Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ΠΟΛΙΤΕΙΑ

Ϛ

484a     Οἱ μὲν δὴ φιλόσοφοι, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, καὶ οἱ μὴ

διὰ μακροῦ τινος διεξελθόντες λόγου μόγις πως ἀνεφάνησαν

οἵ εἰσιν ἑκάτεροι.

     Ἴσως γάρ, ἔφη, διὰ βραχέος οὐ ῥᾴδιον.

(5)     Οὐ φαίνεται, εἶπον· ἐμοὶ γοῦν ἔτι δοκεῖ ἂν βελτιόνως

φανῆναι εἰ περὶ τούτου μόνου ἔδει ῥηθῆναι, καὶ μὴ πολλὰ

τὰ λοιπὰ διελθεῖν μέλλοντι κατόψεσθαι τί διαφέρει βίος

484bδίκαιος ἀδίκου.

     Τί οὖν, ἔφη, τὸ μετὰ τοῦτο ἡμῖν;

     Τί δ’ ἄλλο, ἦν δ’ ἐγώ, ἢ τὸ ἑξῆς; ἐπειδὴ φιλόσοφοι

μὲν οἱ τοῦ ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχοντος δυνάμενοι

(5)ἐφάπτεσθαι, οἱ δὲ μὴ ἀλλ’ ἐν πολλοῖς καὶ παντοίως ἴσχουσιν

πλανώμενοι οὐ φιλόσοφοι, ποτέρους δὴ δεῖ πόλεως ἡγεμόνας

εἶναι;

     Πῶς οὖν λέγοντες ἂν αὐτό, ἔφη, μετρίως λέγοιμεν;

     Ὁπότεροι ἄν, ἦν δ’ ἐγώ, δυνατοὶ φαίνωνται φυλάξαι

(10)νόμους τε καὶ ἐπιτηδεύματα πόλεων, τούτους καθιστάναι

484cφύλακας.

     Ὀρθῶς, ἔφη.

     Τόδε δέ, ἦν δ’ ἐγώ, ἆρα δῆλον, εἴτε τυφλὸν εἴτε ὀξὺ

ὁρῶντα χρὴ φύλακα τηρεῖν ὁτιοῦν;

(5)     Καὶ πῶς, ἔφη, οὐ δῆλον;

     Ἦ οὖν δοκοῦσί τι τυφλῶν διαφέρειν οἱ τῷ ὄντι τοῦ ὄντος

ἑκάστου ἐστερημένοι τῆς γνώσεως, καὶ μηδὲν ἐναργὲς ἐν τῇ

ψυχῇ ἔχοντες παράδειγμα, μηδὲ δυνάμενοι ὥσπερ γραφῆς

εἰς τὸ ἀληθέστατον ἀποβλέποντες κἀκεῖσε ἀεὶ ἀναφέροντές τε

484dκαὶ θεώμενοι ὡς οἷόν τε ἀκριβέστατα, οὕτω δὴ καὶ τὰ ἐνθάδε

νόμιμα καλῶν τε πέρι καὶ δικαίων καὶ ἀγαθῶν τίθεσθαί

τε, ἐὰν δέῃ τίθεσθαι, καὶ τὰ κείμενα φυλάττοντες σῴζειν;

     Οὐ μὰ τὸν Δία, ἦ δ’ ὅς, οὐ πολύ τι διαφέρει.

(5)     Τούτους οὖν μᾶλλον φύλακας στησόμεθα ἢ τοὺς ἐγνω-

κότας μὲν ἕκαστον τὸ ὄν, ἐμπειρίᾳ δὲ μηδὲν ἐκείνων ἐλλεί-

ποντας μηδ’ ἐν ἄλλῳ μηδενὶ μέρει ἀρετῆς ὑστεροῦντας;

     Ἄτοπον μεντἄν, ἔφη, εἴη ἄλλους αἱρεῖσθαι, εἴ γε τἆλλα

μὴ ἐλλείποιντο· τούτῳ γὰρ αὐτῷ σχεδόν τι τῷ μεγίστῳ ἂν

(10)προέχοιεν.

485a     Οὐκοῦν τοῦτο δὴ λέγωμεν, τίνα τρόπον οἷοί τ’ ἔσονται

οἱ αὐτοὶ κἀκεῖνα καὶ ταῦτα ἔχειν;

     Πάνυ μὲν οὖν.

     Ὃ τοίνυν ἀρχόμενοι τούτου τοῦ λόγου ἐλέγομεν, τὴν

(5)φύσιν αὐτῶν πρῶτον δεῖ καταμαθεῖν· καὶ οἶμαι, ἐὰν ἐκείνην

ἱκανῶς ὁμολογήσωμεν, ὁμολογήσειν καὶ ὅτι οἷοί τε ταῦτα

ἔχειν οἱ αὐτοί, ὅτι τε οὐκ ἄλλους πόλεων ἡγεμόνας δεῖ

εἶναι ἢ τούτους.

     Πῶς;

(10)     Τοῦτο μὲν δὴ τῶν φιλοσόφων φύσεων πέρι ὡμολογήσθω

485bἡμῖν ὅτι μαθήματός γε ἀεὶ ἐρῶσιν ὃ ἂν αὐτοῖς δηλοῖ ἐκείνης

τῆς οὐσίας τῆς ἀεὶ οὔσης καὶ μὴ πλανωμένης ὑπὸ γενέσεως

καὶ φθορᾶς.

     Ὡμολογήσθω.

(5)     Καὶ μήν, ἦν δ’ ἐγώ, καὶ ὅτι πάσης αὐτῆς, καὶ οὔτε

σμικροῦ οὔτε μείζονος οὔτε τιμιωτέρου οὔτε ἀτιμοτέρου μέρους

ἑκόντες ἀφίενται, ὥσπερ ἐν τοῖς πρόσθεν περί τε τῶν

φιλοτίμων καὶ ἐρωτικῶν διήλθομεν.

     Ὀρθῶς, ἔφη, λέγεις.

(10)     Τόδε τοίνυν μετὰ τοῦτο σκόπει εἰ ἀνάγκη ἔχειν πρὸς

485cτούτῳ ἐν τῇ φύσει οἳ ἂν μέλλωσιν ἔσεσθαι οἵους ἐλέγομεν.

     Τὸ ποῖον;

     Τὴν ἀψεύδειαν καὶ τὸ ἑκόντας εἶναι μηδαμῇ προσδέχεσθαι

τὸ ψεῦδος ἀλλὰ μισεῖν, τὴν δ’ ἀλήθειαν στέργειν.

(5)     Εἰκός γ’, ἔφη.

     Οὐ μόνον γε, ὦ φίλε, εἰκός, ἀλλὰ καὶ πᾶσα ἀνάγκη τὸν

ἐρωτικῶς του φύσει ἔχοντα πᾶν τὸ συγγενές τε καὶ οἰκεῖον

τῶν παιδικῶν ἀγαπᾶν.

     Ὀρθῶς, ἔφη.

(10)     Ἦ οὖν οἰκειότερον σοφίᾳ τι ἀληθείας ἂν εὕροις;

     Καὶ πῶς; ἦ δ’ ὅς.

     Ἦ οὖν δυνατὸν εἶναι τὴν αὐτὴν φύσιν φιλόσοφόν τε καὶ

485dφιλοψευδῆ;

     Οὐδαμῶς γε.

     Τὸν ἄρα τῷ ὄντι φιλομαθῆ πάσης ἀληθείας δεῖ εὐθὺς ἐκ

νέου ὅτι μάλιστα ὀρέγεσθαι.

(5)     Παντελῶς γε.

     Ἀλλὰ μὴν ὅτῳ γε εἰς ἕν τι αἱ ἐπιθυμίαι σφόδρα ῥέπου-

σιν, ἴσμεν που ὅτι εἰς τἆλλα τούτῳ ἀσθενέστεραι, ὥσπερ

ῥεῦμα ἐκεῖσε ἀπωχετευμένον.

     Τί μήν;

(10)     Ὧι δὴ πρὸς τὰ μαθήματα καὶ πᾶν τὸ τοιοῦτον ἐρρυήκασιν,

περὶ τὴν τῆς ψυχῆς οἶμαι ἡδονὴν αὐτῆς καθ’ αὑτὴν εἶεν ἄν,

τὰς δὲ διὰ τοῦ σώματος ἐκλείποιεν, εἰ μὴ πεπλασμένως ἀλλ’

485eἀληθῶς φιλόσοφός τις εἴη.

     Μεγάλη ἀνάγκη.

     Σώφρων μὴν ὅ γε τοιοῦτος καὶ οὐδαμῇ φιλοχρήματος·

ὧν γὰρ ἕνεκα χρήματα μετὰ πολλῆς δαπάνης σπουδάζεται,

(5)ἄλλῳ τινὶ μᾶλλον ἢ τούτῳ προσήκει σπουδάζειν.

     Οὕτω.

486a     Καὶ μήν που καὶ τόδε δεῖ σκοπεῖν, ὅταν κρίνειν μέλλῃς

φύσιν φιλόσοφόν τε καὶ μή.

     Τὸ ποῖον;

     Μή σε λάθῃ μετέχουσα ἀνελευθερίας· ἐναντιώτατον γάρ

(5)που σμικρολογία ψυχῇ μελλούσῃ τοῦ ὅλου καὶ παντὸς ἀεὶ

ἐπορέξεσθαι θείου τε καὶ ἀνθρωπίνου.

     Ἀληθέστατα, ἔφη.

     Ἧι οὖν ὑπάρχει διανοίᾳ μεγαλοπρέπεια καὶ θεωρία παντὸς

μὲν χρόνου, πάσης δὲ οὐσίας, οἷόν τε οἴει τούτῳ μέγα τι

(10)δοκεῖν εἶναι τὸν ἀνθρώπινον βίον;

     Ἀδύνατον, ἦ δ’ ὅς.

486b     Οὐκοῦν καὶ θάνατον οὐ δεινόν τι ἡγήσεται ὁ τοιοῦτος;

     Ἥκιστά γε.

     Δειλῇ δὴ καὶ ἀνελευθέρῳ φύσει φιλοσοφίας ἀληθινῆς, ὡς

ἔοικεν, οὐκ ἂν μετείη.

(5)     Οὔ μοι δοκεῖ.

     Τί οὖν; ὁ κόσμιος καὶ μὴ φιλοχρήματος μηδ’ ἀνελεύθερος

μηδ’ ἀλαζὼν μηδὲ δειλὸς ἔσθ’ ὅπῃ ἂν δυσσύμβολος ἢ ἄδικος

γένοιτο;

     Οὐκ ἔστιν.

(10)     Καὶ τοῦτο δὴ ψυχὴν σκοπῶν φιλόσοφον καὶ μὴ εὐθὺς

νέου ὄντος ἐπισκέψῃ, εἰ ἄρα δικαία τε καὶ ἥμερος ἢ δυσκοι-

νώνητος καὶ ἀγρία.

     Πάνυ μὲν οὖν.

486c     Οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι.

     Τὸ ποῖον;

     Εὐμαθὴς ἢ δυσμαθής. ἢ προσδοκᾷς ποτέ τινά τι ἱκανῶς

ἂν στέρξαι, ὃ πράττων ἂν ἀλγῶν τε πράττοι καὶ μόγις

(5)σμικρὸν ἀνύτων;

     Οὐκ ἂν γένοιτο.

     Τί δ’ εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως;

ἆρ’ ἂν οἷός τ’ εἴη ἐπιστήμης μὴ κενὸς εἶναι;

     Καὶ πῶς;

(10)     Ἀνόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν

αὑτόν τε μισεῖν καὶ τὴν τοιαύτην πρᾶξιν;

     Πῶς δ’ οὔ;

486d     Ἐπιλήσμονα ἄρα ψυχὴν ἐν ταῖς ἱκανῶς φιλοσόφοις μή

ποτε ἐγκρίνωμεν, ἀλλὰ μνημονικὴν αὐτὴν ζητῶμεν δεῖν εἶναι.

     Παντάπασι μὲν οὖν.

     Ἀλλ’ οὐ μὴν τό γε τῆς ἀμούσου τε καὶ ἀσχήμονος φύσεως

(5)ἄλλοσέ ποι ἂν φαῖμεν ἕλκειν ἢ εἰς ἀμετρίαν.

     Τί μήν;

     Ἀλήθειαν δ’ ἀμετρίᾳ ἡγῇ συγγενῆ εἶναι ἢ ἐμμετρίᾳ;

     Ἐμμετρίᾳ.

     Ἔμμετρον ἄρα καὶ εὔχαριν ζητῶμεν πρὸς τοῖς ἄλλοις

(10)διάνοιαν φύσει, ἣν ἐπὶ τὴν τοῦ ὄντος ἰδέαν ἑκάστου τὸ

αὐτοφυὲς εὐάγωγον παρέξει.

     Πῶς δ’ οὔ;

486e     Τί οὖν; μή πῃ δοκοῦμέν σοι οὐκ ἀναγκαῖα ἕκαστα διεληλυ-

θέναι καὶ ἑπόμενα ἀλλήλοις τῇ μελλούσῃ τοῦ ὄντος ἱκανῶς

τε καὶ τελέως ψυχῇ μεταλήψεσθαι;

487a     Ἀναγκαιότατα μὲν οὖν, ἔφη.

     Ἔστιν οὖν ὅπῃ μέμψῃ τοιοῦτον ἐπιτήδευμα, ὃ μή ποτ’ ἄν

τις οἷός τε γένοιτο ἱκανῶς ἐπιτηδεῦσαι, εἰ μὴ φύσει εἴη

μνήμων, εὐμαθής, μεγαλοπρεπής, εὔχαρις, φίλος τε καὶ

(5)συγγενὴς ἀληθείας, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης;

     Οὐδ’ ἂν ὁ Μῶμος, ἔφη, τό γε τοιοῦτον μέμψαιτο.

     Ἀλλ’, ἦν δ’ ἐγώ, τελειωθεῖσι τοῖς τοιούτοις παιδείᾳ τε καὶ

ἡλικίᾳ ἆρα οὐ μόνοις ἂν τὴν πόλιν ἐπιτρέποις;

487b     Καὶ ὁ Ἀδείμαντος, Ὦ Σώκρατες, ἔφη, πρὸς μὲν ταῦτά

σοι οὐδεὶς ἂν οἷός τ’ εἴη ἀντειπεῖν. ἀλλὰ γὰρ τοιόνδε τι

πάσχουσιν οἱ ἀκούοντες ἑκάστοτε ἃ νῦν λέγεις· ἡγοῦνται δι’

ἀπειρίαν τοῦ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ὑπὸ τοῦ λόγου παρ’

(5)ἕκαστον τὸ ἐρώτημα σμικρὸν παραγόμενοι, ἁθροισθέντων τῶν

σμικρῶν ἐπὶ τελευτῆς τῶν λόγων μέγα τὸ σφάλμα καὶ ἐναν-

τίον τοῖς πρώτοις ἀναφαίνεσθαι, καὶ ὥσπερ ὑπὸ τῶν πεττεύειν

δεινῶν οἱ μὴ τελευτῶντες ἀποκλείονται καὶ οὐκ ἔχουσιν ὅτι

487cφέρωσιν, οὕτω καὶ σφεῖς τελευτῶντες ἀποκλείεσθαι καὶ οὐκ

ἔχειν ὅτι λέγωσιν ὑπὸ πεττείας αὖ ταύτης τινὸς ἑτέρας, οὐκ ἐν

ψήφοις ἀλλ’ ἐν λόγοις· ἐπεὶ τό γε ἀληθὲς οὐδέν τι μᾶλλον

ταύτῃ ἔχειν. λέγω δ’ εἰς τὸ παρὸν ἀποβλέψας. νῦν γὰρ

(5)φαίη ἄν τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθ’ ἕκαστον τὸ ἐρωτώ-

μενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ φιλοσοφίαν

ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες

487dἀπαλλάττωνται, ἀλλὰ μακρότερον ἐνδιατρίψωσιν, τοὺς μὲν

πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους, ἵνα μὴ παμπο-

νήρους εἴπωμεν, τοὺς δ’ ἐπιεικεστάτους δοκοῦντας ὅμως

τοῦτό γε ὑπὸ τοῦ ἐπιτηδεύματος οὗ σὺ ἐπαινεῖς πάσχοντας,

(5)ἀχρήστους ταῖς πόλεσι γιγνομένους.

     Καὶ ἐγὼ ἀκούσας, Οἴει οὖν, εἶπον, τοὺς ταῦτα λέγοντας

ψεύδεσθαι;

     Οὐκ οἶδα, ἦ δ’ ὅς, ἀλλὰ τὸ σοὶ δοκοῦν ἡδέως ἂν

ἀκούοιμι.

(10)     Ἀκούοις ἂν ὅτι ἔμοιγε φαίνονται τἀληθῆ λέγειν.

487e     Πῶς οὖν, ἔφη, εὖ ἔχει λέγειν ὅτι οὐ πρότερον κακῶν

παύσονται αἱ πόλεις, πρὶν ἂν ἐν αὐταῖς οἱ φιλόσοφοι

ἄρξωσιν, οὓς ἀχρήστους ὁμολογοῦμεν αὐταῖς εἶναι;

     Ἐρωτᾷς, ἦν δ’ ἐγώ, ἐρώτημα δεόμενον ἀποκρίσεως δι’

(5)εἰκόνος λεγομένης.

     Σὺ δέ γε, ἔφη, οἶμαι οὐκ εἴωθας δι’ εἰκόνων λέγειν.

     Εἶεν, εἶπον· σκώπτεις ἐμβεβληκώς με εἰς λόγον οὕτω

488aδυσαπόδεικτον; ἄκουε δ’ οὖν τῆς εἰκόνος, ἵν’ ἔτι μᾶλλον

ἴδῃς ὡς γλίσχρως εἰκάζω. οὕτω γὰρ χαλεπὸν τὸ πάθος

τῶν ἐπιεικεστάτων, ὃ πρὸς τὰς πόλεις πεπόνθασιν, ὥστε

οὐδ’ ἔστιν ἓν οὐδὲν ἄλλο τοιοῦτον πεπονθός, ἀλλὰ δεῖ

(5)ἐκ πολλῶν αὐτὸ συναγαγεῖν εἰκάζοντα καὶ ἀπολογούμενον

ὑπὲρ αὐτῶν, οἷον οἱ γραφῆς τραγελάφους καὶ τὰ τοιαῦτα

μειγνύντες γράφουσιν. νόησον γὰρ τοιουτονὶ γενόμενον εἴτε

πολλῶν νεῶν πέρι εἴτε μιᾶς· ναύκληρον μεγέθει μὲν καὶ

488bῥώμῃ ὑπὲρ τοὺς ἐν τῇ νηὶ πάντας, ὑπόκωφον δὲ καὶ ὁρῶντα

ὡσαύτως βραχύ τι καὶ γιγνώσκοντα περὶ ναυτικῶν ἕτερα

τοιαῦτα, τοὺς δὲ ναύτας στασιάζοντας πρὸς ἀλλήλους περὶ

τῆς κυβερνήσεως, ἕκαστον οἰόμενον δεῖν κυβερνᾶν, μήτε

(5)μαθόντα πώποτε τὴν τέχνην μέτε ἔχοντα ἀποδεῖξαι διδά-

σκαλον ἑαυτοῦ μηδὲ χρόνον ἐν ᾧ ἐμάνθανεν, πρὸς δὲ τούτοις

φάσκοντας μηδὲ διδακτὸν εἶναι, ἀλλὰ καὶ τὸν λέγοντα ὡς

διδακτὸν ἑτοίμους κατατέμνειν, αὐτοὺς δὲ αὐτῷ ἀεὶ τῷ

488cναυκλήρῳ περικεχύσθαι δεομένους καὶ πάντα ποιοῦντας ὅπως

ἂν σφίσι τὸ πηδάλιον ἐπιτρέψῃ, ἐνίοτε δ’ ἂν μὴ πείθωσιν

ἀλλὰ ἄλλοι μᾶλλον, τοὺς μὲν ἄλλους ἢ ἀποκτεινύντας ἢ

ἐκβάλλοντας ἐκ τῆς νεώς, τὸν δὲ γενναῖον ναύκληρον μαν-

(5)δραγόρᾳ ἢ μέθῃ ἤ τινι ἄλλῳ συμποδίσαντας τῆς νεὼς ἄρχειν

χρωμένους τοῖς ἐνοῦσι, καὶ πίνοντάς τε καὶ εὐωχουμένους

πλεῖν ὡς τὸ εἰκὸς τοὺς τοιούτους, πρὸς δὲ τούτοις ἐπαι-

488dνοῦντας ναυτικὸν μὲν καλοῦντας καὶ κυβερνητικὸν καὶ ἐπι-

στάμενον τὰ κατὰ ναῦν, ὃς ἂν συλλαμβάνειν δεινὸς ᾖ ὅπως

ἄρξουσιν ἢ πείθοντες ἢ βιαζόμενοι τὸν ναύκληρον, τὸν δὲ

μὴ τοιοῦτον ψέγοντας ὡς ἄχρηστον, τοῦ δὲ ἀληθινοῦ κυ-

(5)βερνήτου πέρι μηδ’ ἐπαΐοντες, ὅτι ἀνάγκη αὐτῷ τὴν ἐπιμέ-

λειαν ποιεῖσθαι ἐνιαυτοῦ καὶ ὡρῶν καὶ οὐρανοῦ καὶ ἄστρων

καὶ πνευμάτων καὶ πάντων τῶν τῇ τέχνῃ προσηκόντων, εἰ

μέλλει τῷ ὄντι νεὼς ἀρχικὸς ἔσεσθαι, ὅπως δὲ κυβερνήσει

488eἐάντε τινες βούλωνται ἐάντε μή, μήτε τέχνην τούτου μήτε

μελέτην οἰόμενοι δυνατὸν εἶναι λαβεῖν ἅμα καὶ τὴν κυβερ-

νητικήν. τοιούτων δὴ περὶ τὰς ναῦς γιγνομένων τὸν ὡς

ἀληθῶς κυβερνητικὸν οὐχ ἡγῇ ἂν τῷ ὄντι μετεωροσκόπον

489aτε καὶ ἀδολέσχην καὶ ἄχρηστόν σφισι καλεῖσθαι ὑπὸ τῶν

ἐν ταῖς οὕτω κατεσκευασμέναις ναυσὶ πλωτήρων;

     Καὶ μάλα, ἔφη ὁ Ἀδείμαντος.

     Οὐ δή, ἦν δ’ ἐγώ, οἶμαι δεῖσθαί σε ἐξεταζομένην τὴν

(5)εἰκόνα ἰδεῖν, ὅτι ταῖς πόλεσι πρὸς τοὺς ἀληθινοὺς φιλοσό-

φους τὴν διάθεσιν ἔοικεν, ἀλλὰ μανθάνειν ὃ λέγω.

     Καὶ μάλ’, ἔφη.

     Πρῶτον μὲν τοίνυν ἐκεῖνον τὸν θαυμάζοντα ὅτι οἱ

φιλόσοφοι οὐ τιμῶνται ἐν ταῖς πόλεσι δίδασκέ τε τὴν

(10)εἰκόνα καὶ πειρῶ πείθειν ὅτι πολὺ ἂν θαυμαστότερον ἦν

489bεἰ ἐτιμῶντο.

     Ἀλλὰ διδάξω, ἔφη.

     Καὶ ὅτι τοίνυν τἀληθῆ λέγεις, ὡς ἄχρηστοι τοῖς πολλοῖς

οἱ ἐπιεικέστατοι τῶν ἐν φιλοσοφίᾳ· τῆς μέντοι ἀχρηστίας

(5)τοὺς μὴ χρωμένους κέλευε αἰτιᾶσθαι, ἀλλὰ μὴ τοὺς ἐπιεικεῖς.

οὐ γὰρ ἔχει φύσιν κυβερνήτην ναυτῶν δεῖσθαι ἄρχεσθαι

ὑφ’ αὑτοῦ οὐδὲ τοὺς σοφοὺς ἐπὶ τὰς τῶν πλουσίων θύρας

ἰέναι, ἀλλ’ ὁ τοῦτο κομψευσάμενος ἐψεύσατο, τὸ δὲ ἀληθὲς

πέφυκεν, ἐάντε πλούσιος ἐάντε πένης κάμνῃ, ἀναγκαῖον

489cεἶναι ἐπὶ ἰατρῶν θύρας ἰέναι καὶ πάντα τὸν ἄρχεσθαι δεό-

μενον ἐπὶ τὰς τοῦ ἄρχειν δυναμένου, οὐ τὸν ἄρχοντα δεῖσθαι

τῶν ἀρχομένων ἄρχεσθαι, οὗ ἂν τῇ ἀληθείᾳ τι ὄφελος ᾖ.

ἀλλὰ τοὺς νῦν πολιτικοὺς ἄρχοντας ἀπεικάζων οἷς ἄρτι

(5)ἐλέγομεν ναύταις οὐχ ἁμαρτήσῃ, καὶ τοὺς ὑπὸ τούτων

ἀχρήστους λεγομένους καὶ μετεωρολέσχας τοῖς ὡς ἀληθῶς

κυβερνήταις.

     Ὀρθότατα, ἔφη.

     Ἔκ τε τοίνυν τούτων καὶ ἐν τούτοις οὐ ῥᾴδιον εὐδοκιμεῖν

(10)τὸ βέλτιστον ἐπιτήδευμα ὑπὸ τῶν τἀναντία ἐπιτηδευόντων·

489dπολὺ δὲ μεγίστη καὶ ἰσχυροτάτη διαβολὴ γίγνεται φιλοσοφίᾳ

διὰ τοὺς τὰ τοιαῦτα φάσκοντας ἐπιτηδεύειν, οὓς δὴ σὺ φῂς

τὸν ἐγκαλοῦντα τῇ φιλοσοφίᾳ λέγειν ὡς παμπόνηροι οἱ

πλεῖστοι τῶν ἰόντων ἐπ’ αὐτήν, οἱ δὲ ἐπιεικέστατοι ἄχρηστοι,

(5)καὶ ἐγὼ συνεχώρησα ἀληθῆ σε λέγειν. ἦ γάρ;

     Ναί.

     Οὐκοῦν τῆς μὲν τῶν ἐπιεικῶν ἀχρηστίας τὴν αἰτίαν

διεληλύθαμεν;

     Καὶ μάλα.

(10)     Τῆς δὲ τῶν πολλῶν πονηρίας τὴν ἀνάγκην βούλει τὸ

μετὰ τοῦτο διέλθωμεν, καὶ ὅτι οὐδὲ τούτου φιλοσοφία αἰτία,

489eἂν δυνώμεθα, πειραθῶμεν δεῖξαι;

     Πάνυ μὲν οὖν.

     Ἀκούωμεν δὴ καὶ λέγωμεν ἐκεῖθεν ἀναμνησθέντες, ὅθεν

διῇμεν τὴν φύσιν οἷον ἀνάγκη φῦναι τὸν καλόν τε κἀγαθὸν

490aἐσόμενον. ἡγεῖτο δ’ αὐτῷ, εἰ νῷ ἔχεις, πρῶτον μὲν ἀλήθεια,

ἣν διώκειν αὐτὸν πάντως καὶ πάντῃ ἔδει ἢ ἀλαζόνι ὄντι

μηδαμῇ μετεῖναι φιλοσοφίας ἀληθινῆς.

     Ἦν γὰρ οὕτω λεγόμενον.

(5)     Οὐκοῦν ἓν μὲν τοῦτο σφόδρα οὕτω παρὰ δόξαν τοῖς νῦν

δοκουμένοις περὶ αὐτοῦ;

     Καὶ μάλα, ἔφη.

     Ἆρ’ οὖν δὴ οὐ μετρίως ἀπολογησόμεθα ὅτι πρὸς τὸ ὂν

πεφυκὼς εἴη ἁμιλλᾶσθαι ὅ γε ὄντως φιλομαθής, καὶ οὐκ

490bἐπιμένοι ἐπὶ τοῖς δοξαζομένοις εἶναι πολλοῖς ἑκάστοις, ἀλλ’

ἴοι καὶ οὐκ ἀμβλύνοιτο οὐδ’ ἀπολήγοι τοῦ ἔρωτος, πρὶν

αὐτοῦ ὃ ἔστιν ἑκάστου τῆς φύσεως ἅψασθαι ᾧ προσήκει

ψυχῆς ἐφάπτεσθαι τοῦ τοιούτου_προσήκει δὲ συγγενεῖ_

(5)ᾧ πλησιάσας καὶ μιγεὶς τῷ ὄντι ὄντως, γεννήσας νοῦν καὶ

ἀλήθειαν, γνοίη τε καὶ ἀληθῶς ζῴη καὶ τρέφοιτο καὶ οὕτω

λήγοι ὠδῖνος, πρὶν δ’ οὔ;

     Ὡς οἷόν τ’, ἔφη, μετριώτατα.

     Τί οὖν; τούτῳ τι μετέσται ψεῦδος ἀγαπᾶν ἢ πᾶν τοὐ-

(10)ναντίον μισεῖν;

490c     Μισεῖν, ἔφη.

     Ἡγουμένης δὴ ἀληθείας οὐκ ἄν ποτε οἶμαι φαμὲν αὐτῇ

χορὸν κακῶν ἀκολουθῆσαι.

     Πῶς γάρ;

(5)     Ἀλλ’ ὑγιές τε καὶ δίκαιον ἦθος, ᾧ καὶ σωφροσύνην

ἕπεσθαι.

     Ὀρθῶς, ἔφη.

     Καὶ δὴ τὸν ἄλλον τῆς φιλοσόφου φύσεως χορὸν τί δεῖ

πάλιν ἐξ ἀρχῆς ἀναγκάζοντα τάττειν; μέμνησαι γάρ που

(10)ὅτι συνέβη προσῆκον τούτοις ἀνδρεία, μεγαλοπρέπεια, εὐ-

μάθεια, μνήμη· καὶ σοῦ ἐπιλαβομένου ὅτι πᾶς μὲν ἀναγκ-

490dασθήσεται ὁμολογεῖν οἷς λέγομεν, ἐάσας δὲ τοὺς λόγους,

εἰς αὐτοὺς ἀποβλέψας περὶ ὧν ὁ λόγος, φαίη ὁρᾶν αὐτῶν

τοὺς μὲν ἀχρήστους, τοὺς δὲ πολλοὺς κακοὺς πᾶσαν κακίαν,

τῆς διαβολῆς τὴν αἰτίαν ἐπισκοποῦντες ἐπὶ τούτῳ νῦν

(5)γεγόναμεν, τί ποθ’ οἱ πολλοὶ κακοί, καὶ τούτου δὴ ἕνεκα

πάλιν ἀνειλήφαμεν τὴν τῶν ἀληθῶς φιλοσόφων φύσιν καὶ

ἐξ ἀνάγκης ὡρισάμεθα.

490e     Ἔστιν, ἔφη, ταῦτα.

     Ταύτης δή, ἦν δ’ ἐγώ, τῆς φύσεως δεῖ θεάσασθαι τὰς

φθοράς, ὡς διόλλυται ἐν πολλοῖς, σμικρὸν δέ τι ἐκφεύγει,

οὓς δὴ καὶ οὐ πονηρούς, ἀχρήστους δὲ καλοῦσι· καὶ μετὰ

491aτοῦτο αὖ τὰς μιμουμένας ταύτην καὶ εἰς τὸ ἐπιτήδευμα

καθισταμένας αὐτῆς, οἷαι οὖσαι φύσεις ψυχῶν εἰς ἀνάξιον

καὶ μεῖζον ἑαυτῶν ἀφικνούμεναι ἐπιτήδευμα, πολλαχῇ

πλημμελοῦσαι, πανταχῇ καὶ ἐπὶ πάντας δόξαν οἵαν λέγεις

(5)φιλοσοφίᾳ προσῆψαν.

     Τίνας δέ, ἔφη, τὰς διαφθορὰς λέγεις;

     Ἐγώ σοι, εἶπον, ἂν οἷός τε γένωμαι, πειράσομαι διελθεῖν.

τόδε μὲν οὖν οἶμαι πᾶς ἡμῖν ὁμολογήσει, τοιαύτην φύσιν

καὶ πάντα ἔχουσαν ὅσα προσετάξαμεν νυνδή, εἰ τελέως

491bμέλλοι φιλόσοφος γενέσθαι, ὀλιγάκις ἐν ἀνθρώποις φύεσθαι

καὶ ὀλίγας. ἢ οὐκ οἴει;

     Σφόδρα γε.

     Τούτων δὴ τῶν ὀλίγων σκόπει ὡς πολλοὶ ὄλεθροι καὶ

(5)μεγάλοι.

     Τίνες δή;

     Ὃ μὲν πάντων θαυμαστότατον ἀκοῦσαι, ὅτι ἓν ἕκαστον

ὧν ἐπῃνέσαμεν τῆς φύσεως ἀπόλλυσι τὴν ἔχουσαν ψυχὴν

καὶ ἀποσπᾷ φιλοσοφίας. λέγω δὲ ἀνδρείαν, σωφροσύνην

(10)καὶ πάντα ἃ διήλθομεν.

     Ἄτοπον, ἔφη, ἀκοῦσαι.

491c     Ἔτι τοίνυν, ἦν δ’ ἐγώ, πρὸς τούτοις τὰ λεγόμενα ἀγαθὰ

πάντα φθείρει καὶ ἀποσπᾷ, κάλλος καὶ πλοῦτος καὶ ἰσχὺς

σώματος καὶ συγγένεια ἐρρωμένη ἐν πόλει καὶ πάντα τὰ

τούτων οἰκεῖα· ἔχεις γὰρ τὸν τύπον ὧν λέγω.

(5)     Ἔχω, ἔφη· καὶ ἡδέως γ’ ἂν ἀκριβέστερον ἃ λέγεις

πυθοίμην.

     Λαβοῦ τοίνυν, ἦν δ’ ἐγώ, ὅλου αὐτοῦ ὀρθῶς, καί σοι

εὔδηλόν τε φανεῖται καὶ οὐκ ἄτοπα δόξει τὰ προειρημένα

περὶ αὐτῶν.

(10)     Πῶς οὖν, ἔφη, κελεύεις;

491d     Παντός, ἦν δ’ ἐγώ, σπέρματος πέρι ἢ φυτοῦ, εἴτε ἐγγείων

εἴτε τῶν ζῴων, ἴσμεν ὅτι τὸ μὴ τυχὸν τροφῆς ἧς προσήκει

ἑκάστῳ μηδ’ ὥρας μηδὲ τόπου, ὅσῳ ἂν ἐρρωμενέστερον ᾖ,

τοσούτῳ πλειόνων ἐνδεῖ τῶν πρεπόντων· ἀγαθῷ γάρ που

(5)κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ.

     Πῶς δ’ οὔ;

     Ἔχει δὴ οἶμαι λόγον τὴν ἀρίστην φύσιν ἐν ἀλλοτριωτέρᾳ

οὖσαν τροφῇ κάκιον ἀπαλλάττειν τῆς φαύλης.

     Ἔχει.

491e     Οὐκοῦν, ἦν δ’ ἐγώ, ὦ Ἀδείμαντε, καὶ τὰς ψυχὰς οὕτω

φῶμεν τὰς εὐφυεστάτας κακῆς παιδαγωγίας τυχούσας

διαφερόντως κακὰς γίγνεσθαι; ἢ οἴει τὰ μεγάλα ἀδικήματα

καὶ τὴν ἄκρατον πονηρίαν ἐκ φαύλης ἀλλ’ οὐκ ἐκ νεανικῆς

(5)φύσεως τροφῇ διολομένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν

μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτίαν ποτὲ ἔσεσθαι;

     Οὔκ, ἀλλά, ἦ δ’ ὅς, οὕτως.

492a     Ἣν τοίνυν ἔθεμεν τοῦ φιλοσόφου φύσιν, ἂν μὲν οἶμαι

μαθήσεως προσηκούσης τύχῃ, εἰς πᾶσαν ἀρετὴν ἀνάγκη

αὐξανομένην ἀφικνεῖσθαι, ἐὰν δὲ μὴ ἐν προσηκούσῃ σπα-

ρεῖσά τε καὶ φυτευθεῖσα τρέφηται, εἰς πάντα τἀναντία αὖ,

(5)ἐὰν μή τις αὐτῇ βοηθήσας θεῶν τύχῃ. ἢ καὶ σὺ ἡγῇ,

ὥσπερ οἱ πολλοί, διαφθειρομένους τινὰς εἶναι ὑπὸ σοφιστῶν

νέους, διαφθείροντας δέ τινας σοφιστὰς ἰδιωτικούς, ὅτι καὶ

ἄξιον λόγου, ἀλλ’ οὐκ αὐτοὺς τοὺς ταῦτα λέγοντας μεγίστους

492bμὲν εἶναι σοφιστάς, παιδεύειν δὲ τελεώτατα καὶ ἀπεργάζεσθαι

οἵους βούλονται εἶναι καὶ νέους καὶ πρεσβυτέρους καὶ ἄνδρας

καὶ γυναῖκας;

     Πότε δή; ἦ δ’ ὅς.

(5)     Ὅταν, εἶπον, συγκαθεζόμενοι ἁθρόοι πολλοὶ εἰς ἐκκλη-

σίας ἢ εἰς δικαστήρια ἢ θέατρα ἢ στρατόπεκα ἤ τινα ἄλλον

κοινὸν πλήθους σύλλογον σὺν πολλῷ θορύβῳ τὰ μὲν ψέγωσι

τῶν λεγομένων ἢ πραττομένων, τὰ δὲ ἐπαινῶσιν, ὑπερ-

βαλλόντως ἑκάτερα, καὶ ἐκβοῶντες καὶ κροτοῦντες, πρὸς δ’

492cαὐτοῖς αἵ τε πέτραι καὶ ὁ τόπος ἐν ᾧ ἂν ὦσιν ἐπηχοῦντες

διπλάσιον θόρυβον παρέχωσι τοῦ ψόγου καὶ ἐπαίνου. ἐν

δὴ τῷ τοιούτῳ τὸν νέον, τὸ λεγόμενον, τίνα οἴει καρδίαν

ἴσχειν; ἢ ποίαν [ἂν] αὐτῷ παιδείαν ἰδιωτικὴν ἀνθέξειν,

(5)ἣν οὐ κατακλυσθεῖσαν ὑπὸ τοῦ τοιούτου ψόγου ἢ ἐπαίνου

οἰχήσεσθαι φερομένην κατὰ ῥοῦν ᾗ ἂν οὗτος φέρῃ, καὶ

φήσειν τε τὰ αὐτὰ τούτοις καλὰ καὶ αἰσχρὰ εἶναι, καὶ

ἐπιτηδεύσειν ἅπερ ἂν οὗτοι, καὶ ἔσεσθαι τοιοῦτον;

492d     Πολλή, ἦ δ’ ὅς, ὦ Σώκρατες, ἀνάγκη.

     Καὶ μήν, ἦν δ’ ἐγώ, οὔπω τὴν μεγίστην ἀνάγκην εἰρή-

καμεν.

     Ποίαν; ἔφη.

(5)     Ἣν ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παι-

δευταί τε καὶ σοφισταί. ἢ οὐκ οἶσθα ὅτι τὸν μὴ πειθό-

μενον ἀτιμίαις τε καὶ χρήμασι καὶ θανάτοις κολάζουσι;

     Καὶ μάλα, ἔφη, σφόδρα.

     Τίνα οὖν ἄλλον σοφιστὴν οἴει ἢ ποίους ἰδιωτικοὺς λόγους

(10)ἐναντία τούτοις τείνοντας κρατήσειν;

492e     Οἶμαι μὲν οὐδένα, ἦ δ’ ὅς.

     Οὐ γάρ, ἦν δ’ ἐγώ, ἀλλὰ καὶ τὸ ἐπιχειρεῖν πολλὴ ἄνοια.

οὔτε γὰρ γίγνεται οὔτε γέγονεν οὐδὲ οὖν μὴ γένηται ἀλλοῖον

ἦθος πρὸς ἀρετὴν παρὰ τὴν τούτων παιδείαν πεπαιδευμένον,

(5)ἀνθρώπειον, ὦ ἑταῖρε_θεῖον μέντοι κατὰ τὴν παροιμίαν

ἐξαιρῶμεν λόγου· εὖ γὰρ χρὴ εἰδέναι, ὅτιπερ ἂν σωθῇ τε

493aκαὶ γένηται οἷον δεῖ ἐν τοιαύτῃ καταστάσει πολιτειῶν, θεοῦ

μοῖραν αὐτὸ σῶσαι λέγων οὐ κακῶς ἐρεῖς.

     Οὐδ’ ἐμοὶ ἄλλως, ἔφη, δοκεῖ.

     Ἔτι τοίνυν σοι, ἦν δ’ ἐγώ, πρὸς τούτοις καὶ τόδε δοξάτω.

(5)     Τὸ ποῖον;

     Ἕκαστος τῶν μισθαρνούντων ἰδιωτῶν, οὓς δὴ οὗτοι

σοφιστὰς καλοῦσι καὶ ἀντιτέχνους ἡγοῦνται, μὴ ἄλλα παι-

δεύειν ἢ ταῦτα τὰ τῶν πολλῶν δόγματα, ἃ δοξάζουσιν ὅταν

ἁθροισθῶσιν, καὶ σοφίαν ταύτην καλεῖν· οἷόνπερ ἂν εἰ θρέμ-

(10)ματος μεγάλου καὶ ἰσχυροῦ τρεφομένου τὰς ὀργάς τις καὶ

493bἐπιθυμίας κατεμάνθανεν, ὅπῃ τε προσελθεῖν χρὴ καὶ ὅπῃ

ἅψασθαι αὐτοῦ, καὶ ὁπότε χαλεπώτατον ἢ πρᾳότατον καὶ

ἐκ τίνων γίγνεται, καὶ φωνὰς δὴ ἐφ’ οἷς ἑκάστας εἴωθεν

φθέγγεσθαι, καὶ οἵας αὖ ἄλλου φθεγγομένου ἡμεροῦταί τε

(5)καὶ ἀγριαίνει, καταμαθὼν δὲ ταῦτα πάντα συνουσίᾳ τε καὶ

χρόνου τριβῇ σοφίαν τε καλέσειεν καὶ ὡς τέχνην συστησά-

μενος ἐπὶ διδασκαλίαν τρέποιτο, μηδὲν εἰδὼς τῇ ἀληθείᾳ

τούτων τῶν δογμάτων τε καὶ ἐπιθυμιῶν ὅτι καλὸν ἢ αἰσχρὸν

493cἢ ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ὀνομάζοι δὲ πάντα

ταῦτα ἐπὶ ταῖς τοῦ μεγάλου ζῴου δόξαις, οἷς μὲν χαίροι

ἐκεῖνο ἀγαθὰ καλῶν, οἷς δὲ ἄχθοιτο κακά, ἄλλον δὲ μηδένα

ἔχοι λόγον περὶ αὐτῶν, ἀλλὰ τἀναγκαῖα δίκαια καλοῖ καὶ

(5)καλά, τὴν δὲ τοῦ ἀναγκαίου καὶ ἀγαθοῦ φύσιν, ὅσον διαφέρει

τῷ ὄντι, μήτε ἑωρακὼς εἴη μήτε ἄλλῳ δυνατὸς δεῖξαι.

τοιοῦτος δὴ ὢν πρὸς Διὸς οὐκ ἄτοπος ἄν σοι δοκεῖ εἶναι

παιδευτής;

     Ἔμοιγ’, ἔφη.

(10)     Ἦ οὖν τι τούτου δοκεῖ διαφέρειν ὁ τὴν τῶν πολλῶν καὶ

493dπαντοδαπῶν συνιόντων ὀργὴν καὶ ἡδονὰς κατανενοηκέναι

σοφίαν ἡγούμενος, εἴτ’ ἐν γραφικῇ εἴτ’ ἐν μουσικῇ εἴτε δὴ

ἐν πολιτικῇ; ὅτι μὲν γὰρ ἄν τις τούτοις ὁμιλῇ ἐπιδεικνύ-

μενος, ἢ ποίησιν ἤ τινα ἄλλην δημιουργίαν ἢ πόλει διακονίαν,

(5)κυρίους αὑτοῦ ποιῶν τοὺς πολλούς, πέρα τῶν ἀναγκαίων,

ἡ Διομηδεία λεγομένη ἀνάγκη ποιεῖν αὐτῷ ταῦτα ἃ ἂν οὗτοι

ἐπαινῶσιν· ὡς δὲ καὶ ἀγαθὰ καὶ καλὰ ταῦτα τῇ ἀληθείᾳ,

ἤδη πώποτέ του ἤδουσας αὐτῶν λόγον διδόντος οὐ κατα-

γέλαστον;

493e     Οἶμαι δέ γε, ἦ δ’ ὅς, οὐδ’ ἀκούσομαι.

     Ταῦτα τοίνυν πάντα ἐννοήσας ἐκεῖνο ἀναμνήσθητι· αὐτὸ

τὸ καλὸν ἀλλὰ μὴ τὰ πολλὰ καλά, ἢ αὐτό τι ἕκαστον καὶ

494aμὴ τὰ πολλὰ ἕκαστα, ἔσθ’ ὅπως πλῆθος ἀνέξεται ἢ ἡγήσεαι

εἶναι;

     Ἥκιστά γ’, ἔφη.

     Φιλόσοφον μὲν ἄρα, ἦν δ’ ἐγώ, πλῆθος ἀδύνατον εἶναι.

(5)     Ἀδύνατον.

     Καὶ τοὺς φιλοσοφοῦντας ἄρα ἀνάγκη ψέγεσθαι ὑπ’ αὐτῶν.

     Ἀνάγκη.

     Καὶ ὑπὸ τούτων δὴ τῶν ἰδιωτῶν, ὅσοι προσομιλοῦντες

ὄχλῳ ἀρέσκειν αὐτῷ ἐπιθυμοῦσι.

(10)     Δῆλον.

     Ἐκ δὴ τούτων τίνα ὁρᾷς σωτηρίαν φιλοσόφῳ φύσει, ὥστ’

ἐν τῷ ἐπιτηδεύματι μείνασαν πρὸς τέλος ἐλθεῖν; ἐννόει δ’

494bἐκ τῶν ἔμπροσθεν. ὡμολόγηται γὰρ δὴ ἡμῖν εὐμάθεια καὶ

μνήμη καὶ ἀνδρεία καὶ μεγαλοπρέπεια ταύτης εἶναι τῆς

φύσεως.

     Ναί.

(5)     Οὐκοῦν εὐθὺς ἐν παισὶν ὁ τοιοῦτος πρῶτος ἔσται ἐν

ἅπασιν, ἄλλως τε καὶ ἐὰν τὸ σῶμα φυῇ προσφερὴς τῇ ψυχῇ;

     Τί δ’ οὐ μέλλει; ἔφη.

     Βουλήσονται δὴ οἶμαι αὐτῷ χρῆσθαι, ἐπειδὰν πρεσβύ-

τερος γίγνηται, ἐπὶ τὰ αὑτῶν πράγματα οἵ τε οἰκεῖοι καὶ

(10)οἱ πολῖται.

     Πῶς δ’ οὔ;

494c     Ὑποκείσονται ἄρα δεόμενοι καὶ τιμῶντες, προκαταλαμ-

βάνοντες καὶ προκολακεύοντες τὴν μέλλουσαν αὐτοῦ δύναμιν.

     Φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι.

     Τί οὖν οἴει, ἦν δ’ ἐγώ, τὸν τοιοῦτον ἐν τοῖς τοιούτοις

(5)ποιήσειν, ἄλλως τε καὶ ἐὰν τύχῃ μεγάλης πόλεως ὢν καὶ

ἐν ταύτῃ πλούσιός τε καὶ γενναῖος, καὶ ἔτι εὐειδὴς καὶ

μέγας; ἆρ’ οὐ πληρωθήσεσθαι ἀμηχάνου ἐλπίδος, ἡγούμενον

καὶ τὰ τῶν Ἑλλήνων καὶ τὰ τῶν βαρβάρων ἱκανὸν ἔσεσθαι

494dπράττειν, καὶ ἐπὶ τούτοις ὑψηλὸν ἐξαρεῖν αὑτόν, σχηματισμοῦ

καὶ φρονήματος κενοῦ ἄνευ νοῦ ἐμπιμπλάμενον;

     Καὶ μάλ’, ἔφη.

     Τῷ δὴ οὕτω διατιθεμένῳ ἐάν τις ἠρέμα προσελθὼν τἀληθῆ

(5)λέγῃ, ὅτι νοῦς οὐκ ἔνεστιν αὐτῷ, δεῖται δέ, τὸ δὲ οὐ κτητὸν

μὴ δουλεύσαντι τῇ κτήσει αὐτοῦ, ἆρ’ εὐπετὲς οἴει εἶναι

εἰσακοῦσαι διὰ τοσούτων κακῶν;

     Πολλοῦ γε δεῖ, ἦ δ’ ὅς.

     Ἐὰν δ’ οὖν, ἦν δ’ ἐγώ, διὰ τὸ εὖ πεφυκέναι καὶ τὸ συγγενὲς

494eτῶν λόγων εἰσαισθάνηταί τέ πῃ καὶ κάμπτηται καὶ ἕλκηται

πρὸς φιλοσοφίαν, τί οἰόμεθα δράσειν ἐκείνους τοὺς ἡγου-

μένους ἀπολλύναι αὐτοῦ τὴν χρείαν τε καὶ ἑταιρίαν; οὐ πᾶν

μὲν ἔργον, πᾶν δ’ ἔπος λέγοντάς τε καὶ πράττοντας καὶ

(5)περὶ αὐτόν, ὅπως ἂν μὴ πεισθῇ, καὶ περὶ τὸν πείθοντα,

ὅπως ἂν μὴ οἷός τ’ ᾖ, καὶ ἰδίᾳ ἐπιβουλεύοντας καὶ δημοσίᾳ

εἰς ἀγῶνας καθιστάντας;

495a     Πολλή, ἦ δ’ ὅς, ἀνάγκη.

     Ἔστιν οὖν ὅπως ὁ τοιοῦτος φιλοσοφήσει;

     Οὐ πάνυ.

     Ὁρᾷς οὖν, ἦν δ’ ἐγώ, ὅτι οὐ κακῶς ἐλέγομεν ὡς ἄρα

(5)καὶ αὐτὰ τὰ τῆς φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ

τροφῇ γένηται, αἴτια τρόπον τινὰ τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτη-

δεύματος, καὶ τὰ λεγόμενα ἀγαθά, πλοῦτοί τε καὶ πᾶσα ἡ

τοιαύτη παρασκευή;

     Οὐ γάρ, ἀλλ’ ὀρθῶς, ἔφη, ἐλέχθη.

(10)     Οὗτος δή, εἶπον, ὦ θαυμάσιε, ὄλεθρός τε καὶ διαφθορὰ

495bτοσαύτη τε καὶ τοιαύτη τῆς βελτίστης φύσεως εἰς τὸ ἄριστον

ἐπιτήδευμα, ὀλίγης καὶ ἄλλως γιγνομένης, ὡς ἡμεῖς φαμεν.

καὶ ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ οἱ τὰ μέγιστα κακὰ

ἐργαζόμενοι τὰς πόλεις γίγνονται καὶ τοὺς ἰδιώτας, καὶ οἱ

(5)τἀγαθά, οἳ ἂν ταύτῃ τύχωσι ῥυέντες· σμικρὰ δὲ φύσις οὐδὲν

μέγα οὐδέποτε οὐδένα οὔτε ἰδιώτην οὔτε πόλιν δρᾷ.

     Ἀληθέστατα, ἦ δ’ ὅς.

     Οὗτοι μὲν δὴ οὕτως ἐκπίπτοντες, οἷς μάλιστα προσήκει,

495cἔρημον καὶ ἀτελῆ φιλοσοφίαν λείποντες αὐτοί τε βίον οὐ

προσήκοντα οὐδ’ ἀληθῆ ζῶσιν, τὴν δέ, ὥσπερ ὀρφανὴν συγ-

γενῶν, ἄλλοι ἐπεισελθόντες ἀνάξιοι ᾔσχυνάν τε καὶ ὀνείδη

περιῆψαν, οἷα καὶ σὺ φῂς ὀνειδίζειν τοὺς ὀνειδίζοντας, ὡς

(5)οἱ συνόντες αὐτῇ οἱ μὲν οὐδενός, οἱ δὲ πολλοὶ πολλῶν κακῶν

ἄξιοί εἰσιν.

     Καὶ γὰρ οὖν, ἔφη, τά γε λεγόμενα ταῦτα.

     Εἰκότως γε, ἦν δ’ ἐγώ, λεγόμενα. καθορῶντες γὰρ ἄλλοι

ἀνθρωπίσκοι κενὴν τὴν χώραν ταύτην γιγνομένην, καλῶν

495dδὲ ὀνομάτων καὶ προσχημάτων μεστήν, ὥσπερ οἱ ἐκ τῶν

εἱργμῶν εἰς τὰ ἱερὰ ἀποδιδράσκοντες, ἅσμενοι καὶ οὗτοι

ἐκ τῶν τεχνῶν ἐκπηδῶσιν εἰς τὴν φιλοσοφίαν, οἳ ἂν

κομψότατοι ὄντες τυγχάνωσι περὶ τὸ αὑτῶν τεχνίον. ὅμως

(5)γὰρ δὴ πρός γε τὰς ἄλλας τέχνας καίπερ οὕτω πραττούσης

φιλοσοφίας τὸ ἀξίωμα μεγαλοπρεπέστερον λείπεται, οὗ δὴ

ἐφιέμενοι πολλοὶ ἀτελεῖς μὲν τὰς φύσεις, ὑπὸ δὲ τῶν τεχνῶν

τε καὶ δημιουργιῶν ὥσπερ τὰ σώματα λελώβηνται, οὕτω

495eκαὶ τὰς ψυχὰς συγκεκλασμένοι τε καὶ ἀποτεθρυμμένοι διὰ

τὰς βαναυσίας τυγχάνουσιν_ἢ οὐκ ἀνάγκη;

     Καὶ μάλα, ἔφη.

     Δοκεῖς οὖν τι, ἦν δ’ ἐγώ, διαφέρειν αὐτοὺς ἰδεῖν ἀργύριον

(5)κτησαμένου χαλκέως φαλακροῦ καὶ σμικροῦ, νεωστὶ μὲν ἐκ

δεσμῶν λελυμένου, ἐν βαλανείῳ δὲ λελουμένου, νεουογὸν

ἱμάτιον ἔχοντος, ὡς νυμφίου παρεσκευασμένου, διὰ πενίαν

καὶ ἐρημίαν τοῦ δεσπότου τὴν θυγατέρα μέλλοντος γαμεῖν;

496a     Οὐ πάνυ, ἔφη, διαφέρει.

     Ποῖ’ ἄττα οὖν εἰκὸς γεννᾶν τοὺς τοιούτους; οὐ νόθα καὶ

φαῦλα;

     Πολλὴ ἀνάγκη.

(5)     Τί δέ; τοὺς ἀναξίους παιδεύσεως, ὅταν αὐτῇ πλησιάζοντες

ὁμιλῶσι μὴ κατ’ ἀξίαν, ποῖ’ ἄττα φῶμεν γεννᾶν διανοήματά

τε καὶ δόξας; ἆρ’ οὐχ ὡς ἀληθῶς προσήκοντα ἀκοῦσαι

σοφίσματα, καὶ οὐδὲν γνήσιον οὐδὲ φρονήσεως [ἄξιον]

ἀληθινῆς ἐχόμενον;

(10)     Παντελῶς μὲν οὖν, ἔφη.

     Πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ Ἀδείμαντε, λείπεται τῶν

496bκατ’ ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς κατα-

ληφθὲν γενναῖον καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν

διαφθερούντων κατὰ φύσιν μεῖναν ἐπ’ αὐτῇ, ἢ ἐν σμικρᾷ

πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ τῆς πόλεως

(5)ὑπερίδῃ· βραχὺ δέ πού τι καὶ ἀπ’ ἄλλης τέχνης δικαίως

ἀτιμάσαν εὐφυὲς ἐπ’ αὐτὴν ἂν ἔλθοι. εἴη δ’ ἂν καὶ ὁ τοῦ

ἡμετέρου ἑταίρου Θεάγους χαλινὸς οἷος κατασχεῖν· καὶ γὰρ

496cΘεάγει τὰ μὲν ἄλλα πάντα παρεσκεύασται πρὸς τὸ ἐκπεσεῖν

φιλοσοφίας, ἡ δὲ τοῦ σώματος νοσοτροφία ἀπείργουσα αὐτὸν

τῶν πολιτικῶν κατέχει. τὸ δ’ ἡμέτερον οὐκ ἄξιον λέγειν,

τὸ δαιμόνιον σημεῖον· ἢ γάρ πού τινι ἄλλῳ ἢ οὐδενὶ τῶν

(5)ἔμπροσθεν γέγονεν. καὶ τούτων δὴ τῶν ὀλίγων οἱ γενόμενοι

καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν

πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν

ὑγιὲς ὡς ἔπος εἰπεῖν περὶ τὰ τῶν πόλεων πράττει οὐδ’ ἔστι

496dσύμμαχος μεθ’ ὅτου τις ἰὼν ἐπὶ τὴν τῷ δικαίῳ βοήθειαν

σῴζοιτ’ ἄν, ἀλλ’ ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε

συναδικεῖν ἐθέλων οὔτε ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντ-

έχειν, πρίν τι τὴν πόλιν ἢ φίλους ὀνῆσαι προαπολόμενος

(5)ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν γένοιτο_ταῦτα πάντα

λογισμῷ λαβών, ἡσυχίαν ἔχων καὶ τὰ αὑτοῦ πράττων, οἷον

ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου

ὑπὸ τειχίον ἀποστάς, ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους

ἀνομίας, ἀγαπᾷ εἴ πῃ αὐτὸς καθαρὸς ἀδικίας τε καὶ ἀνοσίων

496eἔργων τόν τε ἐνθάδε βίον βιώσεται καὶ τὴν ἀπαλλαγὴν αὐτοῦ

μετὰ καλῆς ἐλπίδος ἵλεώς τε καὶ εὐμενὴς ἀπαλλάξεται.

497a     Ἀλλά τοι, ἦ δ’ ὅς, οὐ τὰ ἐλάχιστα ἂν διαπραξάμενος

ἀπαλλάττοιτο.

     Οὐδέ γε, εἶπον, τὰ μέγιστα, μὴ τυχὼν πολιτείας προση-

κούσης· ἐν γὰρ προσηκούσῃ αὐτός τε μᾶλλον αὐξήσεται

(5)καὶ μετὰ τῶν ἰδίων τὰ κοινὰ σώσει.

     Τὸ μὲν οὖν τῆς φιλοσοφίας ὧν ἕνεκα διαβολὴν εἴληφεν

καὶ ὅτι οὐ δικαίως, ἐμοὶ μὲν δοκεῖ μετρίως εἰρῆσθαι, εἰ μὴ

ἔτ’ ἄλλο λέγεις τι σύ.

     Ἀλλ’ οὐδέν, ἦ δ’ ὅς, ἔτι λέγω περὶ τούτου· ἀλλὰ τὴν

(10)προσήκουσαν αὐτῇ τίνα τῶν νῦν λέγεις πολιτειῶν;

497b     Οὐδ’ ἡντινοῦν, εἶπον, ἀλλὰ τοῦτο καὶ ἐπαιτιῶμαι, μηδεμίαν

ἀξίαν εἶναι τῶν νῦν κατάστασιν πόλεως φιλοσόφου φύσεως·

διὸ καὶ στρέφεσθαί τε καὶ ἀλλοιοῦσθαι αὐτήν, ὥσπερ ξενικὸν

σπέρμα ἐν γῇ ἄλλῃ σπειρόμενον ἐξίτηλον εἰς τὸ ἐπιχώριον

(5)φιλεῖ κρατούμενον ἰέναι, οὕτω καὶ τοῦτο τὸ γένος νῦν μὲν

οὐκ ἴσχειν τὴν αὑτοῦ δύναμιν, ἀλλ’ εἰς ἀλλότριον ἦθος

ἐκπίπτειν· εἰ δὲ λήψεται τὴν ἀρίστην πολιτείαν, ὥσπερ

497cκαὶ αὐτὸ ἄριστόν ἐστιν, τότε δηλώσει ὅτι τοῦτο μὲν τῷ ὄντι

θεῖον ἦν, τὰ δὲ ἄλλα ἀνθρώπινα, τά τε τῶν φύσεων καὶ

τῶν ἐπιτηδευμάτων. δῆλος δὴ οὖν εἶ ὅτι μετὰ τοῦτο ἐρήσῃ

τίς αὕτη ἡ πολιτεία.

(5)     Οὐκ ἔγνως, ἔφη· οὐ γὰρ τοῦτο ἔμελλον, ἀλλ’ εἰ αὑτὴ

ἣν ἡμεῖς διεληλύθαμεν οἰκίζοντες τὴν πόλιν ἢ ἄλλη.

     Τὰ μὲν ἄλλα, ἦν δ’ ἐγώ, αὕτη· τοῦτο δὲ αὐτὸ ἐρρήθη

μὲν καὶ τότε, ὅτι δεήσοι τι ἀεὶ ἐνεῖναι ἐν τῇ πόλει λόγον

497dἔχον τῆς πολιτείας τὸν αὐτὸν ὅνπερ καὶ σὺ ὁ νομοθέτης

ἔχων τοὺς νόμους ἐτίθεις.

     Ἐρρήθη γάρ, ἔφη.

     Ἀλλ’ οὐχ ἱκανῶς, εἶπον, ἐδηλώθη, φόβῳ ὧν ὑμεῖς ἀντι-

(5)λαμβανόμενοι δεδηλώκατε μακρὰν καὶ χαλεπὴν αὐτοῦ τὴν

ἀπόδειξιν· ἐπεὶ καὶ τὸ λοιπὸν οὐ πάντων ῥᾷστον διελθεῖν.

     Τὸ ποῖον;

     Τίνα τρόπον μεταχειριζομένη πόλις φιλοσοφίαν οὐ

διολεῖται. τὰ γὰρ δὴ μεγάλα πάντα ἐπισφαλῆ, καὶ τὸ

(10)λεγόμενον τὰ καλὰ τῷ ὄντι χαλεπά.

497e     Ἀλλ’ ὅμως, ἔφη, λαβέτω τέλος ἡ ἀπόδειξις τούτου φανε-

ροῦ γενομένου.

     Οὐ τὸ μὴ βούλεσθαι, ἦν δ’ ἐγώ, ἀλλ’ εἴπερ, τὸ μὴ

δύνασθαι διακωλύσει· παρὼν δὲ τήν γ’ ἐμὴν προθυμίαν εἴσῃ.

(5)σκόπει δὲ καὶ νῦν ὡς προθύμως καὶ παρακινδυνευτικῶς μέλλω

λέγειν, ὅτι τοὐναντίον ἢ νῦν δεῖ τοῦ ἐπιτηδεύματος τούτου

πόλιν ἅπτεσθαι.

     Πῶς;

     Νῦν μέν, ἦν δ’ ἐγώ, οἱ καὶ ἁπτόμενοι μειράκια ὄντα ἄρτι

498aἐκ παίδων τὸ μεταξὺ οἰκονομίας καὶ χρηματισμοῦ πλησιά-

σαντες αὐτοῦ τῷ χαλεπωτάτῳ ἀπαλλάττονται, οἱ φιλοσοφώ-

τατοι ποιούμενοι_λέγω δὲ χαλεπώτατον τὸ περὶ τοὺς λόγους

_ἐν δὲ τῷ ἔπειτα, ἐὰν καὶ ἄλλων τοῦτο πραττόντων παρα-

(5)καλούμενοι ἐθέλωσιν ἀκροαταὶ γίγνεσθαι, μεγάλα ἡγοῦνται,

πάρεργον οἰόμενοι αὐτὸ δεῖν πράττειν· πρὸς δὲ τὸ γῆρας

ἐκτὸς δή τινων ὀλίγων ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ

498bἩρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.

     Δεῖ δὲ πῶς; ἔφη.

     Πᾶν τοὐναντίον· μειράκια μὲν ὄντα καὶ παῖδας μειρακιώδη

παιδείαν καὶ φιλοσοφίαν μεταχειρίζεσθαι, τῶν τε σωμάτων,

(5)ἐν ᾧ βλαστάνει τε καὶ ἀνδροῦται, εὖ μάλα ἐπιμελεῖσθαι,

ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους· προϊούσης δὲ τῆς ἡλικίας,

ἐν ᾗ ἡ ψυχὴ τελεοῦσθαι ἄρχεται, ἐπιτείνειν τὰ ἐκείνης

γυμνάσια· ὅταν δὲ λήγῃ μὲν ἡ ῥώμη, πολιτικῶν δὲ καὶ

498cστρατειῶν ἐκτὸς γίγνηται, τότε ἤδη ἀφέτους νέμεσθαι καὶ

μηδὲν ἄλλο πράττειν, ὅτι μὴ πάρεργον, τοὺς μέλλοντας

εὐδαιμόνως βιώσεσθαι καὶ τελευτήσαντας τῷ βίῳ τῷ βεβιω-

μένῳ τὴν ἐκεῖ μοῖραν ἐπιστήσειν πρέπουσαν.

(5)     Ὡς ἀληθῶς μοι δοκεῖς, ἔφη, λέγειν γε προθύμως, ὦ

Σώκρατες· οἶμαι μέντοι τοὺς πολλοὺς τῶν ἀκουόντων προθυ-

μότερον ἔτι ἀντιτείνειν οὐδ’ ὁπωστιοῦν πεισομένους, ἀπὸ

Θρασυμάχου ἀρξαμένους.

     Μὴ διάβαλλε, ἦν δ’ ἐγώ, ἐμὲ καὶ Θρασύμαχον ἄρτι

498dφίλους γεγονότας, οὐδὲ πρὸ τοῦ ἐχθροὺς ὄντας. πείρας

γὰρ οὐδὲν ἀνήσομεν, ἕως ἂν ἢ πείσωμεν καὶ τοῦτον καὶ

τοὺς ἄλλους, ἢ προὔργου τι ποιήσωμεν εἰς ἐκεῖνον τὸν βίον,

ὅταν αὖθις γενόμενοι τοῖς τοιούτοις ἐντύχωσι λόγοις.

(5)     Εἰς μικρόν γ’, ἔφη, χρόνον εἴρηκας.

     Εἰς οὐδὲν μὲν οὖν, ἔφην, ὥς γε πρὸς τὸν ἅπαντα. τὸ

μέντοι μὴ πείθεσθαι τοῖς λεγομένοις τοὺς πολλοὺς θαῦμα

οὐδέν· οὐ γὰρ πώποτε εἶδον γενόμενον τὸ νῦν λεγόμενον,

498eἀλλὰ πολὺ μᾶλλον τοιαῦτ’ ἄττα ῥήματα ἐξεπίτηδες ἀλλήλοις

ὡμοιωμένα, ἀλλ’ οὐκ ἀπὸ τοῦ αὐτομάτου ὥσπερ νῦν συμ-

πεσόντα. ἄνδρα δὲ ἀρετῇ παρισωμένον καὶ ὡμοιωμένον

μέχρι τοῦ δυνατοῦ τελέως ἔργῳ τε καὶ λόγῳ, δυναστεύοντα

499aἐν πόλει ἑτέρᾳ τοιαύτῃ, οὐ πώποτε ἑωράκασιν, οὔτε ἕνα οὔτε

πλείους. ἢ οἴει;

     Οὐδαμῶς γε.

     Οὐδέ γε αὖ λόγων, ὦ μακάριε, καλῶν τε καὶ ἐλευθέρων

(5)ἱκανῶς ἐπήκοοι γεγόνασιν, οἵων ζητεῖν μὲν τὸ ἀληθὲς συν-

τεταμένως ἐκ παντὸς τρόπου τοῦ γνῶναι χάριν, τὰ δὲ κομψά

τε καὶ ἐριστικὰ καὶ μηδαμόσε ἄλλοσε τείνοντα ἢ πρὸς δόξαν

καὶ ἔριν καὶ ἐν δίκαις καὶ ἐν ἰδίαις συνουσίαις πόρρωθεν

ἀσπαζομένων.

(10)     Οὐδὲ τούτων, ἔφη.

     Τούτων τοι χάριν, ἦν δ’ ἐγώ, καὶ ταῦτα προορώμενοι

499bἡμεῖς τότε καὶ δεδιότες ὅμως ἐλέγομεν, ὑπὸ τἀληθοῦς ἠναγ-

κασμένοι, ὅτι οὔτε πόλις οὔτε πολιτεία οὐδέ γ’ ἀνὴρ ὁμοίως

μή ποτε γένηται τέλεος, πρὶν ἂν τοῖς φιλοσόφοις τούτοις

τοῖς ὀλίγοις καὶ οὐ πονηροῖς, ἀχρήστοις δὲ νῦν κεκλημένοις,

(5)ἀνάγκη τις ἐκ τύχης περιβάλῃ, εἴτε βούλονται εἴτε μή,

πόλεως ἐπιμεληθῆναι, καὶ τῇ πόλει κατηκόῳ γενέσθαι, ἢ

τῶν νῦν ἐν δυναστείαις ἢ βασιλείαις ὄντων ὑέσιν ἢ αὐτοῖς

499cἔκ τινος θείας ἐπιπνοίας ἀληθινῆς φιλοσοφίας ἀληθινὸς

ἔρως ἐμπέσῃ. τούτων δὲ πότερα γενέσθαι ἢ ἀμφότερα

ὡς ἄρα ἐστὶν ἀδύνατον, ἐγὼ μὲν οὐδένα φημὶ ἔχειν λόγον.

οὕτω γὰρ ἂν ἡμεῖς δικαίως καταγελῴμεθα, ὡς ἄλλως εὐχαῖς

(5)ὅμοια λέγοντες. ἢ οὐχ οὕτως;

     Οὕτως.

     Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη

ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι

χρόνῳ ἢ καὶ νῦν ἔστιν ἔν τινι βαρβαρικῷ τόπῳ, πόρρω που

499dἐκτὸς ὄντι τῆς ἡμετέρας ἐπόψεως, ἢ καὶ ἔπειτα γενήσεται,

περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ

εἰρημένη πολιτεία καὶ ἔστιν καὶ γενήσεταί γε, ὅταν αὕτη ἡ

Μοῦσα πόλεως ἐγκρατὴς γένηται. οὐ γὰρ ἀδύνατος γενέσθαι,

(5)οὐδ’ ἡμεῖς ἀδύνατα λέγομεν· χαλεπὰ δὲ καὶ παρ’ ἡμῶν

ὁμολογεῖται.

     Καὶ ἐμοί, ἔφη, οὕτω δοκεῖ.

     Τοῖς δὲ πολλοῖς, ἦν δ’ ἐγώ, ὅτι οὐκ αὖ δοκεῖ, ἐρεῖς;

     Ἴσως, ἔφη.

(10)     Ὦ μακάριε, ἦν δ’ ἐγώ, μὴ πάνυ οὕτω τῶν πολλῶν κατη-

499eγόρει. ἀλλοίαν τοι δόξαν ἕξουσιν, ἐὰν αὐτοῖς μὴ φιλονικῶν

ἀλλὰ παραμυθούμενος καὶ ἀπολυόμενος τὴν τῆς φιλομαθείας

διαβολὴν ἐνδεικνύῃ οὓς λέγεις τοὺς φιλοσόφους, καὶ διορίζῃ

500aὥσπερ ἄρτι τήν τε φύσιν αὐτῶν καὶ τὴν ἐπιτήδευσιν, ἵνα

μὴ ἡγῶνταί σε λέγειν οὓς αὐτοὶ οἴονται. [ἢ καὶ ἐὰν οὕτω

θεῶνται, ἀλλοίαν τοι φήσεις αὐτοὺς δόξαν λήψεσθαι καὶ

ἄλλα ἀποκρινεῖσθαι.] ἢ οἴει τινὰ χαλεπαίνειν τῷ μὴ χαλεπῷ

(5)ἢ φθονεῖν τῷ μὴ φθονερῷ ἄφθονόν τε καὶ πρᾷον ὄντα; ἐγὼ

μὲν γάρ σε προφθάσας λέγω ὅτι ἐν ὀλίγοις τισὶν ἡγοῦμαι,

ἀλλ’ οὐκ ἐν τῷ πλήθει, χαλεπὴν οὕτω φύσιν γίγνεσθαι.

     Καὶ ἐγὼ ἀμέλει, ἔφη, συνοίομαι.

500b     Οὐκοῦν καὶ αὐτὸ τοῦτο συνοίει, τοῦ χαλεπῶς πρὸς φιλο-

σοφίαν τοὺς πολλοὺς διακεῖσθαι ἐκείνους αἰτίους εἶναι τοὺς

ἔξωθεν οὐ προσῆκον ἐπεισκεκωμακότας, λοιδορουμένους τε

αὑτοῖς καὶ φιλαπεχθημόνως ἔχοντας καὶ ἀεὶ περὶ ἀνθρώ-

(5)πων τοὺς λόγους ποιουμένους, ἥκιστα φιλοσοφίᾳ πρέπον

ποιοῦντας;

     Πολύ γ’, ἔφη.

     Οὐδὲ γάρ που, ὦ Ἀδείμαντε, σχολὴ τῷ γε ὡς ἀληθῶς

πρὸς τοῖς οὖσι τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώ-

500cπων πραγματείας, καὶ μαχόμενον αὐτοῖς φθόνου τε καὶ

δυσμενείας ἐμπίμπλασθαι, ἀλλ’ εἰς τεταγμένα ἄττα καὶ κατὰ

ταὐτὰ ἀεὶ ἔχοντα ὁρῶντας καὶ θεωμένους οὔτ’ ἀδικοῦντα οὔτ’

ἀδικούμενα ὑπ’ ἀλλήλων, κόσμῳ δὲ πάντα καὶ κατὰ λόγον

(5)ἔχοντα, ταῦτα μιμεῖσθαί τε καὶ ὅτι μάλιστα ἀφομοιοῦσθαι.

ἢ οἴει τινὰ μηχανὴν εἶναι, ὅτῳ τις ὁμιλεῖ ἀγάμενος, μὴ

μιμεῖσθαι ἐκεῖνο;

     Ἀδύνατον, ἔφη.

     Θείῳ δὴ καὶ κοσμίῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε

500dκαὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δ’ ἐν

πᾶσι πολλή.

     Παντάπασι μὲν οὖν.

     Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ

(5)μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι

καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν

οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ συμ-

πάσης τῆς δημοτικῆς ἀρετῆς;

     Ἥκιστά γε, ἦ δ’ ὅς.

(10)     Ἀλλ’ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ

500eλέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν

ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις,

εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι

ζωγράφοι;

(5)     Οὐ χαλεπανοῦσιν, ἦ δ’ ὅς, ἐάνπερ αἴσθωνται. ἀλλὰ δὴ

501aτίνα λέγεις τρόπον τῆς διαγραφῆς;

     Λαβόντες, ἦν δ’ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη

ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ

ῥᾴδιον· ἀλλ’ οὖν οἶσθ’ ὅτι τούτῳ ἂν εὐθὺς τῶν ἄλλων

(5)διενέγκοιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν

ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παραλαβεῖν καθαρὰν

ἢ αὐτοὶ ποιῆσαι.

     Καὶ ὀρθῶς γ’, ἔφη.

     Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς

(10)πολιτείας;

     Τί μήν;

501b     Ἔπειτα οἶμαι ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρως’ ἀπο-

βλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον

καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖν’ αὖ τὸ ἐν τοῖς ἀνθρώ-

ποις ἐμποιοῖεν, συμμειγνύντες τε καὶ κεραννύντες ἐκ τῶν

(5)ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαιρόμενοι, ὃ

δὴ καὶ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον

θεοειδές τε καὶ θεοείκελον.

     Ὀρθῶς, ἔφη.

     Καὶ τὸ μὲν ἂν οἶμαι ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν,

501cἕως ὅτι μάλιστα ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ

ποιήσειαν.

     Καλλίστη γοῦν ἄν, ἔφη, ἡ γραφὴ γένοιτο.

     Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, πείθομέν πῃ ἐκείνους, οὓς διατετα-

(5)μένους ἐφ’ ἡμᾶς ἔφησθα ἰέναι, ὡς τοιοῦτός ἐστι πολιτειῶν

ζωγράφος ὃν τότ’ ἐπῃνοῦμεν πρὸς αὐτούς, δι’ ὃν ἐκεῖνοι

ἐχαλέπαινον ὅτι τὰς πόλεις αὐτῷ παρεδίδομεν, καί τι μᾶλλον

αὐτὸ νῦν ἀκούοντες πραΰνονται;

     Καὶ πολύ γε, ἦ δ’ ὅς, εἰ σωφρονοῦσιν.

501d     Πῇ γὰρ δὴ ἕξουσιν ἀμφισβητῆσαι; πότερον μὴ τοῦ

ὄντος τε καὶ ἀληθείας ἐραστὰς εἶναι τοὺς φιλοσόφους;

     Ἄτοπον μεντἄν, ἔφη, εἴη.

     Ἀλλὰ μὴ τὴν φύσιν αὐτῶν οἰκείαν εἶναι τοῦ ἀρίστου, ἣν

(5)ἡμεῖς διήλθομεν;

     Οὐδὲ τοῦτο.

     Τί δέ; τὴν τοιαύτην τυχοῦσαν τῶν προσηκόντων ἐπι-

τηδευμάτων οὐκ ἀγαθὴν τελέως ἔσεσθαι καὶ φιλόσοφον,

εἴπερ τινὰ ἄλλην; ἢ ἐκείνους φήσει μᾶλλον, οὓς ἡμεῖς

(10)ἀφωρίσαμεν;

501e     Οὐ δήπου.

     Ἔτι οὖν ἀγριανοῦσι λεγόντων ἡμῶν ὅτι πρὶν ἂν πόλεως τὸ

φιλόσοφον γένος ἐγκρατὲς γένηται, οὔτε πόλει οὔτε πολίταις

κακῶν παῦλα ἔσται, οὐδὲ ἡ πολιτεία ἣν μυθολογοῦμεν λόγῳ

(5)ἔργῳ τέλος λήψεται;

     Ἴσως, ἔφη, ἧττον.

     Βούλει οὖν, ἦν δ’ ἐγώ, μὴ ἧττον φῶμεν αὐτοὺς ἀλλὰ

502aπαντάπασι πρᾴους γεγονέναι καὶ πεπεῖσθαι, ἵνα, εἰ μή τι,

ἀλλὰ αἰσχυνθέντες ὁμολογήσωσιν;

     Πάνυ μὲν οὖν, ἔφη.

     Οὗτοι μὲν τοίνυν, ἦν δ’ ἐγώ, τοῦτο πεπεισμένοι ἔστων·

(5)τοῦδε δὲ πέρι τις ἀμφισβητήσει, ὡς οὐκ ἂν τύχοιεν γενόμενοι

βασιλέων ἔκγονοι ἢ δυναστῶν τὰς φύσεις φιλόσοφοι;

     Οὐδ’ ἂν εἷς, ἔφη.

     Τοιούτους δὲ γενομένους ὡς πολλὴ ἀνάγκη διαφθαρῆναι,

ἔχει τις λέγειν; ὡς μὲν γὰρ χαλεπὸν σωθῆναι, καὶ ἡμεῖς

502bσυγχωροῦμεν· ὡς δὲ ἐν παντὶ τῷ χρόνῳ τῶν πάντων οὐδέποτε

οὐδ’ ἂν εἷς σωθείη, ἔσθ’ ὅστις ἀμφισβητήσειε;

     Καὶ πῶς;

     Ἀλλὰ μήν, ἦν δ’ ἐγώ, εἷς ἱκανὸς γενόμενος, πόλιν ἔχων

(5)πειθομένην, πάντ’ ἐπιτελέσαι τὰ νῦν ἀπιστούμενα.

     Ἱκανὸς γάρ, ἔφη.

     Ἄρχοντος γάρ που, ἦν δ’ ἐγώ, τιθέντος τοὺς νόμους καὶ

τὰ ἐπιτηδεύματα ἃ διεληλύθαμεν, οὐ δήπου ἀδύνατον ἐθέλειν

ποιεῖν τοὺς πολίτας.

(10)     Οὐδ’ ὁπωστιοῦν.

     Ἀλλὰ δή, ἅπερ ἡμῖν δοκεῖ, δόξαι καὶ ἄλλοις θαυμαστόν

τι καὶ ἀδύνατον;

502c     Οὐκ οἶμαι ἔγωγε, ἦ δ’ ὅς.

     Καὶ μὴν ὅτι γε βέλτιστα, εἴπερ δυνατά, ἱκανῶς ἐν τοῖς

ἔμπροσθεν, ὡς ἐγᾦμαι, διήλθομεν.

     Ἱκανῶς γάρ.

(5)     Νῦν δή, ὡς ἔοικεν, συμβαίνει ἡμῖν περὶ τῆς νομοθεσίας

ἄριστα μὲν εἶναι ἃ λέγομεν, εἰ γένοιτο, χαλεπὰ δὲ γενέσθαι,

οὐ μέντοι ἀδύνατά γε.

     Συμβαίνει γάρ, ἔφη.

     Οὐκοῦν ἐπειδὴ τοῦτο μόγις τέλος ἔσχεν, τὰ ἐπίλοιπα δὴ

(10)μετὰ τοῦτο λεκτέον, τίνα τρόπον ἡμῖν καὶ ἐκ τίνων μαθη-

502dμάτων τε καὶ ἐπιτηδευμάτων οἱ σωτῆρες ἐνέσονται τῆς πολι-

τείας, καὶ κατὰ ποίας ἡλικίας ἕκαστοι ἑκάστων ἁπτόμενοι;

     Λεκτέον μέντοι, ἔφη.

     Οὐδέν, ἦν δ’ ἐγώ, τὸ σοφόν μοι ἐγένετο τήν τε τῶν

(5)γυναικῶν τῆς κτήσεως δυσχέρειαν ἐν τῷ πρόσθεν παραλι-

πόντι καὶ παιδογονίαν καὶ τὴν τῶν ἀρχόντων κατάστασιν,

εἰδότι ὡς ἐπίφθονός τε καὶ χαλεπὴ γίγνεσθαι ἡ παντελῶς

ἀληθής· νῦν γὰρ οὐδὲν ἧττον ἦλθεν τὸ δεῖν αὐτὰ διελθεῖν.

502eκαὶ τὰ μὲν δὴ τῶν γυναικῶν τε καὶ παίδων πεπέρανται, τὸ

δὲ τῶν ἀρχόντων ὥσπερ ἐξ ἀρχῆς μετελθεῖν δεῖ. ἐλέγομεν

503aδ’, εἰ μνημονεύεις, δεῖν αὐτοὺς φιλοπόλιδάς τε φαίνεσθαι,

βασανιζομένους ἐν ἡδοναῖς τε καὶ λύπαις, καὶ τὸ δόγμα

τοῦτο μήτ’ ἐν πόνοις μήτ’ ἐν φόβοις μήτ’ ἐν ἄλλῃ μηδεμιᾷ

μεταβολῇ φαίνεσθαι ἐκβάλλοντας, ἢ τὸν ἀδυνατοῦντα ἀπο-

(5)κριτέον, τὸν δὲ πανταχοῦ ἀκήρατον ἐκβαίνοντα ὥσπερ

χρυσὸν ἐν πυρὶ βασανιζόμενον, στατέον ἄρχοντα καὶ γέρα

δοτέον καὶ ζῶντι καὶ τελευτήσαντι καὶ ἆθλα. τοιαῦτ’ ἄττα

ἦν τὰ λεγόμενα παρεξιόντος καὶ παρακαλυπτομένου τοῦ

503bλόγου, πεφοβημένου κινεῖν τὸ νῦν παρόν.

     Ἀληθέστατα, ἔφη, λέγεις· μέμνημαι γάρ.

     Ὄκνος γάρ, ἔφην, ὦ φίλε, ἐγώ, εἰπεῖν τὰ νῦν ἀποτετολ-

μημένα· νῦν δὲ τοῦτο μὲν τετολμήσθω εἰπεῖν, ὅτι τοὺς

(5)ἀκριβεστάτους φύλακας φιλοσόφους δεῖ καθιστάναι.

     Εἰρήσθω γάρ, ἔφη.

     Νόησον δὴ ὡς εἰκότως ὀλίγοι ἔσονταί σοι· ἣν γὰρ

διήλθομεν φύσιν δεῖν ὑπάρχειν αὐτοῖς, εἰς ταὐτὸν συμφύεσθαι

αὐτῆς τὰ μέρη ὀλιγάκις ἐθέλει, τὰ πολλὰ δὲ διεσπασμένη

(10)φύεται.

503c     Πῶς, ἔφη, λέγεις;

     Εὐμαθεῖς καὶ μνήμονες καὶ ἀγχίνοι καὶ ὀξεῖς καὶ ὅσα

ἄλλα τούτοις ἕπεται οἶσθ’ ὅτι οὐκ ἐθέλουσιν ἅμα φύεσθαι

καὶ νεανικοί τε καὶ μεγαλοπρεπεῖς τὰς διανοίας οἷοι κοσμίως

(5)μετὰ ἡσυχίας καὶ βεβαιότητος ἐθέλειν ζῆν, ἀλλ’ οἱ τοιοῦτοι

ὑπὸ ὀξύτητος φέρονται ὅπῃ ἂν τύχωσιν, καὶ τὸ βέβαιον ἅπαν

αὐτῶν ἐξοίχεται.

     Ἀληθῆ, ἔφη, λέγεις.

     Οὐκοῦν τὰ βέβαια αὖ ταῦτα ἤθη καὶ οὐκ εὐμετάβολα, οἷς

503dἄν τις μᾶλλον ὡς πιστοῖς χρήσαιτο, καὶ ἐν τῷ πολέμῳ πρὸς

τοὺς φόβους δυσκίνητα ὄντα, πρὸς τὰς μαθήσεις αὖ ποιεῖ

ταὐτόν· δυσκινήτως ἔχει καὶ δυσμαθῶς ὥσπερ ἀπονεναρκω-

μένα, καὶ ὕπνου τε καὶ χάσμης ἐμπίμπλανται, ὅταν τι δέῃ

(5)τοιοῦτον διαπονεῖν.

     Ἔστι ταῦτα, ἔφη.

     Ἡμεῖς δέ γέ φαμεν ἀμφοτέρων δεῖν εὖ τε καὶ καλῶς

μετέχειν, ἢ μήτε παιδείας τῆς ἀκριβεστάτης δεῖν αὐτῷ

μεταδιδόναι μήτε τιμῆς μήτε ἀρχῆς.

(10)     Ὀρθῶς, ἦ δ’ ὅς.

     Οὐκοῦν σπάνιον αὐτὸ οἴει ἔσεσθαι;

     Πῶς δ’ οὔ;

503e     Βασανιστέον δὴ ἔν τε οἷς τότε ἐλέγομεν πόνοις τε καὶ

φόβοις καὶ ἡδοναῖς, καὶ ἔτι δὴ ὃ τότε παρεῖμεν νῦν λέγομεν,

ὅτι καὶ ἐν μαθήμασι πολλοῖς γυμνάζειν δεῖ, σκοποῦντας εἰ

καὶ τὰ μέγιστα μαθήματα δυνατὴ ἔσται ἐνεγκεῖν εἴτε καὶ

504aἀποδειλιάσει, ὥσπερ οἱ ἐν τοῖς ἄλλοις ἀποδειλιῶντες.

     Πρέπει γέ τοι δή, ἔφη, οὕτω σκοπεῖν. ἀλλὰ ποῖα δὴ

λέγεις μαθήματα μέγιστα;

     Μνημονεύεις μέν που, ἦν δ’ ἐγώ, ὅτι τριττὰ εἴδη ψυχῆς

(5)διαστησάμενοι συνεβιβάζομεν δικαιοσύνης τε πέρι καὶ σω-

φροσύνης καὶ ἀνδρείας καὶ σοφίας ὃ ἕκαστον εἴη.

     Μὴ γὰρ μνημονεύων, ἔφη, τὰ λοιπὰ ἂν εἴην δίκαιος μὴ

ἀκούειν.

     Ἦ καὶ τὸ προρρηθὲν αὐτῶν;

(10)     Τὸ ποῖον δή;

504b     Ἐλέγομέν που ὅτι ὡς μὲν δυνατὸν ἦν κάλλιστα αὐτὰ

κατιδεῖν ἄλλη μακροτέρα εἴη περίοδος, ἣν περιελθόντι κατα-

φανῆ γίγνοιτο, τῶν μέντοι ἔμπροσθεν προειρημένων ἑπομένας

ἀποδείξεις οἷόν τ’ εἴη προσάψαι. καὶ ὑμεῖς ἐξαρκεῖν ἔφατε,

(5)καὶ οὕτω δὴ ἐρρήθη τὰ τότε τῆς μὲν ἀκριβείας, ὡς ἐμοὶ

ἐφαίνετο, ἐλλιπῆ, εἰ δὲ ὑμῖν ἀρεσκόντως, ὑμεῖς ἂν τοῦτο

εἴποιτε.

     Ἀλλ’ ἔμοιγε, ἔφη, μετρίως· ἐφαίνετο μὴν καὶ τοῖς ἄλλοις.

504c     Ἀλλ’, ὦ φίλε, ἦν δ’ ἐγώ, μέτρον τῶν τοιούτων ἀπολεῖπον

καὶ ὁτιοῦν τοῦ ὄντος οὐ πάνυ μετρίως γίγνεται· ἀτελὲς γὰρ

οὐδὲν οὐδενὸς μέτρον. δοκεῖ δ’ ἐνίοτέ τισιν ἱκανῶς ἤδη ἔχειν

καὶ οὐδὲν δεῖν περαιτέρω ζητεῖν.

(5)     Καὶ μάλ’, ἔφη, συχνοὶ πάσχουσιν αὐτὸ διὰ ῥᾳθυμίαν.

     Τούτου δέ γε, ἦν δ’ ἐγώ, τοῦ παθήματος ἥκιστα προσδεῖ

φύλακι πόλεώς τε καὶ νόμων.

     Εἰκός, ἦ δ’ ὅς.

     Τὴν μακροτέραν τοίνυν, ὦ ἑταῖρε, ἔφην, περιιτέον τῷ

504dτοιούτῳ, καὶ οὐχ ἧττον μανθάνοντι πονητέον ἢ γυμναζομένῳ·

ἤ, ὃ νυνδὴ ἐλέγομεν, τοῦ μεγίστου τε καὶ μάλιστα προσή-

κοντος μαθήματος ἐπὶ τέλος οὔποτε ἥξει.

     Οὐ γὰρ ταῦτα, ἔφη, μέγιστα, ἀλλ’ ἔτι τι μεῖζον δικαιο-

(5)σύνης τε καὶ ὧν διήλθομεν;

     Καὶ μεῖζον, ἦν δ’ ἐγώ, καὶ αὐτῶν τούτων οὐχ ὑπογραφὴν

δεῖ ὥσπερ νῦν θεάσασθαι, ἀλλὰ τὴν τελεωτάτην ἀπεργασίαν

μὴ παριέναι. ἢ οὐ γελοῖον ἐπὶ μὲν ἄλλοις σμικροῦ ἀξίοις

504eπᾶν ποιεῖν συντεινομένους ὅπως ὅτι ἀκριβέστατα καὶ καθα-

ρώτατα ἕξει, τῶν δὲ μεγίστων μὴ μεγίστας ἀξιοῦν εἶναι καὶ

τὰς ἀκριβείας;

     Καὶ μάλα, ἔφη, [ἄξιον τὸ διανόημα]· ὃ μέντοι μέγιστον

(5)μάθημα καὶ περὶ ὅτι αὐτὸ λέγεις, οἴει τιν’ ἄν σε, ἔφη,

ἀφεῖναι μὴ ἐρωτήσαντα τί ἐστιν;

     Οὐ πάνυ, ἦν δ’ ἐγώ, ἀλλὰ καὶ σὺ ἐρώτα. πάντως αὐτὸ

οὐκ ὀλιγάκις ἀκήκοας, νῦν δὲ ἢ οὐκ ἐννοεῖς ἢ αὖ διανοῇ

505aἐμοὶ πράγματα παρέχειν ἀντιλαμβανόμενος. οἶμαι δὲ τοῦτο

μᾶλλον· ἐπεὶ ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα,

πολλάκις ἀκήκοας, ᾗ δὴ καὶ δίκαια καὶ τἆλλα προσχρησάμενα

χρήσιμα καὶ ὠφέλιμα γίγνεται. καὶ νῦν σχεδὸν οἶσθ’ ὅτι

(5)μέλλω τοῦτο λέγειν, καὶ πρὸς τούτῳ ὅτι αὐτὴν οὐχ ἱκανῶς

ἴσμεν· εἰ δὲ μὴ ἴσμεν, ἄνευ δὲ ταύτης εἰ ὅτι μάλιστα τἆλλα

ἐπισταίμεθα, οἶσθ’ ὅτι οὐδὲν ἡμῖν ὄφελος, ὥσπερ οὐδ’ εἰ

505bκεκτῄμεθά τι ἄνευ τοῦ ἀγαθοῦ. ἢ οἴει τι πλέον εἶναι πᾶσαν

κτῆσιν ἐκτῆσθαι, μὴ μέντοι ἀγαθήν; ἢ πάντα τἆλλα φρονεῖν

ἄνευ τοῦ ἀγαθοῦ, καλὸν δὲ καὶ ἀγαθὸν μηδὲν φρονεῖν;

     Μὰ Δί’ οὐκ ἔγωγ’, ἔφη.

(5)     Ἀλλὰ μὴν καὶ τόδε γε οἶσθα, ὅτι τοῖς μὲν πολλοῖς ἡδονὴ

δοκεῖ εἶναι τὸ ἀγαθόν, τοῖς δὲ κομψοτέροις φρόνησις.

     Πῶς δ’ οὔ;

     Καὶ ὅτι γε, ὦ φίλε, οἱ τοῦτο ἡγούμενοι οὐκ ἔχουσι δεῖξαι

ἥτις φρόνησις, ἀλλ’ ἀναγκάζονται τελευτῶντες τὴν τοῦ

(10)ἀγαθοῦ φάναι.

     Καὶ μάλα, ἔφη, γελοίως.

505c     Πῶς γὰρ οὐχί, ἦν δ’ ἐγώ, εἰ ὀνειδίζοντές γε ὅτι οὐκ ἴσμεν

τὸ ἀγαθὸν λέγουσι πάλιν ὡς εἰδόσιν; φρόνησιν γὰρ αὐτό

φασιν εἶναι ἀγαθοῦ, ὡς αὖ συνιέντων ἡμῶν ὅτι λέγουσιν,

ἐπειδὰν τὸ τοῦ ἀγαθοῦ φθέγξωνται ὄνομα.

(5)     Ἀληθέστατα, ἔφη.

     Τί δὲ οἱ τὴν ἡδονὴν ἀγαθὸν ὁριζόμενοι; μῶν μή τι

ἐλάττονος πλάνης ἔμπλεῳ τῶν ἑτέρων; ἢ οὐ καὶ οὗτοι

ἀναγκάζονται ὁμολογεῖν ἡδονὰς εἶναι κακάς;

     Σφόδρα γε.

(10)     Συμβαίνει δὴ αὐτοῖς οἶμαι ὁμολογεῖν ἀγαθὰ εἶναι καὶ

κακὰ ταὐτά. ἦ γάρ;

505d     Τί μήν;

     Οὐκοῦν ὅτι μὲν μεγάλαι καὶ πολλαὶ ἀμφισβητήσεις περὶ

αὐτοῦ, φανερόν;

     Πῶς γὰρ οὔ;

(5)     Τί δέ; τόδε οὐ φανερόν, ὡς δίκαια μὲν καὶ καλὰ πολλοὶ

ἂν ἕλοιντο τὰ δοκοῦντα, κἂν [εἰ] μὴ εἴη, ὅμως ταῦτα πράτ-

τειν καὶ κεκτῆσθαι καὶ δοκεῖν, ἀγαθὰ δὲ οὐδενὶ ἔτι ἀρκεῖ τὰ

δοκοῦντα κτᾶσθαι, ἀλλὰ τὰ ὄντα ζητοῦσιν, τὴν δὲ δόξαν

ἐνταῦθα ἤδη πᾶς ἀτιμάζει;

(10)     Καὶ μάλα, ἔφη.

     Ὃ δὴ διώκει μὲν ἅπασα ψυχὴ καὶ τούτου ἕνεκα πάντα

505eπράττει, ἀπομαντευομένη τι εἶναι, ἀποροῦσα δὲ καὶ οὐκ

ἔχουσα λαβεῖν ἱκανῶς τί ποτ’ ἐστὶν οὐδὲ πίστει χρήσασθαι

μονίμῳ οἵᾳ καὶ περὶ τἆλλα, διὰ τοῦτο δὲ ἀποτυγχάνει καὶ

τῶν ἄλλων εἴ τι ὄφελος ἦν, περὶ δὴ τὸ τοιοῦτον καὶ τοσοῦ-

506aτον οὕτω φῶμεν δεῖν ἐσκοτῶσθαι καὶ ἐκείνους τοὺς βελ-

τίστους ἐν τῇ πόλει, οἷς πάντα ἐγχειριοῦμεν;

     Ἥκιστά γ’, ἔφη.

     Οἶμαι γοῦν, εἶπον, δίκαιά τε καὶ καλὰ ἀγνοούμενα ὅπῃ

(5)ποτὲ ἀγαθά ἐστιν, οὐ πολλοῦ τινος ἄξιον φύλακα κεκτῆσθαι

ἂν ἑαυτῶν τὸν τοῦτο ἀγνοοῦντα· μαντεύομαι δὲ μηδένα αὐτὰ

πρότερον γνώσεσθαι ἱκανῶς.

     Καλῶς γάρ, ἔφη, μαντεύῃ.

     Οὐκοῦν ἡμῖν ἡ πολιτεία τελέως κεκοσμήσεται, ἐὰν ὁ

506bτοιοῦτος αὐτὴν ἐπισκοπῇ φύλαξ, ὁ τούτων ἐπιστήμων;

     Ἀνάγκη, ἔφη. ἀλλὰ σὺ δή, ὦ Σώκρατες, πότερον ἐπι-

στήμην τὸ ἀγαθὸν φῂς εἶναι ἢ ἡδονήν, ἢ ἄλλο τι παρὰ

ταῦτα;

(5)     Οὗτος, ἦν δ’ ἐγώ, ἀνήρ, καλῶς ἦσθα καὶ πάλαι κατα-

φανὴς ὅτι σοι οὐκ ἀποχρήσοι τὸ τοῖς ἄλλοις δοκοῦν περὶ

αὐτῶν.

     Οὐδὲ γὰρ δίκαιόν μοι, ἔφη, ὦ Σώκρατες, φαίνεται τὰ τῶν

ἄλλων μὲν ἔχειν εἰπεῖν δόγματα, τὸ δ’ αὑτοῦ μή, τοσοῦτον

506cχρόνον περὶ ταῦτα πραγματευόμενον.

     Τί δέ; ἦν δ’ ἐγώ· δοκεῖ σοι δίκαιον εἶναι περὶ ὧν τις μὴ

οἶδεν λέγειν ὡς εἰδότα;

     Οὐδαμῶς γ’, ἔφη, ὡς εἰδότα, ὡς μέντοι οἰόμενον ταῦθ’ ἃ

(5)οἴεται ἐθέλειν λέγειν.

     Τί δέ; εἶπον· οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας, ὡς

πᾶσαι αἰσχραί; ὧν αἱ βέλτισται τυφλαί_ἢ δοκοῦσί τί σοι

τυφλῶν διαφέρειν ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές

τι δοξάζοντες;

(10)     Οὐδέν, ἔφη.

     Βούλει οὖν αἰσχρὰ θεάσασθαι, τυφλά τε καὶ σκολιά, ἐξὸν

506dπαρ’ ἄλλων ἀκούειν φανά τε καὶ καλά;

     Μὴ πρὸς Διός, ἦ δ’ ὅς, ὦ Σώκρατες, ὁ Γλαύκων, ὥσπερ

ἐπὶ τέλει ὢν ἀποστῇς. ἀρκέσει γὰρ ἡμῖν, κἂν ὥσπερ

δικαιοσύνης πέρι καὶ σωφροσύνης καὶ τῶν ἄλλων διῆλθες,

(5)οὕτω καὶ περὶ τοῦ ἀγαθοῦ διέλθῃς.

     Καὶ γὰρ ἐμοί, ἦν δ’ ἐγώ, ὦ ἑταῖρε, καὶ μάλα ἀρκέσει·

ἀλλ’ ὅπως μὴ οὐχ οἷός τ’ ἔσομαι, προθυμούμενος δὲ ἀσχη-

μονῶν γέλωτα ὀφλήσω. ἀλλ’, ὦ μακάριοι, αὐτὸ μὲν τί ποτ’

506eἐστὶ τἀγαθὸν ἐάσωμεν τὸ νῦν εἶναι_πλέον γάρ μοι φαίνεται

ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι τοῦ γε δοκοῦντος ἐμοὶ

τὰ νῦν_ὃς δὲ ἔκγονός τε τοῦ ἀγαθοῦ φαίνεται καὶ ὁμοιό-

τατος ἐκείνῳ, λέγειν ἐθέλω, εἰ καὶ ὑμῖν φίλον, εἰ δὲ

(5)μή, ἐᾶν.

     Ἀλλ’, ἔφη, λέγε· εἰς αὖθις γὰρ τοῦ πατρὸς ἀποτείσεις τὴν

διήγησιν.

507a     Βουλοίμην ἄν, εἶπον, ἐμέ τε δύνασθαι αὐτὴν ἀποδοῦναι

καὶ ὑμᾶς κομίσασθαι, ἀλλὰ μὴ ὥσπερ νῦν τοὺς τόκους μόνον.

τοῦτον δὲ δὴ οὖν τὸν τόκον τε καὶ ἔκγονον αὐτοῦ τοῦ ἀγαθοῦ

κομίσασθε. εὐλαβεῖσθε μέντοι μή πῃ ἐξαπατήσω ὑμᾶς

(5)ἄκων, κίβδηλον ἀποδιδοὺς τὸν λόγον τοῦ τόκου.

     Εὐλαβησόμεθα, ἔφη, κατὰ δύναμιν· ἀλλὰ μόνον λέγε.

     Διομολογησάμενός γ’ ἔφην ἐγώ, καὶ ἀναμνήσας ὑμᾶς τά

τ’ ἐν τοῖς ἔμπροσθεν ῥηθέντα καὶ ἄλλοτε ἤδη πολλάκις

εἰρημένα.

507b     Τὰ ποῖα; ἦ δ’ ὅς.

     Πολλὰ καλά, ἦν δ’ ἐγώ, καὶ πολλὰ ἀγαθὰ καὶ ἕκαστα

οὕτως εἶναί φαμέν τε καὶ διορίζομεν τῷ λόγῳ.

     Φαμὲν γάρ.

(5)     Καὶ αὐτὸ δὴ καλὸν καὶ αὐτὸ ἀγαθόν, καὶ οὕτω περὶ πάντων

ἃ τότε ὡς πολλὰ ἐτίθεμεν, πάλιν αὖ κατ’ ἰδέαν μίαν ἑκάστου

ὡς μιᾶς οὔσης τιθέντες, "ὃ ἔστιν" ἕκαστον προσαγορεύομεν.

     Ἔστι ταῦτα.

     Καὶ τὰ μὲν δὴ ὁρᾶσθαί φαμεν, νοεῖσθαι δ’ οὔ, τὰς δ’ αὖ

(10)ἰδέας νοεῖσθαι μέν, ὁρᾶσθαι δ’ οὔ.

     Παντάπασι μὲν οὖν.

507c     Τῷ οὖν ὁρῶμεν ἡμῶν αὐτῶν τὰ ὁρώμενα;

     Τῇ ὄψει, ἔφη.

     Οὐκοῦν, ἦν δ’ ἐγώ, καὶ ἀκοῇ τὰ ἀκουόμενα, καὶ ταῖς ἄλλαις

αἰσθήσεσι πάντα τὰ αἰσθητά;

(5)     Τί μήν;

     Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, ἐννενόηκας τὸν τῶν αἰσθήσεων

δημιουργὸν ὅσῳ πολυτελεστάτην τὴν τοῦ ὁρᾶν τε καὶ

ὁρᾶσθαι δύναμιν ἐδημιούργησεν;

     Οὐ πάνυ, ἔφη.

(10)     Ἀλλ’ ὧδε σκόπει. ἔστιν ὅτι προσδεῖ ἀκοῇ καὶ φωνῇ

γένους ἄλλου εἰς τὸ τὴν μὲν ἀκούειν, τὴν δὲ ἀκούεσθαι, ὃ

507dἐὰν μὴ παραγένηται τρίτον, ἡ μὲν οὐκ ἀκούσεται, ἡ δὲ οὐκ

ἀκουσθήσεται;

     Οὐδενός, ἔφη.

     Οἶμαι δέ γε, ἦν δ’ ἐγώ, οὐδ’ ἄλλαις πολλαῖς, ἵνα μὴ εἴπω

(5)ὅτι οὐδεμιᾷ, τοιούτου προσδεῖ οὐδενός. ἢ σύ τινα ἔχεις

εἰπεῖν;

     Οὐκ ἔγωγε, ἦ δ’ ὅς.

     Τὴν δὲ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ οὐκ ἐννοεῖς ὅτι προς-

δεῖται;

(10)     Πῶς;

     Ἐνούσης που ἐν ὄμμασιν ὄψεως καὶ ἐπιχειροῦντος τοῦ

ἔχοντος χρῆσθαι αὐτῇ, παρούσης δὲ χρόας ἐν αὐτοῖς, ἐὰν μὴ

507eπαραγένηται γένος τρίτον ἰδίᾳ ἐπ’ αὐτὸ τοῦτο πεφυκός, οἶσθα

ὅτι ἥ τε ὄψις οὐδὲν ὄψεται, τά τε χρώματα ἔσται ἀόρατα.

     Τίνος δὴ λέγεις, ἔφη, τούτου;

     Ὃ δὴ σὺ καλεῖς, ἦν δ’ ἐγώ, φῶς.

(5)     Ἀληθῆ, ἔφη, λέγεις.

     Οὐ σμικρᾷ ἄρα ἰδέᾳ ἡ τοῦ ὁρᾶν αἴσθησις καὶ ἡ τοῦ ὁρᾶσθαι

508aδύναμις τῶν ἄλλων συζεύξεων τιμιωτέρῳ ζυγῷ ἐζύγησαν,

εἴπερ μὴ ἄτιμον τὸ φῶς.

     Ἀλλὰ μήν, ἔφη, πολλοῦ γε δεῖ ἄτιμον εἶναι.

     Τίνα οὖν ἔχεις αἰτιάσασθαι τῶν ἐν οὐρανῷ θεῶν τούτου

(5)κύριον, οὗ ἡμῖν τὸ φῶς ὄψιν τε ποιεῖ ὁρᾶν ὅτι κάλλιστα καὶ

τὰ ὁρώμενα ὁρᾶσθαι;

     Ὅνπερ καὶ σύ, ἔφη, καὶ οἱ ἄλλοι· τὸν ἥλιον γὰρ δῆλον

ὅτι ἐρωτᾷς.

     Ἆρ’ οὖν ὧδε πέφυκεν ὄψις πρὸς τοῦτον τὸν θεόν;

(10)     Πῶς;

     Οὐκ ἔστιν ἥλιος ἡ ὄψις οὔτε αὐτὴ οὔτ’ ἐν ᾧ ἐγγίγνεται, ὃ

508bδὴ καλοῦμεν ὄμμα.

     Οὐ γὰρ οὖν.

     Ἀλλ’ ἡλιοειδέστατόν γε οἶμαι τῶν περὶ τὰς αἰσθήσεις

ὀργάνων.

(5)     Πολύ γε.

     Οὐκοῦν καὶ τὴν δύναμιν ἣν ἔχει ἐκ τούτου ταμιευομένην

ὥσπερ ἐπίρρυτον κέκτηται;

     Πάνυ μὲν οὖν.

     Ἆρ’ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ’ ὢν

(10)αὐτῆς ὁρᾶται ὑπ’ αὐτῆς ταύτης;

     Οὕτως, ἦ δ’ ὅς.

     Τοῦτον τοίνυν, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ

ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ

508cἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον

ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.

     Πῶς; ἔφη· ἔτι δίελθέ μοι.

     Ὀφθαλμοί, ἦν δ’ ἐγώ, οἶσθ’ ὅτι, ὅταν μηκέτι ἐπ’ ἐκεῖνά τις

(5)αὐτοὺς τρέπῃ ὧν ἂν τὰς χρόας τὸ ἡμερινὸν φῶς ἐπέχῃ, ἀλλὰ

ὧν νυκτερινὰ φέγγη, ἀμβλυώττουσί τε καὶ ἐγγὺς φαίνονται

τυφλῶν, ὥσπερ οὐκ ἐνούσης καθαρᾶς ὄψεως;

     Καὶ μάλα, ἔφη.

508d     Ὅταν δέ γ’ οἶμαι ὧν ὁ ἥλιος καταλάμπει, σαφῶς ὁρῶσι,

καὶ τοῖς αὐτοῖς τούτοις ὄμμασιν ἐνοῦσα φαίνεται.

     Τί μήν;

     Οὕτω τοίνυν καὶ τὸ τῆς ψυχῆς ὧδε νόει· ὅταν μὲν οὗ

(5)καταλάμπει ἀλήθειά τε καὶ τὸ ὄν, εἰς τοῦτο ἀπερείσηται,

ἐνόησέν τε καὶ ἔγνω αὐτὸ καὶ νοῦν ἔχειν φαίνεται· ὅταν δὲ εἰς

τὸ τῷ σκότῳ κεκραμένον, τὸ γιγνόμενόν τε καὶ ἀπολλύμενον,

δοξάζει τε καὶ ἀμβλυώττει ἄνω καὶ κάτω τὰς δόξας μετα-

βάλλον, καὶ ἔοικεν αὖ νοῦν οὐκ ἔχοντι.

(10)     Ἔοικε γάρ.

508e     Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γιγνωσκο-

μένοις καὶ τῷ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδὸν τὴν τοῦ

ἀγαθοῦ ἰδέαν φάθι εἶναι· αἰτίαν δ’ ἐπιστήμης οὖσαν καὶ

ἀληθείας, ὡς γιγνωσκομένης μὲν διανοοῦ, οὕτω δὲ καλῶν

(5)ἀμφοτέρων ὄντων, γνώσεώς τε καὶ ἀληθείας, ἄλλο καὶ

κάλλιον ἔτι τούτων ἡγούμενος αὐτὸ ὀρθῶς ἡγήσῃ· ἐπιστήμην

509aδὲ καὶ ἀλήθειαν, ὥσπερ ἐκεῖ φῶς τε καὶ ὄψιν ἡλιοειδῆ μὲν

νομίζειν ὀρθόν, ἥλιον δ’ ἡγεῖσθαι οὐκ ὀρθῶς ἔχει, οὕτω καὶ

ἐνταῦθα ἀγαθοειδῆ μὲν νομίζειν ταῦτ’ ἀμφότερα ὀρθόν, ἀγαθὸν

δὲ ἡγεῖσθαι ὁπότερον αὐτῶν οὐκ ὀρθόν, ἀλλ’ ἔτι μειζόνως

(5)τιμητέον τὴν τοῦ ἀγαθοῦ ἕξιν.

     Ἀμήχανον κάλλος, ἔφη, λέγεις, εἰ ἐπιστήμην μὲν καὶ

ἀλήθειαν παρέχει, αὐτὸ δ’ ὑπὲρ ταῦτα κάλλει ἐστίν· οὐ γὰρ

δήπου σύ γε ἡδονὴν αὐτὸ λέγεις.

     Εὐφήμει, ἦν δ’ ἐγώ· ἀλλ’ ὧδε μᾶλλον τὴν εἰκόνα αὐτοῦ

(10)ἔτι ἐπισκόπει.

509b     Πῶς;

     Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον οἶμαι τὴν τοῦ ὁρᾶσθαι

δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην

καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα.

(5)     Πῶς γάρ;

     Καὶ τοῖς γιγνωσκομένοις τοίνυν μὴ μόνον τὸ γιγνώσκεσθαι

φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν

οὐσίαν ὑπ’ ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ

ἀγαθοῦ, ἀλλ’ ἔτι ἐπέκεινα τῆς οὐσίας πρεσβείᾳ καὶ δυνάμει

(10)ὑπερέχοντος.

509c     Καὶ ὁ Γλαύκων μάλα γελοίως, Ἄπολλον, ἔφη, δαιμονίας

ὑπερβολῆς.

     Σὺ γάρ, ἦν δ’ ἐγώ, αἴτιος, ἀναγκάζων τὰ ἐμοὶ δοκοῦντα

περὶ αὐτοῦ λέγειν.

(5)     Καὶ μηδαμῶς γ’, ἔφη, παύσῃ, εἰ μή τι, ἀλλὰ τὴν περὶ τὸν

ἥλιον ὁμοιότητα αὖ διεξιών, εἴ πῃ ἀπολείπεις.

     Ἀλλὰ μήν, εἶπον, συχνά γε ἀπολείπω.

     Μηδὲ σμικρὸν τοίνυν, ἔφη, παραλίπῃς.

     Οἶμαι μέν, ἦν δ’ ἐγώ, καὶ πολύ· ὅμως δέ, ὅσα γ’ ἐν τῷ

(10)παρόντι δυνατόν, ἑκὼν οὐκ ἀπολείψω.

     Μὴ γάρ, ἔφη.

509d     Νόησον τοίνυν, ἦν δ’ ἐγώ, ὥσπερ λέγομεν, δύο αὐτὼ εἶναι,

καὶ βασιλεύειν τὸ μὲν νοητοῦ γένους τε καὶ τόπου, τὸ δ’ αὖ

ὁρατοῦ, ἵνα μὴ οὐρανοῦ εἰπὼν δόξω σοι σοφίζεσθαι περὶ τὸ

ὄνομα. ἀλλ’ οὖν ἔχεις ταῦτα διττὰ εἴδη, ὁρατόν, νοητόν;

(5)     Ἔχω.

     Ὥσπερ τοίνυν γραμμὴν δίχα τετμημένην λαβὼν ἄνισα

τμήματα, πάλιν τέμνε ἑκάτερον τὸ τμῆμα ἀνὰ τὸν αὐτὸν λό-

γον, τό τε τοῦ ὁρωμένου γένους καὶ τὸ τοῦ νοουμένου, καί σοι

ἔσται σαφηνείᾳ καὶ ἀσαφείᾳ πρὸς ἄλληλα ἐν μὲν τῷ ὁρωμένῳ

509eτὸ μὲν ἕτερον τμῆμα εἰκόνες_λέγω δὲ τὰς εἰκόνας πρῶτον

510aμὲν τὰς σκιάς, ἔπειτα τὰ ἐν τοῖς ὕδασι φαντάσματα καὶ ἐν

τοῖς ὅσα πυκνά τε καὶ λεῖα καὶ φανὰ συνέστηκεν, καὶ πᾶν τὸ

τοιοῦτον, εἰ κατανοεῖς.

     Ἀλλὰ κατανοῶ.

(5)     Τὸ τοίνυν ἕτερον τίθει ᾧ τοῦτο ἔοικεν, τά τε περὶ ἡμᾶς ζῷς

καὶ πᾶν τὸ φυτευτὸν καὶ τὸ σκευαστὸν ὅλον γένος.

     Τίθημι, ἔφη.

     Ἦ καὶ ἐθέλοις ἂν αὐτὸ φάναι, ἦν δ’ ἐγώ, διῃρῆσθαι

ἀληθείᾳ τε καὶ μή, ὡς τὸ δοξαστὸν πρὸς τὸ γνωστόν, οὕτω

(10)τὸ ὁμοιωθὲν πρὸς τὸ ᾧ ὡμοιώθη;

510b     Ἔγωγ’, ἔφη, καὶ μάλα.

     Σκόπει δὴ αὖ καὶ τὴν τοῦ νοητοῦ τομὴν ᾗ τμητέον.

     Πῇ;

     Ἧι τὸ μὲν αὐτοῦ τοῖς τότε μιμηθεῖσιν ὡς εἰκόσιν χρωμένη

(5)ψυχὴ ζητεῖν ἀναγκάζεται ἐξ ὑποθέσεων, οὐκ ἐπ’ ἀρχὴν

πορευομένη ἀλλ’ ἐπὶ τελευτήν, τὸ δ’ αὖ ἕτερον_τὸ ἐπ’

ἀρχὴν ἀνυπόθετον_ἐξ ὑποθέσεως ἰοῦσα καὶ ἄνευ τῶν περὶ

ἐκεῖνο εἰκόνων, αὐτοῖς εἴδεσι δι’ αὐτῶν τὴν μέθοδον ποιου-

μένη.

(10)     Ταῦτ’, ἔφη, ἃ λέγεις, οὐχ ἱκανῶς ἔμαθον.

510c     Ἀλλ’ αὖθις, ἦν δ’ ἐγώ· ῥᾷον γὰρ τούτων προειρημένων

μαθήσῃ. οἶμαι γάρ σε εἰδέναι ὅτι οἱ περὶ τὰς γεωμετρίας

τε καὶ λογισμοὺς καὶ τὰ τοιαῦτα πραγματευόμενοι, ὑποθέμενοι

τό τε περιττὸν καὶ τὸ ἄρτιον καὶ τὰ σχήματα καὶ γωνιῶν

(5)τριττὰ εἴδη καὶ ἄλλα τούτων ἀδελφὰ καθ’ ἑκάστην μέθοδον,

ταῦτα μὲν ὡς εἰδότες, ποιησάμενοι ὑποθέσεις αὐτά, οὐδένα

λόγον οὔτε αὑτοῖς οὔτε ἄλλοις ἔτι ἀξιοῦσι περὶ αὐτῶν διδόναι

510dὡς παντὶ φανερῶν, ἐκ τούτων δ’ ἀρχόμενοι τὰ λοιπὰ ἤδη

διεξιόντες τελευτῶσιν ὁμολογουμένως ἐπὶ τοῦτο οὗ ἂν ἐπὶ

σκέψιν ὁρμήσωσι.

     Πάνυ μὲν οὖν, ἔφη, τοῦτό γε οἶδα.

(5)     Οὐκοῦν καὶ ὅτι τοῖς ὁρωμένοις εἴδεσι προσχρῶνται καὶ τοὺς

λόγους περὶ αὐτῶν ποιοῦνται, οὐ περὶ τούτων διανοούμενοι,

ἀλλ’ ἐκείνων πέρι οἷς ταῦτα ἔοικε, τοῦ τετραγώνου αὐτοῦ

ἕνεκα τοὺς λόγους ποιούμενοι καὶ διαμέτρου αὐτῆς, ἀλλ’ οὐ

510eταύτης ἣν γράφουσιν, καὶ τἆλλα οὕτως, αὐτὰ μὲν ταῦτα ἃ

πλάττουσίν τε καὶ γράφουσιν, ὧν καὶ σκιαὶ καὶ ἐν ὕδασιν

εἰκόνες εἰσίν, τούτοις μὲν ὡς εἰκόσιν αὖ χρώμενοι, ζητοῦντες

511aδὲ αὐτὰ ἐκεῖνα ἰδεῖν ἃ οὐκ ἂν ἄλλως ἴδοι τις ἢ τῇ διανοίᾳ.

     Ἀληθῆ, ἔφη, λέγεις.

     Τοῦτο τοίνυν νοητὸν μὲν τὸ εἶδος ἔλεγον, ὑποθέσεσι δ’

ἀναγκαζομένην ψυχὴν χρῆσθαι περὶ τὴν ζήτησιν αὐτοῦ,

(5)οὐκ ἐπ’ ἀρχὴν ἰοῦσαν, ὡς οὐ δυναμένην τῶν ὑποθέσεων

ἀνωτέρω ἐκβαίνειν, εἰκόσι δὲ χρωμένην αὐτοῖς τοῖς ὑπὸ τῶν

κάτω ἀπεικασθεῖσιν καὶ ἐκείνοις πρὸς ἐκεῖνα ὡς ἐναργέσι

δεδοξασμένοις τε καὶ τετιμημένοις.

511b     Μανθάνω, ἔφη, ὅτι τὸ ὑπὸ ταῖς γεωμετρίαις τε καὶ ταῖς

ταύτης ἀδελφαῖς τέχναις λέγεις.

     Τὸ τοίνυν ἕτερον μάνθανε τμῆμα τοῦ νοητοῦ λέγοντά με

τοῦτο οὗ αὐτὸς ὁ λόγος ἅπτεται τῇ τοῦ διαλέγεσθαι δυνάμει,

(5)τὰς ὑποθέσεις ποιούμενος οὐκ ἀρχὰς ἀλλὰ τῷ ὄντι ὑποθέσεις,

οἷον ἐπιβάσεις τε καὶ ὁρμάς, ἵνα μέχρι τοῦ ἀνυποθέτου ἐπὶ

τὴν τοῦ παντὸς ἀρχὴν ἰών, ἁψάμενος αὐτῆς, πάλιν αὖ ἐχό-

μενος τῶν ἐκείνης ἐχομένων, οὕτως ἐπὶ τελευτὴν καταβαίνῃ,

511cαἰσθητῷ παντάπασιν οὐδενὶ προσχρώμενος, ἀλλ’ εἴδεσιν

αὐτοῖς δι’ αὐτῶν εἰς αὐτά, καὶ τελευτᾷ εἰς εἴδη.

     Μανθάνω, ἔφη, ἱκανῶς μὲν οὔ_δοκεῖς γάρ μοι συχνὸν

ἔργον λέγειν_ὅτι μέντοι βούλει διορίζειν σαφέστερον εἶναι

(5)τὸ ὑπὸ τῆς τοῦ διαλέγεσθαι ἐπιστήμης τοῦ ὄντος τε καὶ

νοητοῦ θεωρούμενον ἢ τὸ ὑπὸ τῶν τεχνῶν καλουμένων, αἷς

αἱ ὑποθέσεις ἀρχαὶ καὶ διανοίᾳ μὲν ἀναγκάζονται ἀλλὰ μὴ

αἰσθήσεσιν αὐτὰ θεᾶσθαι οἱ θεώμενοι, διὰ δὲ τὸ μὴ ἐπ’ ἀρχὴν

511dἀνελθόντες σκοπεῖν ἀλλ’ ἐξ ὑποθέσεων, νοῦν οὐκ ἴσχειν περὶ

αὐτὰ δοκοῦσί σοι, καίτοι νοητῶν ὄντων μετὰ ἀρχῆς. διάνοιαν

δὲ καλεῖν μοι δοκεῖς τὴν τῶν γεωμετρικῶν τε καὶ τὴν τῶν

τοιούτων ἕξιν ἀλλ’ οὐ νοῦν, ὡς μεταξύ τι δόξης τε καὶ νοῦ

(5)τὴν διάνοιαν οὖσαν.

     Ἱκανώτατα, ἦν δ’ ἐγώ, ἀπεδέξω. καί μοι ἐπὶ τοῖς

τέτταρσι τμήμασι τέτταρα ταῦτα παθήματα ἐν τῇ ψυχῇ

γιγνόμενα λαβέ, νόησιν μὲν ἐπὶ τῷ ἀνωτάτω, διάνοιαν

511eδὲ ἐπὶ τῷ δευτέρῳ, τῷ τρίτῳ δὲ πίστιν ἀπόδος καὶ τῷ

τελευταίῳ εἰκασίαν, καὶ τάξον αὐτὰ ἀνὰ λόγον, ὥσπερ ἐφ’ οἷς

ἐστιν ἀληθείας μετέχει, οὕτω ταῦτα σαφηνείας ἡγησάμενος

μετέχειν.

(5)     Μανθάνω, ἔφη, καὶ συγχωρῶ καὶ τάττω ὡς λέγεις.