γὰρ οὔ;

(10)     Οὐκοῦν τοῦτο κρατεῖ ἐν ἑκάστῃ πόλει, τὸ ἄρχον;

     Πάνυ γε.

338e     Τίθεται δέ γε τοὺς νόμους ἑκάστη ἡ ἀρχὴ πρὸς τὸ αὑτῇ

συμφέρον, δημοκρατία μὲν δημοκρατικούς, τυραννὶς δὲ

τυραννικούς, καὶ αἱ ἄλλαι οὕτως· θέμεναι δὲ ἀπέφηναν τοῦτο

δίκαιον τοῖς ἀρχομένοις εἶναι, τὸ σφίσι συμφέρον, καὶ τὸν

(5)τούτου ἐκβαίνοντα κολάζουσιν ὡς παρανομοῦντά τε καὶ

ἀδικοῦντα. τοῦτ’ οὖν ἐστιν, ὦ βέλτιστε, ὃ λέγω ἐν ἁπάσαις

339aταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς

συμφέρον· αὕτη δέ που κρατεῖ, ὥστε συμβαίνει τῷ ὀρθῶς

λογιζομένῳ πανταχοῦ εἶναι τὸ αὐτὸ δίκαιον, τὸ τοῦ κρείτ-

τονος συμφέρον.

(5)     Νῦν, ἦν δ’ ἐγώ, ἔμαθον ὃ λέγεις· εἰ δὲ ἀληθὲς ἢ μή,

πειράσομαι μαθεῖν. τὸ συμφέρον μὲν οὖν, ὦ Θρασύμαχε,

καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναι_καίτοι ἔμοιγε ἀπηγόρευες

ὅπως μὴ τοῦτο ἀποκρινοίμην_πρόσεστιν δὲ δὴ αὐτόθι τὸ

"τοῦ κρείττονος."

339b     Σμικρά γε ἴσως, ἔφη, προσθήκη.

     Οὔπω δῆλον οὐδ’ εἰ μεγάλη· ἀλλ’ ὅτι μὲν τοῦτο σκεπτέον

εἰ ἀληθῆ λέγεις, δῆλον. ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι

καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς

(5)εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή.

     Σκόπει, ἔφη.

     Ταῦτ’ ἔσται, ἦν δ’ ἐγώ. καί μοι εἰπέ· οὐ καὶ πείθεσθαι

μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι;

     Ἔγωγε.

339c     Πότερον δὲ ἀναμάρτητοί εἰσιν οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν

ἑκάσταις ἢ οἷοί τι καὶ ἁμαρτεῖν;

     Πάντως που, ἔφη, οἷοί τι καὶ ἁμαρτεῖν.

     Οὐκοῦν ἐπιχειροῦντες νόμους τιθέναι τοὺς μὲν ὀρθῶς

(5)τιθέασιν, τοὺς δέ τινας οὐκ ὀρθῶς;

     Οἶμαι ἔγωγε.

     Τὸ δὲ ὀρθῶς ἆρα τὸ τὰ συμφέροντά ἐστι τίθεσθαι ἑαυτοῖς,

τὸ δὲ μὴ ὀρθῶς ἀσύμφορα; ἢ πῶς λέγεις;

     Οὕτως.

(10)     Ἃ δ’ ἂν θῶνται ποιητέον τοῖς ἀρχομένοις, καὶ τοῦτό

ἐστι τὸ δίκαιον;

     Πῶς γὰρ οὔ;

339d     Οὐ μόνον ἄρα δίκαιόν ἐστιν κατὰ τὸν σὸν λόγον τὸ τοῦ

κρείττονος συμφέρον ποιεῖν ἀλλὰ καὶ τοὐναντίον, τὸ μὴ

συμφέρον.

     Τί λέγεις σύ; ἔφη.

(5)     Ἃ σὺ λέγεις, ἔμοιγε δοκῶ· σκοπῶμεν δὲ βέλτιον. οὐχ

ὡμολόγηται τοὺς ἄρχοντας τοῖς ἀρχομένοις προστάττοντας

ποιεῖν ἄττα ἐνίοτε διαμαρτάνειν τοῦ ἑαυτοῖς βελτίστου, ἃ

δ’ ἂν προστάττωσιν οἱ ἄρχοντες δίκαιον εἶναι τοῖς ἀρχομένοις

ποιεῖν; ταῦτ’ οὐχ ὡμολόγηται;

(10)     Οἶμαι ἔγωγε, ἔφη.

339e     Οἴου τοίνυν, ἦν δ’ ἐγώ, καὶ τὸ ἀσύμφορα ποιεῖν τοῖς

ἄρχουσί τε καὶ κρείττοσι δίκαιον εἶναι ὡμολογῆσθαί σοι,

ὅταν οἱ μὲν ἄρχοντες ἄκοντες κακὰ αὑτοῖς προστάττωσιν,

τοῖς δὲ δίκαιον εἶναι φῇς ταῦτα ποιεῖν ἃ ἐκεῖνοι προσέταξαν

(5)_ἆρα τότε, ὦ σοφώτατε Θρασύμαχε, οὐκ ἀναγκαῖον συμβαί-

νειν αὐτὸ οὑτωσί, δίκαιον εἶναι ποιεῖν τοὐναντίον ἢ ὃ σὺ

λέγεις; τὸ γὰρ τοῦ κρείττονος ἀσύμφορον δήπου προστάττεται

τοῖς ἥττοσιν ποιεῖν.

340a     Ναὶ μὰ Δί’, ἔφη, ὦ Σώκρατες, ὁ Πολέμαρχος, σαφέ-

στατά γε.

     Ἐὰν σύ γ’, ἔφη, αὐτῷ μαρτυρήσῃς, ὁ Κλειτοφῶν ὑπολαβών.

     Καὶ τί, ἔφη, δεῖται μάρτυρος; αὐτὸς γὰρ Θρασύμαχος

(5)ὁμολογεῖ τοὺς μὲν ἄρχοντας ἐνίοτε ἑαυτοῖς κακὰ προστάττειν,

τοῖς δὲ δίκαιον εἶναι ταῦτα ποιεῖν.

     Τὸ γὰρ τὰ κελευόμενα ποιεῖν, ὦ Πολέμαρχε, ὑπὸ τῶν

ἀρχόντων δίκαιον εἶναι ἔθετο Θρασύμαχος.

     Καὶ γὰρ τὸ τοῦ κρείττονος, ὦ Κλειτοφῶν, συμφέρον

340bδίκαιον εἶναι ἔθετο. ταῦτα δὲ ἀμφότερα θέμενος ὡμολό-

γησεν αὖ ἐνίοτε τοὺς κρείττους τὰ αὑτοῖς ἀσύμφορα κελεύειν

τοὺς ἥττους τε καὶ ἀρχομένους ποιεῖν. ἐκ δὲ τούτων τῶν

ὁμολογιῶν οὐδὲν μᾶλλον τὸ τοῦ κρείττονος συμφέρον δίκαιον

(5)ἂν εἴη ἢ τὸ μὴ συμφέρον.

     Ἀλλ’, ἔφη ὁ Κλειτοφῶν, τὸ τοῦ κρείττονος συμφέρον

ἔλεγεν ὃ ἡγοῖτο ὁ κρείττων αὑτῷ συμφέρειν· τοῦτο ποιητέον

εἶναι τῷ ἥττονι, καὶ τὸ δίκαιον τοῦτο ἐτίθετο.

     Ἀλλ’ οὐχ οὕτως, ἦ δ’ ὃς ὁ Πολέμαρχος, ἐλέγετο.

340c     Οὐδέν, ἦν δ’ ἐγώ, ὦ Πολέμαρχε, διαφέρει, ἀλλ’ εἰ νῦν

οὕτω λέγει Θρασύμαχος, οὕτως αὐτοῦ ἀποδεχώμεθα. Καί

μοι εἰπέ, ὦ Θρασύμαχε· τοῦτο ἦν ὃ ἐβούλου λέγειν τὸ δίκαιον,

τὸ τοῦ κρείττονος συμφέρον δοκοῦν εἶναι τῷ κρείττονι, ἐάν-

(5)τε συμφέρῃ ἐάντε μή; οὕτω σε φῶμεν λέγειν;

     Ἥκιστά γε, ἔφη· ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρ-

τάνοντα ὅταν ἐξαμαρτάνῃ;

     Ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας

ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν.

340d     Συκοφάντης γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, ἐν τοῖς λόγοις·

ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς

κάμνοντας κατ’ αὐτὸ τοῦτο ὃ ἐξαμαρτάνει; ἢ λογιστικόν, ὃς

ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην

(5)τὴν ἁμαρτίαν; ἀλλ’ οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ὁ

ἰατρὸς ἐξήμαρτεν καὶ ὁ λογιστὴς ἐξήμαρτεν καὶ ὁ γραμ-

ματιστής· τὸ δ’ οἶμαι ἕκαστος τούτων, καθ’ ὅσον τοῦτ’ ἔστιν

340eὃ προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει· ὥστε κατὰ

τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν

δημιουργῶν ἁμαρτάνει. ἐπιλειπούσης γὰρ ἐπιστήμης ὁ ἁμαρ-

τάνων ἁμαρτάνει, ἐν ᾧ οὐκ ἔστι δημιουργός· ὥστε δημιουργὸς

(5)ἢ σοφὸς ἢ ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων ᾖ, ἀλλὰ

πᾶς γ’ ἂν εἴποι ὅτι ὁ ἰατρὸς ἥμαρτεν καὶ ὁ ἄρχων ἥμαρτεν.

τοιοῦτον οὖν δή σοι καὶ ἐμὲ ὑπόλαβε νυνδὴ ἀποκρίνεσθαι·

τὸ δὲ ἀκριβέστατον ἐκεῖνο τυγχάνει ὄν, τὸν ἄρχοντα, καθ’

341aὅσον ἄρχων ἐστίν, μὴ ἁμαρτάνειν, μὴ ἁμαρτάνοντα δὲ τὸ

αὑτῷ βέλτιστον τίθεσθαι, τοῦτο δὲ τῷ ἀρχομένῳ ποιητέον.

ὥστε ὅπερ ἐξ ἀρχῆς ἔλεγον δίκαιον λέγω, τὸ τοῦ κρείττονος

ποιεῖν συμφέρον.

(5)     Εἶεν, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε· δοκῶ σοι συκοφαντεῖν;

     Πάνυ μὲν οὖν, ἔφη.

     Οἴει γάρ με ἐξ ἐπιβουλῆς ἐν τοῖς λόγοις κακουργοῦντά σε

ἐρέσθαι ὡς ἠρόμην;

     Εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται·

341bοὔτε γὰρ ἄν με λάθοις κακουργῶν, οὔτε μὴ λαθὼν βιάσασθαι

τῷ λόγῳ δύναιο.

     Οὐδέ γ’ ἂν ἐπιχειρήσαιμι, ἦν δ’ ἐγώ, ὦ μακάριε. ἀλλ’

ἵνα μὴ αὖθις ἡμῖν τοιοῦτον ἐγγένηται, διόρισαι ποτέρως

(5)λέγεις τὸν ἄρχοντά τε καὶ τὸν κρείττονα, τὸν ὡς ἔπος εἰπεῖν

ἢ τὸν ἀκριβεῖ λόγῳ, ὃ νυνδὴ ἔλεγες, οὗ τὸ συμφέρον κρείτ-

τονος ὄντος δίκαιον ἔσται τῷ ἥττονι ποιεῖν.

     Τὸν τῷ ἀκριβεστάτῳ, ἔφη, λόγῳ ἄρχοντα ὄντα. πρὸς

ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαι_οὐδέν σου

(10)παρίεμαι_ἀλλ’ οὐ μὴ οἷός τ’ ᾖς.

341c     Οἴει γὰρ ἄν με, εἶπον, οὕτω μανῆναι ὥστε ξυρεῖν ἐπι-

χειρεῖν λέοντα καὶ συκοφαντεῖν Θρασύμαχον;

     Νῦν γοῦν, ἔφη, ἐπεχείρησας, οὐδὲν ὢν καὶ ταῦτα.

     Ἅδην, ἦν δ’ ἐγώ, τῶν τοιούτων. ἀλλ’ εἰπέ μοι· ὁ τῷ

(5)ἀκριβεῖ λόγῳ ἰατρός, ὃν ἄρτι ἔλεγες, πότερον χρηματιστής

ἐστιν ἢ τῶν καμνόντων θεραπευτής; καὶ λέγε τὸν τῷ ὄντι

ἰατρὸν ὄντα.

     Τῶν καμνόντων, ἔφη, θεραπευτής.

     Τί δὲ κυβερνήτης; ὁ ὀρθῶς κυβερνήτης ναυτῶν ἄρχων

(10)ἐστὶν ἢ ναύτης;

     Ναυτῶν ἄρχων.

341d     Οὐδὲν οἶμαι τοῦτο ὑπολογιστέον, ὅτι πλεῖ ἐν τῇ νηί, οὐδ’

ἐστὶν κλητέος ναύτης· οὐ γὰρ κατὰ τὸ πλεῖν κυβερνήτης

καλεῖται, ἀλλὰ κατὰ τὴν τέχνην καὶ τὴν τῶν ναυτῶν ἀρχήν.

     Ἀληθῆ, ἔφη.

(5)     Οὐκοῦν ἑκάστῳ τούτων ἔστιν τι συμφέρον;

     Πάνυ γε.

     Οὐ καὶ ἡ τέχνη, ἦν δ’ ἐγώ, ἐπὶ τούτῳ πέφυκεν, ἐπὶ τῷ τὸ

συμφέρον ἑκάστῳ ζητεῖν τε καὶ ἐκπορίζειν;

     Ἐπὶ τούτῳ, ἔφη.

(10)     Ἆρ’ οὖν καὶ ἑκάστῃ τῶν τεχνῶν ἔστιν τι συμφέρον ἄλλο

ἢ ὅτι μάλιστα τελέαν εἶναι;

341e     Πῶς τοῦτο ἐρωτᾷς;

     Ὥσπερ, ἔφην ἐγώ, εἴ με ἔροιο εἰ ἐξαρκεῖ σώματι εἶναι

σώματι ἢ προσδεῖταί τινος, εἴποιμ’ ἂν ὅτι "Παντάπασι μὲν

οὖν προσδεῖται. διὰ ταῦτα καὶ ἡ τέχνη ἐστὶν ἡ ἰατρικὴ

(5)νῦν ηὑρημένη, ὅτι σῶμά ἐστιν πονηρὸν καὶ οὐκ ἐξαρκεῖ αὐτῷ

τοιούτῳ εἶναι. τούτῳ οὖν ὅπως ἐκπορίζῃ τὰ συμφέροντα,

ἐπὶ τούτῳ παρεσκευάσθη ἡ τέχνη." ἦ ὀρθῶς σοι δοκῶ, ἔφην,

ἂν εἰπεῖν οὕτω λέγων, ἢ οὔ;

     Ὀρθῶς, ἔφη.

342a     Τί δὲ δή; αὐτὴ ἡ ἰατρική ἐστιν πονηρά, ἢ ἄλλη τις τέχνη

ἔσθ’ ὅτι προσδεῖταί τινος ἀρετῆς_ὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ

ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπ’ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ

συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσης_

(5)ἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ

τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ

τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτ’ ἔστιν ἀπέραντον;

342bἢ αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται; ἢ οὔτε αὑτῆς οὔτε ἄλλης

προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν·

οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ

πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἢ

(5)ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν

ὀρθὴ οὖσα, ἕωσπερ ἂν ᾖ ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν;

καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ· οὕτως ἢ ἄλλως ἔχει;

     Οὕτως, ἔφη, φαίνεται.

342c     Οὐκ ἄρα, ἦν δ’ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ

ἀλλὰ σώματι.

     Ναί, ἔφη.

     Οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλ’ ἵπποις· οὐδὲ ἄλλη τέχνη

(5)οὐδεμία ἑαυτῇ_οὐδὲ γὰρ προσδεῖται_ἀλλ’ ἐκείνῳ οὗ τέχνη

ἐστίν.

     Φαίνεται, ἔφη, οὕτως.

     Ἀλλὰ μήν, ὦ Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ

κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι.

(10)     Συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις.

     Οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον

σκοπεῖ οὐδ’ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου

342dὑπὸ ἑαυτῆς.

     Συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ

αὐτὰ μάχεσθαι· ἐπειδὴ δὲ ὡμολόγησεν, Ἄλλο τι οὖν, ἦν δ’

ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθ’ ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ

(5)συμφέρον σκοπεῖ οὐδ’ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι;

ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων

ἀλλ’ οὐ χρηματιστής. ἢ οὐχ ὡμολόγηται;

     Συνέφη.

     Οὐκοῦν καὶ ὁ κυβερνήτης ὁ ἀκριβὴς ναυτῶν εἶναι ἄρχων

(10)ἀλλ’ οὐ ναύτης;

342e     Ὡμολόγηται.

     Οὐκ ἄρα ὅ γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ

κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ

τῷ ναύτῃ τε καὶ ἀρχομένῳ.

(5)     Συνέφησε μόγις.

     Οὐκοῦν, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν

οὐδεμιᾷ ἀρχῇ, καθ’ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον

σκοπεῖ οὐδ’ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ᾧ ἂν

αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ

(10)συμφέρον καὶ πρέπον, καὶ λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ

ἅπαντα.

343a     Ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου καὶ πᾶσι καταφανὲς

ἦν ὅτι ὁ τοῦ δικαίου λόγος εἰς τοὐναντίον περιειστήκει, ὁ

Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, Εἰπέ μοι, ἔφη, ὦ

Σώκρατες, τίτθη σοι ἔστιν;

(5)     Τί δέ; ἦν δ’ ἐγώ· οὐκ ἀποκρίνεσθαι χρῆν μᾶλλον ἢ

τοιαῦτα ἐρωτᾶν;

     Ὅτι τοί σε, ἔφη, κορυζῶντα περιορᾷ καὶ οὐκ ἀπο-

μύττει δεόμενον, ὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα

γιγνώσκεις.

(10)     Ὅτι δὴ τί μάλιστα; ἦν δ’ ἐγώ.

343b     Ὅτι οἴει τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων

ἢ τὸ τῶν βοῶν ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτοὺς καὶ

θεραπεύειν πρὸς ἄλλο τι βλέποντας ἢ τὸ τῶν δεσποτῶν

ἀγαθὸν καὶ τὸ αὑτῶν, καὶ δὴ καὶ τοὺς ἐν ταῖς πόλεσιν

(5)ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλως πως ἡγῇ διανοεῖσθαι

πρὸς τοὺς ἀρχομένους ἢ ὥσπερ ἄν τις πρὸς πρόβατα διατεθείη,

καὶ ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο,

343cὅθεν αὐτοὶ ὠφελήσονται. καὶ οὕτω πόρρω εἶ περί τε τοῦ

δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε

ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν

τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ

(5)τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, ἡ δὲ ἀδικία

τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ

δικαίων, οἱ δ’ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον

κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρε-

343dτοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδ’ ὁπωστιοῦν. σκοπεῖσθαι δέ,

ὦ εὐηθέστατε Σώκρατες, οὑτωσὶ χρή, ὅτι δίκαιος ἀνὴρ ἀδίκου

πανταχοῦ ἔλαττον ἔχει. πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους

συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ,

(5)οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον

ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλ’ ἔλαττον· ἔπειτα ἐν τοῖς

πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, ὁ μὲν δίκαιος

ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, ὁ δ’ ἔλαττον, ὅταν τε λήψεις,

343eὁ μὲν οὐδέν, ὁ δὲ πολλὰ κερδαίνει. καὶ γὰρ ὅταν ἀρχήν

τινα ἄρχῃ ἑκάτερος, τῷ μὲν δικαίῳ ὑπάρχει, καὶ εἰ μηδεμία

ἄλλη ζημία, τά γε οἰκεῖα δι’ ἀμέλειαν μοχθηροτέρως ἔχειν,

ἐκ δὲ τοῦ δημοσίου μηδὲν ὠφελεῖσθαι διὰ τὸ δίκαιον εἶναι,

(5)πρὸς δὲ τούτοις ἀπεχθέσθαι τοῖς τε οἰκείοις καὶ τοῖς γνωρί-

μοις, ὅταν μηδὲν ἐθέλῃ αὐτοῖς ὑπηρετεῖν παρὰ τὸ δίκαιον·

τῷ δὲ ἀδίκῳ πάντα τούτων τἀναντία ὑπάρχει. λέγω γὰρ

344aὅνπερ νυνδὴ ἔλεγον, τὸν μεγάλα δυνάμενον πλεονεκτεῖν·

τοῦτον οὖν σκόπει, εἴπερ βούλει κρίνειν ὅσῳ μᾶλλον

συμφέρει ἰδίᾳ αὑτῷ ἄδικον εἶναι ἢ τὸ δίκαιον. πάντων

δὲ ῥᾷστα μαθήσῃ, ἐὰν ἐπὶ τὴν τελεωτάτην ἀδικίαν ἔλθῃς, ἣ

(5)τὸν μὲν ἀδικήσαντα εὐδαιμονέστατον ποιεῖ, τοὺς δὲ ἀδικη-

θέντας καὶ ἀδικῆσαι οὐκ ἂν ἐθέλοντας ἀθλιωτάτους. ἔστιν δὲ

τοῦτο τυραννίς, ἣ οὐ κατὰ σμικρὸν τἀλλότρια καὶ λάθρᾳ καὶ

βίᾳ ἀφαιρεῖται, καὶ ἱερὰ καὶ ὅσια καὶ ἴδια καὶ δημόσια, ἀλλὰ

344bσυλλήβδην· ὧν ἐφ’ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ

λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστα_καὶ γὰρ

ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ

καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων κακουρ-

(5)γημάτων καλοῦνται_ἐπειδὰν δέ τις πρὸς τοῖς τῶν πολιτῶν

χρήμασιν καὶ αὐτοὺς ἀνδραποδισάμενος δουλώσηται, ἀντὶ

τούτων τῶν αἰσχρῶν ὀνομάτων εὐδαίμονες καὶ μακάριοι

344cκέκληνται, οὐ μόνον ὑπὸ τῶν πολιτῶν ἀλλὰ καὶ ὑπὸ τῶν

ἄλλων ὅσοι ἂν πύθωνται αὐτὸν τὴν ὅλην ἀδικίαν ἠδικηκότα·

οὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι

ὀνειδίζουσιν οἱ ὀνειδίζοντες τὴν ἀδικίαν. οὕτως, ὦ Σώκρατες,

(5)καὶ ἰσχυρότερον καὶ ἐλευθεριώτερον καὶ δεσποτικώτερον ἀδι-

κία δικαιοσύνης ἐστὶν ἱκανῶς γιγνομένη, καὶ ὅπερ ἐξ ἀρχῆς

ἔλεγον, τὸ μὲν τοῦ κρείττονος συμφέρον τὸ δίκαιον τυγχάνει

ὄν, τὸ δ’ ἄδικον ἑαυτῷ λυσιτελοῦν τε καὶ συμφέρον.

344d     Ταῦτα εἰπὼν ὁ Θρασύμαχος ἐν νῷ εἶχεν ἀπιέναι, ὥσπερ

βαλανεὺς ἡμῶν καταντλήσας κατὰ τῶν ὤτων ἁθρόον καὶ

πολὺν τὸν λόγον· οὐ μὴν εἴασάν γε αὐτὸν οἱ παρόντες,

ἀλλ’ ἠνάγκασαν ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων

(5)λόγον. καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον·

Ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις

ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως

344eἔχει; ἢ σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου

βίου διαγωγήν, ᾗ ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελε-

στάτην ζωὴν ζῴη;

     Ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν;

(5)     Ἔοικας, ἦν δ’ ἐγώ_ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ

τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες

ὃ σὺ φῂς εἰδέναι. ἀλλ’, ὠγαθέ, προθυμοῦ καὶ ἡμῖν ἐνδεί-

345aξασθαι_οὔτοι κακῶς σοι κείσεται ὅτι ἂν ἡμᾶς τοσούσδε

ὄντας εὐεργετήσῃς_ἐγὼ γὰρ δή σοι λέγω τό γ’ ἐμόν, ὅτι

οὐ πείθομαι οὐδ’ οἶμαι ἀδικίαν δικαιοσύνης κερδαλεώτερον

εἶναι, οὐδ’ ἐὰν ἐᾷ τις αὐτὴν καὶ μὴ διακωλύῃ πράττειν ἃ

(5)βούλεται. ἀλλ’, ὠγαθέ, ἔστω μὲν ἄδικος, δυνάσθω δὲ

ἀδικεῖν ἢ τῷ λανθάνειν ἢ τῷ διαμάχεσθαι, ὅμως ἐμέ γε οὐ

πείθει ὡς ἔστι τῆς δικαιοσύνης κερδαλεώτερον. ταῦτ’ οὖν

345bκαὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ· πεῖσον

οὖν, ὦ μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα

δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι.

     Καὶ πῶς, ἔφη, σὲ πείσω; εἰ γὰρ οἷς νυνδὴ ἔλεγον μὴ

(5)πέπεισαι, τί σοι ἔτι ποιήσω; ἢ εἰς τὴν ψυχὴν φέρων ἐνθῶ

τὸν λόγον;

     Μὰ Δί’, ἦν δ’ ἐγώ, μὴ σύ γε· ἀλλὰ πρῶτον μέν, ἃ ἂν

εἴπῃς, ἔμμενε τούτοις, ἢ ἐὰν μετατιθῇ, φανερῶς μετατίθεσο

καὶ ἡμᾶς μὴ ἐξαπάτα. νῦν δὲ ὁρᾷς, ὦ Θρασύμαχε_ἔτι

345cγὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθα_ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν

τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα οὐκέτι ᾤου

δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ

πρόβατα, καθ’ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προ-

(5)βάτων βέλτιστον βλέποντα ἀλλ’, ὥσπερ δαιτυμόνα τινὰ καὶ

μέλλοντα ἑστιάσεσθαι, πρὸς τὴν εὐωχίαν, ἢ αὖ πρὸς τὸ

345dἀποδόσθαι, ὥσπερ χρηματιστὴν ἀλλ’ οὐ ποιμένα. τῇ δὲ

ποιμενικῇ οὐ δήπου ἄλλου του μέλει ἢ ἐφ’ ᾧ τέτακται, ὅπως

τούτῳ τὸ βέλτιστον ἐκποριεῖ_ἐπεὶ τά γε αὑτῆς ὥστ’ εἶναι

βελτίστη ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως γ’ ἂν μηδὲν

(5)ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι_οὕτω δὲ ᾤμην ἔγωγε νυνδὴ

ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθ’ ὅσον

ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἢ ἐκείνῳ, τῷ

345eἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἔν τε πολιτικῇ καὶ ἰδιωτικῇ

ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς

ἄρχοντας, ἑκόντας οἴει ἄρχειν;

     Μὰ Δί’ οὔκ, ἔφη, ἀλλ’ εὖ οἶδα.

(5)     Τί δέ, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε; τὰς ἄλλας ἀρχὰς οὐκ

ἐννοεῖς ὅτι οὐδεὶς ἐθέλει ἄρχειν ἑκών, ἀλλὰ μισθὸν αἰτοῦσιν,

ὡς οὐχὶ αὐτοῖσιν ὠφελίαν ἐσομένην ἐκ τοῦ ἄρχειν ἀλλὰ

346aτοῖς ἀρχομένοις; ἐπεὶ τοσόνδε εἰπέ· οὐχὶ ἑκάστην μέντοι

φαμὲν ἑκάστοτε τῶν τεχνῶν τούτῳ ἑτέραν εἶναι, τῷ ἑτέραν

τὴν δύναμιν ἔχειν; καί, ὦ μακάριε, μὴ παρὰ δόξαν ἀποκρίνου,

ἵνα τι καὶ περαίνωμεν.

(5)     Ἀλλὰ τούτῳ, ἔφη, ἑτέρα.

     Οὐκοῦν καὶ ὠφελίαν ἑκάστη τούτων ἰδίαν τινὰ ἡμῖν παρέ-

χεται ἀλλ’ οὐ κοινήν, οἷον ἰατρικὴ μὲν ὑγίειαν, κυβερνητικὴ

δὲ σωτηρίαν ἐν τῷ πλεῖν, καὶ αἱ ἄλλαι οὕτω;

     Πάνυ γε.

346b     Οὐκοῦν καὶ μισθωτικὴ μισθόν; αὕτη γὰρ αὐτῆς ἡ δύναμις·

ἢ τὴν ἰατρικὴν σὺ καὶ τὴν κυβερνητικὴν τὴν αὐτὴν καλεῖς;

ἢ ἐάνπερ βούλῃ ἀκριβῶς διορίζειν, ὥσπερ ὑπέθου, οὐδέν τι

μᾶλλον, ἐάν τις κυβερνῶν ὑγιὴς γίγνηται διὰ τὸ συμφέρον

(5)αὐτῷ πλεῖν ἐν τῇ θαλάττῃ, ἕνεκα τούτου καλεῖς μᾶλλον

αὐτὴν ἰατρικήν;

     Οὐ δῆτα, ἔφη.

     Οὐδέ γ’, οἶμαι, τὴν μισθωτικήν, ἐὰν ὑγιαίνῃ τις μισθαρνῶν.

     Οὐ δῆτα.

(10)     Τί δέ; τὴν ἰατρικὴν μισθαρνητικήν, ἐὰν ἰώμενός τις

μισθαρνῇ;

346c     Οὐκ ἔφη.

     Οὐκοῦν τήν γε ὠφελίαν ἑκάστης τῆς τέχνης ἰδίαν ὡμο-

λογήσαμεν εἶναι;

     Ἔστω, ἔφη.

(5)     Ἥντινα ἄρα ὠφελίαν κοινῇ ὠφελοῦνται πάντες οἱ δημι-

ουργοί, δῆλον ὅτι κοινῇ τινι τῷ αὐτῷ προσχρώμενοι ἀπ’

ἐκείνου ὠφελοῦνται.

     Ἔοικεν, ἔφη.

     Φαμὲν δέ γε τὸ μισθὸν ἀρνυμένους ὠφελεῖσθαι τοὺς

(10)δημιουργοὺς ἀπὸ τοῦ προσχρῆσθαι τῇ μισθωτικῇ τέχνῃ

γίγνεσθαι αὐτοῖς.

     Συνέφη μόγις.

346d     Οὐκ ἄρα ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάστῳ αὕτη ἡ ὠφελία

ἐστίν, ἡ τοῦ μισθοῦ λῆψις, ἀλλ’, εἰ δεῖ ἀκριβῶς σκοπεῖσθαι,

ἡ μὲν ἰατρικὴ ὑγίειαν ποιεῖ, ἡ δὲ μισθαρνητικὴ μισθόν, καὶ

ἡ μὲν οἰκοδομικὴ οἰκίαν, ἡ δὲ μισθαρνητικὴ αὐτῇ ἑπομένη

(5)μισθόν, καὶ αἱ ἄλλαι πᾶσαι οὕτως τὸ αὑτῆς ἑκάστη ἔργον

ἐργάζεται καὶ ὠφελεῖ ἐκεῖνο ἐφ’ ᾧ τέτακται. ἐὰν δὲ μὴ

μισθὸς αὐτῇ προσγίγνηται, ἔσθ’ ὅτι ὠφελεῖται ὁ δημιουργὸς

ἀπὸ τῆς τέχνης;

     Οὐ φαίνεται, ἔφη.

346e     Ἆρ’ οὖν οὐδ’ ὠφελεῖ τότε, ὅταν προῖκα ἐργάζηται;

     Οἶμαι ἔγωγε.

     Οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία

τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ’,

(5)ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει

καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἥττονος ὄντος σκο-

ποῦσα, ἀλλ’ οὐ τὸ τοῦ κρείττονος. διὰ δὴ ταῦτα ἔγωγε, ὦ

φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα

ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἀνορθοῦντα,

347aἀλλὰ μισθὸν αἰτεῖν, ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πρά-

ξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδ’ ἐπιτάττει

κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ· ὧν δὴ

ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖν ὑπάρχειν τοῖς μέλλουσιν

(5)ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν ἐὰν μὴ

ἄρχῃ.

     Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες; ἔφη ὁ Γλαύκων· τοὺς

μὲν γὰρ δύο μισθοὺς γιγνώσκω, τὴν δὲ ζημίαν ἥντινα λέγεις

καὶ ὡς ἐν μισθοῦ μέρει εἴρηκας, οὐ συνῆκα.

(10)     Τὸν τῶν βελτίστων ἄρα μισθόν, ἔφην, οὐ συνιεῖς, δι’ ὃν

347bἄρχουσιν οἱ ἐπιεικέστατοι, ὅταν ἐθέλωσιν ἄρχειν. ἢ οὐκ

οἶσθα ὅτι τὸ φιλότιμόν τε καὶ φιλάργυρον εἶναι ὄνειδος

λέγεταί τε καὶ ἔστιν;

     Ἔγωγε, ἔφη.

(5)     Διὰ ταῦτα τοίνυν, ἦν δ’ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέ-

λουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς· οὔτε γὰρ φανερῶς

πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται

κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες

κλέπται. οὐδ’ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι. δεῖ δὴ

347cαὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέ-

λειν ἄρχειν_ὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι

ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι_τῆς δὲ

ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς

(5)ἐθέλῃ ἄρχειν· ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν

ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ

ὡς ἐπ’ ἀγαθόν τι ἰόντες οὐδ’ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλ’

347dὡς ἐπ’ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπι-

τρέψαι οὐδὲ ὁμοίοις. ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγα-

θῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ

νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθ’ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ

(5)ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖ-

σθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ· ὥστε πᾶς ἂν ὁ γιγνώσκων τὸ

ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπ’ ἄλλου ἢ ἄλλον ὠφελῶν

πράγματα ἔχειν. τοῦτο μὲν οὖν ἔγωγε οὐδαμῇ συγχωρῶ

347eΘρασυμάχῳ, ὡς τὸ δίκαιόν ἐστιν τὸ τοῦ κρείττονος συμφέρον.

ἀλλὰ τοῦτο μὲν δὴ καὶ εἰς αὖθις σκεψόμεθα· πολὺ δέ μοι

δοκεῖ μεῖζον εἶναι ὃ νῦν λέγει Θρασύμαχος, τὸν τοῦ ἀδίκου

βίον φάσκων εἶναι κρείττω ἢ τὸν τοῦ δικαίου. σὺ οὖν

(5)ποτέρως, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, αἱρῇ; καὶ πότερον ἀλη-

θεστέρως δοκεῖ σοι λέγεσθαι;

     Τὸν τοῦ δικαίου ἔγωγε λυσιτελέστερον βίον εἶναι.

348a     Ἤκουσας, ἦν δ’ ἐγώ, ὅσα ἄρτι Θρασύμαχος ἀγαθὰ διῆλθεν

τῷ τοῦ ἀδίκου;

     Ἤκουσα, ἔφη, ἀλλ’ οὐ πείθομαι.

     Βούλει οὖν αὐτὸν πείθωμεν, ἂν δυνώμεθά πῃ ἐξευρεῖν, ὡς

(5)οὐκ ἀληθῆ λέγει;

     Πῶς γὰρ οὐ βούλομαι; ἦ δ’ ὅς.

     Ἂν μὲν τοίνυν, ἦν δ’ ἐγώ, ἀντικατατείναντες λέγωμεν

αὐτῷ λόγον παρὰ λόγον, ὅσα αὖ ἀγαθὰ ἔχει τὸ δίκαιον

εἶναι, καὶ αὖθις οὗτος, καὶ ἄλλον ἡμεῖς, ἀριθμεῖν δεήσει

348bτἀγαθὰ καὶ μετρεῖν ὅσα ἑκάτεροι ἐν ἑκατέρῳ λέγομεν, καὶ

ἤδη δικαστῶν τινων τῶν διακρινούντων δεησόμεθα· ἂν δὲ

ὥσπερ ἄρτι ἀνομολογούμενοι πρὸς ἀλλήλους σκοπῶμεν, ἅμα

αὐτοί τε δικασταὶ καὶ ῥήτορες ἐσόμεθα.

(5)     Πάνυ μὲν οὖν, ἔφη.

     Ὁποτέρως οὖν σοι, ἦν δ’ ἐγώ, ἀρέσκει.

     Οὕτως, ἔφη.

     Ἴθι δή, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε, ἀπόκριναι ἡμῖν ἐξ

ἀρχῆς. τὴν τελέαν ἀδικίαν τελέας οὔσης δικαιοσύνης

(10)λυσιτελεστέραν φῂς εἶναι;

348c     Πάνυ μὲν οὖν καὶ φημί, ἔφη, καὶ δι’ ἅ, εἴρηκα.

     Φέρε δή, τὸ τοιόνδε περὶ αὐτῶν πῶς λέγεις; τὸ μέν που

ἀρετὴν αὐτοῖν καλεῖς, τὸ δὲ κακίαν;

     Πῶς γὰρ οὔ;

(5)     Οὐκοῦν τὴν μὲν δικαιοσύνην ἀρετήν, τὴν δὲ ἀδικίαν

κακίαν;

     Εἰκός γ’, ἔφη, ὦ ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν

λυσιτελεῖν, δικαιοσύνην δ’ οὔ.

     Ἀλλὰ τί μήν;

(10)     Τοὐναντίον, ἦ δ’ ὅς.

     Ἦ τὴν δικαιοσύνην κακίαν;

     Οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν.

348d     Τὴν ἀδικίαν ἄρα κακοήθειαν καλεῖς;

     Οὔκ, ἀλλ’ εὐβουλίαν, ἔφη.

     Ἦ καὶ φρόνιμοί σοι, ὦ Θρασύμαχε, δοκοῦσιν εἶναι καὶ

ἀγαθοὶ οἱ ἄδικοι;

(5)     Οἵ γε τελέως, ἔφη, οἷοί τε ἀδικεῖν, πόλεις τε καὶ ἔθνη

δυνάμενοι ἀνθρώπων ὑφ’ ἑαυτοὺς ποιεῖσθαι· σὺ δὲ οἴει με

ἴσως τοὺς τὰ βαλλάντια ἀποτέμνοντας λέγειν. λυσιτελεῖ

μὲν οὖν, ἦ δ’ ὅς, καὶ τὰ τοιαῦτα, ἐάνπερ λανθάνῃ· ἔστι δὲ

οὐκ ἄξια λόγου, ἀλλ’ ἃ νυνδὴ ἔλεγον.

348e     Τοῦτο μέν, ἔφην, οὐκ ἀγνοῶ ὃ βούλει λέγειν, ἀλλὰ τόδε

ἐθαύμασα, εἰ ἐν ἀρετῆς καὶ σοφίας τιθεῖς μέρει τὴν ἀδικίαν,

τὴν δὲ δικαιοσύνην ἐν τοῖς ἐναντίοις.

     Ἀλλὰ πάνυ οὕτω τίθημι.

(5)     Τοῦτο, ἦν δ’ ἐγώ, ἤδη στερεώτερον, ὦ ἑταῖρε, καὶ οὐκέτι

ῥᾴδιον ἔχειν ὅτι τις εἴπῃ. εἰ γὰρ λυσιτελεῖν μὲν τὴν

ἀδικίαν ἐτίθεσο, κακίαν μέντοι ἢ αἰσχρὸν αὐτὸ ὡμολόγεις

εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἄν τι λέγειν κατὰ τὰ

νομιζόμενα λέγοντες· νῦν δὲ δῆλος εἶ ὅτι φήσεις αὐτὸ καὶ

(10)καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις

349aἃ ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ

αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι.

     Ἀληθέστατα, ἔφη, μαντεύῃ.

     Ἀλλ’ οὐ μέντοι, ἦν δ’ ἐγώ, ἀποκνητέον γε τῷ λόγῳ

(5)ἐπεξελθεῖν σκοπούμενον, ἕως ἄν σε ὑπολαμβάνω λέγειν

ἅπερ διανοῇ. ἐμοὶ γὰρ δοκεῖς σύ, ὦ Θρασύμαχε, ἀτεχνῶς

νῦν οὐ σκώπτειν, ἀλλὰ τὰ δοκοῦντα περὶ τῆς ἀληθείας

λέγειν.

     Τί δέ σοι, ἔφη, τοῦτο διαφέρει, εἴτε μοι δοκεῖ εἴτε μή,

(10)ἀλλ’ οὐ τὸν λόγον ἐλέγχεις;

349b     Οὐδέν, ἦν δ’ ἐγώ. ἀλλὰ τόδε μοι πειρῶ ἔτι πρὸς τού-

τοις ἀποκρίνασθαι· ὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν

ἐθέλειν πλέον ἔχειν;

     Οὐδαμῶς, ἔφη· οὐ γὰρ ἂν ἦν ἀστεῖος, ὥσπερ νῦν, καὶ

(5)εὐήθης.

     Τί δέ; τῆς δικαίας πράξεως;

     Οὐδὲ τῆς δικαίας, ἔφη.

     Τοῦ δὲ ἀδίκου πότερον ἀξιοῖ ἂν πλεονεκτεῖν καὶ ἡγοῖτο

δίκαιον εἶναι, ἢ οὐκ ἂν ἡγοῖτο;

(10)     Ἡγοῖτ’ ἄν, ἦ δ’ ὅς, καὶ ἀξιοῖ, ἀλλ’ οὐκ ἂν δύναιτο.

     Ἀλλ’ οὐ τοῦτο, ἦν δ’ ἐγώ, ἐρωτῶ, ἀλλ’ εἰ τοῦ μὲν

349cδικαίου μὴ ἀξιοῖ πλέον ἔχειν μηδὲ βούλεται ὁ δίκαιος, τοῦ

δὲ ἀδίκου;

     Ἀλλ’ οὕτως, ἔφη, ἔχει.

     Τί δὲ δὴ ὁ ἄδικος; ἆρα ἀξιοῖ τοῦ δικαίου πλεονεκτεῖν καὶ

(5)τῆς δικαίας πράξεως;

     Πῶς γὰρ οὔκ; ἔφη, ὅς γε πάντων πλέον ἔχειν ἀξιοῖ;

     Οὐκοῦν καὶ ἀδίκου γε ἀνθρώπου τε καὶ πράξεως ὁ ἄδικος

πλεονεκτήσει καὶ ἁμιλλήσεται ὡς ἁπάντων πλεῖστον αὐτὸς

λάβῃ;

(10)     Ἔστι ταῦτα.

     Ὧδε δὴ λέγωμεν, ἔφην· ὁ δίκαιος τοῦ μὲν ὁμοίου οὐ

πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου, ὁ δὲ ἄδικος τοῦ τε ὁμοίου καὶ

349dτοῦ ἀνομοίου;

     Ἄριστα, ἔφη, εἴρηκας.

     Ἔστιν δέ γε, ἔφην, φρόνιμός τε καὶ ἀγαθὸς ὁ ἄδικος, ὁ

δὲ δίκαιος οὐδέτερα;

(5)     Καὶ τοῦτ’, ἔφη, εὖ.

     Οὐκοῦν, ἦν δ’ ἐγώ, καὶ ἔοικε τῷ φρονίμῳ καὶ τῷ ἀγαθῷ

ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐκ ἔοικεν;

     Πῶς γὰρ οὐ μέλλει, ἔφη, ὁ τοιοῦτος ὢν καὶ ἐοικέναι τοῖς

τοιούτοις, ὁ δὲ μὴ ἐοικέναι;

(10)     Καλῶς. τοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ

ἔοικεν;

     Ἀλλὰ τί μέλλει; ἔφη.

     Εἶεν, ὦ Θρασύμαχε· μουσικὸν δέ τινα λέγεις, ἕτερον δὲ

349eἄμουσον;

     Ἔγωγε.

     Πότερον φρόνιμον καὶ πότερον ἄφρονα;

     Τὸν μὲν μουσικὸν δήπου φρόνιμον, τὸν δὲ ἄμουσον

(5)ἄφρονα.

     Οὐκοῦν καὶ ἅπερ φρόνιμον, ἀγαθόν, ἃ δὲ ἄφρονα, κακόν;

     Ναί.

     Τί δὲ ἰατρικόν; οὐχ οὕτως;

     Οὕτως.

(10)     Δοκεῖ ἂν οὖν τίς σοι, ὦ ἄριστε, μουσικὸς ἀνὴρ ἁρ-

μοττόμενος λύραν ἐθέλειν μουσικοῦ ἀνδρὸς ἐν τῇ ἐπιτάσει

καὶ ἀνέσει τῶν χορδῶν πλεονεκτεῖν ἢ ἀξιοῦν πλέον

ἔχειν;

     Οὐκ ἔμοιγε.

(15)     Τί δέ; ἀμούσου;

     Ἀνάγκη, ἔφη.

350a     Τί δὲ ἰατρικός; ἐν τῇ ἐδωδῇ ἢ πόσει ἐθέλειν ἄν τι

ἰατρικοῦ πλεονεκτεῖν ἢ ἀνδρὸς ἢ πράγματος;

     Οὐ δῆτα.

     Μὴ ἰατρικοῦ δέ;

(5)     Ναί.

     Περὶ πάσης δὴ ὅρα ἐπιστήμης τε καὶ ἀνεπιστημοσύνης

εἴ τίς σοι δοκεῖ ἐπιστήμων ὁστισοῦν πλείω ἂν ἐθέλειν

αἱρεῖσθαι ἢ ὅσα ἄλλος ἐπιστήμων ἢ πράττειν ἢ λέγειν, καὶ

οὐ ταὐτὰ τῷ ὁμοίῳ ἑαυτῷ εἰς τὴν αὐτὴν πρᾶξιν.

(10)     Ἀλλ’ ἴσως, ἔφη, ἀνάγκη τοῦτό γε οὕτως ἔχειν.

     Τί δὲ ὁ ἀνεπιστήμων; οὐχὶ ὁμοίως μὲν ἐπιστήμονος

350bπλεονεκτήσειεν ἄν, ὁμοίως δὲ ἀνεπιστήμονος;

     Ἴσως.

     Ὁ δὲ ἐπιστήμων σοφός;

     Φημί.

(5)     Ὁ δὲ σοφὸς ἀγαθός;

     Φημί.

     Ὁ ἄρα ἀγαθός τε καὶ σοφὸς τοῦ μὲν ὁμοίου οὐκ ἐθελήσει

πλεονεκτεῖν, τοῦ δὲ ἀνομοίου τε καὶ ἐναντίου.

     Ἔοικεν, ἔφη.

(10)     Ὁ δὲ κακός τε καὶ ἀμαθὴς τοῦ τε ὁμοίου καὶ τοῦ

ἐναντίου.

     Φαίνεται.

     Οὐκοῦν, ὦ Θρασύμαχε, ἦν δ’ ἐγώ, ὁ ἄδικος ἡμῖν τοῦ

ἀνομοίου τε καὶ ὁμοίου πλεονεκτεῖ; ἢ οὐχ οὕτως ἔλεγες;

(15)     Ἔγωγε, ἔφη.

350c     Ὁ δέ γε δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτήσει, τοῦ δὲ

ἀνομοίου;

     Ναί.

     Ἔοικεν ἄρα, ἦν δ’ ἐγώ, ὁ μὲν δίκαιος τῷ σοφῷ καὶ

(5)ἀγαθῷ, ὁ δὲ ἄδικος τῷ κακῷ καὶ ἀμαθεῖ.

     Κινδυνεύει.

     Ἀλλὰ μὴν ὡμολογοῦμεν, ᾧ γε ὅμοιος ἑκάτερος εἴη,

τοιοῦτον καὶ ἑκάτερον εἶναι.

     Ὡμολογοῦμεν γάρ.

(10)     Ὁ μὲν ἄρα δίκαιος ἡμῖν ἀναπέφανται ὢν ἀγαθός τε καὶ

σοφός, ὁ δὲ ἄδικος ἀμαθής τε καὶ κακός.

     Ὁ δὴ Θρασύμαχος ὡμολόγησε μὲν πάντα ταῦτα, οὐχ

350dὡς ἐγὼ νῦν ῥᾳδίως λέγω, ἀλλ’ ἑλκόμενος καὶ μόγις, μετὰ

ἱδρῶτος θαυμαστοῦ ὅσου, ἅτε καὶ θέρους ὄντος_τότε καὶ

εἶδον ἐγώ, πρότερον δὲ οὔπω, Θρασύμαχον ἐρυθριῶντα_

ἐπειδὴ δὲ οὖν διωμολογησάμεθα τὴν δικαιοσύνην ἀρετὴν

(5)εἶναι καὶ σοφίαν, τὴν δὲ ἀδικίαν κακίαν τε καὶ ἀμαθίαν,

Εἶεν, ἦν δ’ ἐγώ, τοῦτο μὲν ἡμῖν οὕτω κείσθω, ἔφαμεν δὲ

δὴ καὶ ἰσχυρὸν εἶναι τὴν ἀδικίαν. ἢ οὐ μέμνησαι, ὦ

Θρασύμαχε;

     Μέμνημαι, ἔφη· ἀλλ’ ἔμοιγε οὐδὲ ἃ νῦν λέγεις ἀρέσκει,

(10)καὶ ἔχω περὶ αὐτῶν λέγειν. εἰ οὖν λέγοιμι, εὖ οἶδ’ ὅτι

350eδημηγορεῖν ἄν με φαίης. ἢ οὖν ἔα με εἰπεῖν ὅσα βούλομαι,

ἤ, εἰ βούλει ἐρωτᾶν, ἐρώτα· ἐγὼ δέ σοι, ὥσπερ ταῖς γραυσὶν

ταῖς τοὺς μύθους λεγούσαις, "εἶεν" ἐρῶ καὶ κατανεύσομαι

καὶ ἀνανεύσομαι.

(5)     Μηδαμῶς, ἦν δ’ ἐγώ, παρά γε τὴν σαυτοῦ δόξαν.

     Ὥστε σοί, ἔφη, ἀρέσκειν, ἐπειδήπερ οὐκ ἐᾷς λέγειν.

καίτοι τί ἄλλο βούλει;

     Οὐδὲν μὰ Δία, ἦν δ’ ἐγώ, ἀλλ’ εἴπερ τοῦτο ποιήσεις,

ποίει· ἐγὼ δὲ ἐρωτήσω.

(10)     Ἐρώτα δή.

     Τοῦτο τοίνυν ἐρωτῶ, ὅπερ ἄρτι, ἵνα καὶ ἑξῆς διασκεψώ-

351aμεθα τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς

ἀδικίαν. ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρό-

τερον εἴη ἀδικία δικαιοσύνης· νῦν δέ γ’, ἔφην, εἴπερ σοφία

τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ

(5)ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἡ ἀδικία_

οὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειεν_ἀλλ’ οὔ τι οὕτως ἁπλῶς,

ὦ Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι·

351bπόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν

δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ

ὑφ’ ἑαυτῇ ἔχειν δουλωσαμένην;

     Πῶς γὰρ οὔκ; ἔφη. καὶ τοῦτό γε ἡ ἀρίστη μάλιστα

(5)ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος.

     Μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν ὁ λόγος. ἀλλὰ τόδε

περὶ αὐτοῦ σκοπῶ· πότερον ἡ κρείττων γιγνομένη πόλις

πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἢ ἀνάγκη

αὐτῇ μετὰ δικαιοσύνης;

351c     Εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει_ἡ δικαιοσύνη

σοφία_μετὰ δικαιοσύνης· εἰ δ’ ὡς ἐγὼ ἔλεγον, μετὰ

ἀδικίας.

     Πάνυ ἄγαμαι, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις

(5)μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς.

     Σοὶ γάρ, ἔφη, χαρίζομαι.

     Εὖ γε σὺ ποιῶν· ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε·

δοκεῖς ἂν ἢ πόλιν ἢ στρατόπεδον ἢ λῃστὰς ἢ κλέπτας ἢ

ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν

(10)τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους;

351d     Οὐ δῆτα, ἦ δ’ ὅς.

     Τί δ’ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον;

     Πάνυ γε.

     Στάσεις γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση

(5)καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν

καὶ φιλίαν· ἦ γάρ;

     Ἔστω, ἦ δ’ ὅς, ἵνα σοι μὴ διαφέρωμαι.

     Ἀλλ’ εὖ γε σὺ ποιῶν, ὦ ἄριστε. τόδε δέ μοι λέγε·

ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ

(10)καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει

ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετ’

351eἀλλήλων πράττειν;

     Πάνυ γε.

     Τί δὲ ἂν ἐν δυοῖν ἐγγένηται; οὐ διοίσονται καὶ μισήσουσιν

καὶ ἐχθροὶ ἔσονται ἀλλήλοις τε καὶ τοῖς δικαίοις;

(5)     Ἔσονται, ἔφη.

     Ἐὰν δὲ δή, ὦ θαυμάσιε, ἐν ἑνὶ ἐγγένηται ἀδικία, μῶν

μὴ ἀπολεῖ τὴν αὑτῆς δύναμιν, ἢ οὐδὲν ἧττον ἕξει;

     Μηδὲν ἧττον ἐχέτω, ἔφη.

     Οὐκοῦν τοιάνδε τινὰ φαίνεται ἔχουσα τὴν δύναμιν, οἵαν, ᾧ

(10)ἂν ἐγγένηται, εἴτε πόλει τινὶ εἴτε γένει εἴτε στρατοπέδῳ εἴτε

352aἄλλῳ ὁτῳοῦν, πρῶτον μὲν ἀδύνατον αὐτὸ ποιεῖν πράττειν μεθ’

αὑτοῦ διὰ τὸ στασιάζειν καὶ διαφέρεσθαι, ἔτι δ’ ἐχθρὸν εἶναι

ἑαυτῷ τε καὶ τῷ ἐναντίῳ παντὶ καὶ τῷ δικαίῳ; οὐχ οὕτως;

     Πάνυ γε.

(5)     Καὶ ἐν ἑνὶ δὴ οἶμαι ἐνοῦσα ταὐτὰ ταῦτα ποιήσει ἅπερ

πέφυκεν ἐργάζεσθαι· πρῶτον μὲν ἀδύνατον αὐτὸν πράττειν

ποιήσει στασιάζοντα καὶ οὐχ ὁμονοοῦντα αὐτὸν ἑαυτῷ,

ἔπειτα ἐχθρὸν καὶ ἑαυτῷ καὶ τοῖς δικαίοις· ἦ γάρ;

     Ναί.

(10)     Δίκαιοι δέ γ’ εἰσίν, ὦ φίλε, καὶ οἱ θεοί;

     Ἔστω, ἔφη.

352b     Καὶ θεοῖς ἄρα ἐχθρὸς ἔσται ὁ ἄδικος, ὦ Θρασύμαχε, ὁ

δὲ δίκαιος φίλος.

     Εὐωχοῦ τοῦ λόγου, ἔφη, θαρρῶν· οὐ γὰρ ἔγωγέ σοι

ἐναντιώσομαι, ἵνα μὴ τοῖσδε ἀπέχθωμαι.

(5)     Ἴθι δή, ἦν δ’ ἐγώ, καὶ τὰ λοιπά μοι τῆς ἑστιάσεως ἀπο-

πλήρωσον ἀποκρινόμενος ὥσπερ καὶ νῦν. ὅτι μὲν γὰρ καὶ

σοφώτεροι καὶ ἀμείνους καὶ δυνατώτεροι πράττειν οἱ δίκαιοι

φαίνονται, οἱ δὲ ἄδικοι οὐδὲ πράττειν μετ’ ἀλλήλων οἷοί

352cτε_ἀλλὰ δὴ καὶ οὕς φαμεν ἐρρωμένως πώποτέ τι μετ’

ἀλλήλων κοινῇ πρᾶξαι ἀδίκους ὄντας, τοῦτο οὐ παντάπασιν

ἀληθὲς λέγομεν· οὐ γὰρ ἂν ἀπείχοντο ἀλλήλων κομιδῇ

ὄντες ἄδικοι, ἀλλὰ δῆλον ὅτι ἐνῆν τις αὐτοῖς δικαιοσύνη,

(5)ἣ αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφ’ οὓς ᾖσαν

ἅμα ἀδικεῖν, δι’ ἣν ἔπραξαν ἃ ἔπραξαν, ὥρμησαν δὲ ἐπὶ

τὰ ἄδικα ἀδικίᾳ ἡμιμόχθηροι ὄντες, ἐπεὶ οἵ γε παμπόνηροι

καὶ τελέως ἄδικοι τελέως εἰσὶ καὶ πράττειν ἀδύνατοι_ταῦτα

352dμὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλ’ οὐχ ὡς σὺ τὸ πρῶτον

ἐτίθεσο· εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν ἀδίκων καὶ

εὐδαιμονέστεροί εἰσιν, ὅπερ τὸ ὕστερον προυθέμεθα σκέψα-

σθαι, σκεπτέον. φαίνονται μὲν οὖν καὶ νῦν, ὥς γέ μοι δοκεῖ, ἐξ

(5)ὧν εἰρήκαμεν· ὅμως δ’ ἔτι βέλτιον σκεπτέον. οὐ γὰρ περὶ τοῦ

ἐπιτυχόντος ὁ λόγος, ἀλλὰ περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν.

     Σκόπει δή, ἔφη.

     Σκοπῶ, ἦν δ’ ἐγώ. καί μοι λέγε· δοκεῖ τί σοι εἶναι

ἵππου ἔργον;

352e     Ἔμοιγε.

     Ἆρ’ οὖν τοῦτο ἂν θείης καὶ ἵππου καὶ ἄλλου ὁτουοῦν

ἔργον, ὃ ἂν ἢ μόνῳ ἐκείνῳ ποιῇ τις ἢ ἄριστα;

     Οὐ μανθάνω, ἔφη.

(5)     Ἀλλ’ ὧδε· ἔσθ’ ὅτῳ ἂν ἄλλῳ ἴδοις ἢ ὀφθαλμοῖς;

     Οὐ δῆτα.

     Τί δέ; ἀκούσαις ἄλλῳ ἢ ὠσίν;

     Οὐδαμῶς.

     Οὐκοῦν δικαίως [ἂν] ταῦτα τούτων φαμὲν ἔργα εἶναι;

(10)     Πάνυ γε.

353a     Τί δέ; μαχαίρᾳ ἂν ἀμπέλου κλῆμα ἀποτέμοις καὶ σμίλῃ

καὶ ἄλλοις πολλοῖς;

     Πῶς γὰρ οὔ;

     Ἀλλ’ οὐδενί γ’ ἂν οἶμαι οὕτω καλῶς ὡς δρεπάνῳ τῷ ἐπὶ

(5)τούτῳ ἐργασθέντι.

     Ἀληθῆ.

     Ἆρ’ οὖν οὐ τοῦτο τούτου ἔργον θήσομεν;

     Θήσομεν μὲν οὖν.

     Νῦν δὴ οἶμαι ἄμεινον ἂν μάθοις ὃ ἄρτι ἠρώτων, πυνθανό-

(10)μενος εἰ οὐ τοῦτο ἑκάστου εἴη ἔργον ὃ ἂν ἢ μόνον τι ἢ

κάλλιστα τῶν ἄλλων ἀπεργάζηται.

     Ἀλλά, ἔφη, μανθάνω τε καί μοι δοκεῖ τοῦτο ἑκάστου

353bπράγματος ἔργον εἶναι.

     Εἶεν, ἦν δ’ ἐγώ. οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι

ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται; ἴωμεν δὲ ἐπὶ τὰ

αὐτὰ πάλιν· ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον;

(5)     Ἔστιν.

     Ἆρ’ οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν;

     Καὶ ἀρετή.

     Τί δέ; ὤτων ἦν τι ἔργον;

     Ναί.

(10)     Οὐκοῦν καὶ ἀρετή;

     Καὶ ἀρετή.

     Τί δὲ πάντων πέρι τῶν ἄλλων; οὐχ οὕτω;

     Οὕτω.

     Ἔχε δή· ἆρ’ ἄν ποτε ὄμματα τὸ αὑτῶν ἔργον καλῶς

353cἀπεργάσαιντο μὴ ἔχοντα τὴν αὑτῶν οἰκείαν ἀρετήν, ἀλλ’

ἀντὶ τῆς ἀρετῆς κακίαν;

     Καὶ πῶς ἄν; ἔφη· τυφλότητα γὰρ ἴσως λέγεις ἀντὶ τῆς

ὄψεως.

(5)     Ἥτις, ἦν δ’ ἐγώ, αὐτῶν ἡ ἀρετή· οὐ γάρ πω τοῦτο

ἐρωτῶ, ἀλλ’ εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ

ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς.

     Ἀληθές, ἔφη, τοῦτό γε λέγεις.

     Οὐκοῦν καὶ ὦτα στερόμενα τῆς αὑτῶν ἀρετῆς κακῶς τὸ

(10)αὑτῶν ἔργον ἀπεργάσεται;

     Πάνυ γε.

353d     Τίθεμεν οὖν καὶ τἆλλα πάντα εἰς τὸν αὐτὸν λόγον;

     Ἔμοιγε δοκεῖ.

     Ἴθι δή, μετὰ ταῦτα τόδε σκέψαι. ψυχῆς ἔστιν τι ἔργον

ὃ ἄλλῳ τῶν ὄντων οὐδ’ ἂν ἑνὶ πράξαις, οἷον τὸ τοιόνδε· τὸ

(5)ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ βουλεύεσθαι καὶ τὰ τοιαῦτα

πάντα, ἔσθ’ ὅτῳ ἄλλῳ ἢ ψυχῇ δικαίως ἂν αὐτὰ ἀποδοῖμεν

καὶ φαῖμεν ἴδια ἐκείνης εἶναι;

     Οὐδενὶ ἄλλῳ.

     Τί δ’ αὖ τὸ ζῆν; οὐ ψυχῆς φήσομεν ἔργον εἶναι;

(10)     Μάλιστά γ’, ἔφη.

     Οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι;

     Φαμέν.

353e     Ἆρ’ οὖν ποτε, ὦ Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ

ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἢ ἀδύνατον;

     Ἀδύνατον.

     Ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς ἄρχειν καὶ ἐπιμελεῖσθαι,

(5)τῇ δὲ ἀγαθῇ πάντα ταῦτα εὖ πράττειν.

     Ἀνάγκη.

     Οὐκοῦν ἀρετήν γε συνεχωρήσαμεν ψυχῆς εἶναι δικαιο-

σύνην, κακίαν δὲ ἀδικίαν;

     Συνεχωρήσαμεν γάρ.

(10)     Ἡ μὲν ἄρα δικαία ψυχὴ καὶ ὁ δίκαιος ἀνὴρ εὖ βιώσεται,

κακῶς δὲ ὁ ἄδικος.

     Φαίνεται, ἔφη, κατὰ τὸν σὸν λόγον.

354a     Ἀλλὰ μὴν ὅ γε εὖ ζῶν μακάριός τε καὶ εὐδαίμων, ὁ δὲ μὴ

τἀναντία.

     Πῶς γὰρ οὔ;

     Ὁ μὲν δίκαιος ἄρα εὐδαίμων, ὁ δ’ ἄδικος ἄθλιος.

(5)     Ἔστω, ἔφη.

     Ἀλλὰ μὴν ἄθλιόν γε εἶναι οὐ λυσιτελεῖ, εὐδαίμονα δέ.

     Πῶς γὰρ οὔ;

     Οὐδέποτ’ ἄρα, ὦ μακάριε Θρασύμαχε, λυσιτελέστερον

ἀδικία δικαιοσύνης.

(10)     Ταῦτα δή σοι, ἔφη, ὦ Σώκρατες, εἱστιάσθω ἐν τοῖς

Βενδιδίοις.

     Ὑπὸ σοῦ γε, ἦν δ’ ἐγώ, ὦ Θρασύμαχε, ἐπειδή μοι πρᾷος

ἐγένου καὶ χαλεπαίνων ἐπαύσω. οὐ μέντοι καλῶς γε

354bεἱστίαμαι, δι’ ἐμαυτὸν ἀλλ’ οὐ διὰ σέ· ἀλλ’ ὥσπερ οἱ

λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν

τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω,

πρὶν ὃ τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτ’

(5)ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ

αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ

ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἡ ἀδικία

τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν

ἀπ’ ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν

354cεἰδέναι· ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ὅ ἐστιν, σχολῇ εἴσομαι

εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων

αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων.