Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ΜΙΝΩΣ ἢ ΠΕΡΙ ΝΟΜΟΥ

313a     {ΣΩ.} Ὁ νόμος ἡμῖν τί ἐστιν;

     {ΕΤ.} Ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;

     {ΣΩ.} Τί δ’; ἔστιν ὅτι διαφέρει νόμος νόμου κατ’ αὐτὸ

τοῦτο, κατὰ τὸ νόμος εἶναι; σκόπει γὰρ δὴ ὃ τυγχάνω

(5)ἐρωτῶν σε. ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός,

εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε

οὐκ ἂν ὀρθῶς ἐρέσθαι. οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς

313bχρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ

τὸ χρυσός· οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει,

ἀλλὰ πάντες εἰσὶν ταὐτόν. νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν

ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δ’ ἧττον· τοῦτο δὴ αὐτὸ ἐρωτῶ,

(5)τὸ πᾶν τί ἐστιν νόμος. εἰ οὖν σοι πρόχειρον, εἰπέ.

     {ΕΤ.} Τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλ’ ἢ τὰ

νομιζόμενα;

     {ΣΩ.} Ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις

τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα; ἢ ἄλλο μὲν λόγος, ἄλλο

313cδὲ τὰ λεγόμενα· καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα·

καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ

νόμος, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτως ἢ πῶς σοι δοκεῖ;

     {ΕΤ.} Ἄλλο μοι νῦν ἐφάνη.

(5)     {ΣΩ.} Οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα.

     {ΕΤ.} Οὔ μοι δοκεῖ.

     {ΣΩ.} Τί δῆτ’ ἂν εἴη νόμος; ἐπισκεψώμεθ’ αὐτὸ ὧδε. εἴ

τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, "Ἐπειδὴ ὄψει φατὲ

314aτὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;" ἀπεκρινάμεθ’

ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ

τὰ πράγματα· εἰ δ’ αὖ ἤρετο ἡμᾶς, "Τί δέ; ἐπειδὴ ἀκοῇ τὰ

ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ;" ἀπεκρινάμεθ’ ἂν

(5)αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς

φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, "Ἐπειδὴ νόμῳ

τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται;

314bπότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα

μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ

εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη

ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαν-

(5)τικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων·

ἦ γάρ;"

     {ΕΤ.} Πάνυ γε.

     {ΣΩ.} Τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον

εἶναι;

(10)     {ΕΤ.} Τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ.

τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ

314cσὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.

     {ΣΩ.} Δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.

     {ΕΤ.} Ἔγωγε.

     {ΣΩ.} Καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσό-

(5)μεθα. λέγεις τινὰς σοφούς; — {ΕΤ.} Ἔγωγε. — {ΣΩ.} Οὐκοῦν

οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί; — {ΕΤ.} Ναί. — {ΣΩ.} Τί δέ; οἱ

δίκαιοι δικαιοσύνῃ δίκαιοι; — {ΕΤ.} Πάνυ γε. — {ΣΩ.} Οὐκοῦν

καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι; — {ΕΤ.} Ναί. — {ΣΩ.} Οἱ δὲ

314dἄνομοι ἀνομίᾳ ἄνομοι; — {ΕΤ.} Ναί. — {ΣΩ.} Οἱ δὲ νόμιμοι δί-

καιοι; — {ΕΤ.} Ναί. — {ΣΩ.} Οἱ δὲ ἄνομοι ἄδικοι; — {ΕΤ.} Ἄδικοι.

— {ΣΩ.} Οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος; —

{ΕΤ.} Οὕτως. — {ΣΩ.} Αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;

(5)— {ΕΤ.} Ναί. — {ΣΩ.} Καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα

πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει; — {ΕΤ.} Ναί. — {ΣΩ.} Ὡς

περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ

ὡς ἀγαθὸν αὐτὸ ζητεῖν. — {ΕΤ.} Πῶς δ’ οὔ;

     {ΣΩ.} Οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον; —

{314eΕΤ.} Ἔφαμεν γάρ. — {ΣΩ.} Τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ

δόγματα, τὰ δὲ πονηρά; — {ΕΤ.} Ἔστιν μὲν οὖν. — {ΣΩ.} Καὶ

μὴν νόμος γε οὐκ ἦν πονηρός. — {ΕΤ.} Οὐ γάρ. — {ΣΩ.} Οὐκ

ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ

(5)δόγμα πόλεως. — {ΕΤ.} Οὐκ ἔμοιγε δοκεῖ. — {ΣΩ.} Οὐκ ἄρα

ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι. — {ΕΤ.} Οὐ δῆτα.

     {ΣΩ.} Ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται

ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη

τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί; —

{(10)ΕΤ.} Ναί. — {ΣΩ.} Δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;

315a— {ΕΤ.} Ναί. — {ΣΩ.} Οὐκοῦν ἡ ἀληθὴς δόξα τοῦ ὄντος ἐστὶν

ἐξεύρεσις; — {ΕΤ.} Ἔστιν γάρ. — {ΣΩ.} Ὁ νόμος ἄρα βούλεται

τοῦ ὄντος εἶναι ἐξεύρεσις.

     {ΕΤ.} Πῶς οὖν, ὦ Σώκρατες, εἰ ὁ νόμος ἐστὶν τοῦ ὄντος

(5)ἐξεύρεσις, οὐκ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρώμεθα περὶ τῶν

αὐτῶν, εἰ τὰ ὄντα γε ἡμῖν ἐξηύρηται;

     {ΣΩ.} Βούλεται μὲν οὐδὲν ἧττον ὁ νόμος εἶναι τοῦ ὄντος

ἐξεύρεσις· οἱ δ’ ἄρα μὴ τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμενοι

315bἄνθρωποι, ὡς δοκοῦμεν, οὐκ ἀεὶ δύνανται ἐξευρίσκειν ὃ

βούλεται ὁ νόμος, τὸ ὄν. ἐπεὶ φέρε ἴδωμεν ἐὰν ἄρα ἡμῖν

ἐνθένδε κατάδηλον γένηται εἴτε τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώ-

μεθα ἢ ἄλλοτε ἄλλοις, καὶ εἰ ἅπαντες τοῖς αὐτοῖς ἢ ἄλλοι

(5)ἄλλοις.

     {ΕΤ.} Ἀλλὰ τοῦτό γε, ὦ Σώκρατες, οὐ χαλεπὸν γνῶναι,

ὅτι οὔτε οἱ αὐτοὶ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρῶνται ἄλλοι τε

ἄλλοις. ἐπεὶ αὐτίκα ἡμῖν μὲν οὐ νόμος ἐστὶν ἀνθρώπους

θύειν ἀλλ’ ἀνόσιον, Καρχηδόνιοι δὲ θύουσιν ὡς ὅσιον ὂν

315cκαὶ νόμιμον αὐτοῖς, καὶ ταῦτα ἔνιοι αὐτῶν καὶ τοὺς αὑτῶν

ὑεῖς τῷ Κρόνῳ, ὡς ἴσως καὶ σὺ ἀκήκοας. καὶ μὴ ὅτι βάρ-

βαροι ἄνθρωποι ἡμῶν ἄλλοις νόμοις χρῶνται, ἀλλὰ καὶ οἱ

ἐν τῇ Λυκαίᾳ οὗτοι καὶ οἱ τοῦ Ἀθάμαντος ἔκγονοι οἵας

(5)θυσίας θύουσιν Ἕλληνες ὄντες. ὥσπερ καὶ ἡμᾶς αὐτοὺς

οἶσθά που καὶ αὐτὸς ἀκούων οἵοις νόμοις ἐχρώμεθα πρὸ τοῦ

περὶ τοὺς ἀποθανόντας, ἱερεῖά τε προσφάττοντες πρὸ τῆς

ἐκφορᾶς τοῦ νεκροῦ καὶ ἐγχυτιστρίας μεταπεμπόμενοι· οἱ

315dδ’ αὖ ἐκείνων ἔτι πρότεροι αὐτοῦ καὶ ἔθαπτον ἐν τῇ οἰκίᾳ

τοὺς ἀποθανόντας· ἡμεῖς δὲ τούτων οὐδὲν ποιοῦμεν. μυρία

δ’ ἄν τις ἔχοι τοιαῦτα εἰπεῖν· πολλὴ γὰρ εὐρυχωρία τῆς

ἀποδείξεως ὡς οὔτε ἡμεῖς ἡμῖν αὐτοῖς ἀεὶ κατὰ ταὐτὰ νομί-

(5)ζομεν οὔτε ἀλλήλοις οἱ ἄνθρωποι.

     {ΣΩ.} Οὐδέν τοι θαυμαστόν ἐστιν, ὦ βέλτιστε, εἰ σὺ μὲν

ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν. ἀλλ’ ἕως ἂν σύ τε

κατὰ σαυτὸν λέγῃς ἅ σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ,

315eοὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι· ἐὰν δὲ κοινὸν τεθῇ

τὸ σκέμμα, τάχ’ ἂν ὁμολογήσαιμεν. εἰ μὲν οὖν βούλει,

πυνθανόμενός τι παρ’ ἐμοῦ κοινῇ μετ’ ἐμοῦ σκόπει· εἰ δ’ αὖ

βούλει, ἀποκρινόμενος.

(5)     {ΕΤ.} Ἀλλ’ ἐθέλω, ὦ Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν

βούλῃ.

     {ΣΩ.} Φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι

καὶ τὰ ἄδικα δίκαια, ἢ τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα

ἄδικα; — {ΕΤ.} Ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα

316aἄδικα. — {ΣΩ.} Οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νο-

μίζεται; — {ΕΤ.} Ναί. — {ΣΩ.} Οὐκοῦν καὶ ἐν Πέρσαις; — {[ΕΤ.}

Καὶ ἐν Πέρσαις]. — {ΣΩ.} Ἀλλὰ ἀεὶ δήπου; — {ΕΤ.} Ἀεί. —

{ΣΩ.} Πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται

(5)ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον; — {ΕΤ.} Οὔκ,

ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφό-

τερα. — {ΣΩ.} Οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ; —

{ΕΤ.} Ναί. — {ΣΩ.} Τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται

316bκαλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλ’ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ

τὰ καλὰ αἰσχρά. — {ΕΤ.} Οὕτως. — {ΣΩ.} Οὐκοῦν, ὡς κατὰ πάν-

των εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρ’

ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν. — {ΕΤ.} Ἔμοιγε δοκεῖ. — {

(5)ΣΩ.} Ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.

     {ΕΤ.} Οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται

ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δ’ ἐν-

316cνοήσω ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς

νόμους, οὐ δύναμαι πεισθῆναι.

     {ΣΩ.} Ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι

ταὐτά ἐστιν. ἀλλ’ ὧδε μετ’ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ

(5)ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων; — {ΕΤ.}

Ἔγωγε. — {ΣΩ.} Οἶσθα οὖν τίνος τέχνης τοῦτ’ ἐστὶ τὸ σύγ-

γραμμα; — {ΕΤ.} Οἶδα, ὅτι ἰατρικῆς. — {ΣΩ.} Οὐκοῦν ἰατροὺς

καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων; — {ΕΤ.} Φημί. — {ΣΩ.}

316dΠότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομί-

ζουσιν ἢ ἄλλοι ἄλλα; — {ΕΤ.} Ταὐτὰ ἔμοιγε δοκοῦσι. — {ΣΩ.}

Πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι

αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομί-

(5)ζουσι; — {ΕΤ.} Ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας

αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους. —

{ΣΩ.} Καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί; — {ΕΤ.} Ναί,

καὶ ἀεί.

     {ΣΩ.} Οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ

316eκαὶ νομίζουσιν εἶναι; — {ΕΤ.} Ναί. — {ΣΩ.} Ἰατρικὰ ἄρα καὶ

ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.

— {ΕΤ.} Ἰατρικὰ μέντοι. — {ΣΩ.} Ἆρ’ οὖν καὶ τὰ γεωργικὰ συγ-

γράμματα γεωργικοὶ νόμοι εἰσίν; — {ΕΤ.} Ναί. — {ΣΩ.} Τίνων

(5)οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;

— {ΕΤ.} Κηπουρῶν. — {ΣΩ.} Κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν

οὗτοι. — {ΕΤ.} Ναί. — {ΣΩ.} Τῶν ἐπισταμένων κήπων ἄρχειν;

— {ΕΤ.} Πῶς δ’ οὔ; — {ΣΩ.} Ἐπίστανται δ’ οἱ κηπουροί. — {ΕΤ.}

Ναί. — {ΣΩ.} Τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά

(10)τε καὶ νόμιμα; — {ΕΤ.} Μαγείρων. — {ΣΩ.} Μαγειρικοὶ ἄρα οὗτοι

νόμοι εἰσί; — {ΕΤ.} Μαγειρικοί. — {ΣΩ.} Τῶν ἐπισταμένων, ὡς

317aἔοικεν, ὄψου σκευασίας ἄρχειν; — {ΕΤ.} Ναί. — {ΣΩ.} Ἐπί-

στανται δέ, ὥς φασιν, οἱ μάγειροι; — {ΕΤ.} Ἐπίστανται γάρ.

— {ΣΩ.} Εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγ-

γράμματά τε καὶ νόμιμά ἐστιν; ἆρ’ οὐ τῶν ἐπισταμένων

(5)πόλεων ἄρχειν; — {ΕΤ.} Ἔμοιγε δοκεῖ. — {ΣΩ.} Ἐπίστανται δὲ

ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί; — {ΕΤ.} Οὗτοι

μὲν οὖν. — {ΣΩ.} Πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν,

οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν

317bἀγαθῶν συγγράμματα. — {ΕΤ.} Ἀληθῆ λέγεις.

     {ΣΩ.} Ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα

συγγράψουσι περὶ τῶν αὐτῶν; — {ΕΤ.} Οὔ. — {ΣΩ.} Οὐδὲ μετα-

θήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα; —

{(5)ΕΤ.} Οὐ δῆτα. — {ΣΩ.} Ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο

ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστή-

μονας τοὺς τοῦτο ποιοῦντας; — {ΕΤ.} Ἀνεπιστήμονας. — {ΣΩ.}

Οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ

εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν; —

{317cΕΤ.} Ναί. — {ΣΩ.} Ὃ δ’ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο

νόμιμον εἶναι; — {ΕΤ.} Οὐκέτι. — {ΣΩ.} Ἄνομον ἄρα γίγνεται.

— {ΕΤ.} Ἀνάγκη. — {ΣΩ.} Οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι

τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως

(5)διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν

ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ

νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἔστιν γὰρ ἄνομον. — {ΕΤ.} Ναί.

317d— {ΣΩ.} Ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος

εὕρεσιν. — {ΕΤ.} Φαίνεται.

     {ΣΩ.} Ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα. τίς ἐπιστήμων

διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα; — {ΕΤ.} Γεωργός. — {ΣΩ.} Οὗτος

(5)δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει; — {ΕΤ.} Ναί. —

{ΣΩ.} Ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου

νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαί εἰσιν; — {ΕΤ.} Ναί. —

{ΣΩ.} Τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ

ἄξια νεῖμαι; καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν; — {ΕΤ.} Οἱ τοῦ

317eαὐλητοῦ καὶ τοῦ κιθαριστοῦ. — {ΣΩ.} Ὁ νομικώτατος ἄρα ἐν

τούτοις, οὗτος αὐλητικώτατος. — {ΕΤ.} Ναί. — {ΣΩ.} Τίς δὲ τὴν

τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος; οὐχ

ὅσπερ τὴν ἀξίαν; — {ΕΤ.} Ναί. — {ΣΩ.} Αἱ τούτου ἄρα διανομαὶ

(5)καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος,

καὶ νομεὺς ἄριστος. — {ΕΤ.} Πάνυ γε. — {ΣΩ.} Τίς οὗτος; —

{318aΕΤ.} Παιδοτρίβης. — {ΣΩ.} Οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ

σώματος νέμειν κράτιστος; — {ΕΤ.} Ναί. — {ΣΩ.} Τίς δὲ τὴν τῶν

προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ; — {ΕΤ.}

Ποιμήν. — {ΣΩ.} Οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προ-

(5)βάτοις. — {ΕΤ.} Ναί. — {ΣΩ.} Οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί. —

{ΕΤ.} Ναί. — {ΣΩ.} Οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς

τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι. — {ΕΤ.} Φημὶ δή.

318b     {ΣΩ.} Καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν

παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομο-

θέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλ’ ἐγὼ βούλει σε ὑπομνήσω; —

{ΕΤ.} Πάνυ μὲν οὖν. — {ΣΩ.} Ἆρ’ οὖν ὁ Μαρσύας λέγεται καὶ

(5)τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ; — {ΕΤ.} Ἀληθῆ λέγεις. —

{ΣΩ.} Τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα

κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ

318cνῦν μόνα λοιπά, ὡς θεῖα ὄντα. — {ΕΤ.} Ἔστι ταῦτα. — {ΣΩ.} Τίς δὲ

λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι,

οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα; — {ΕΤ.} Οὐκ ἐννοῶ.

     {ΣΩ.} Οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν

(5)Ἑλλήνων;

     {ΕΤ.} Ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομο-

θέτην;

     {ΣΩ.} Ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ

τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν

318dἥκει; οἶσθα;

     {ΕΤ.} Φασί γε ἐκ Κρήτης.

     {ΣΩ.} Οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν

Ἑλλήνων;

(5)     {ΕΤ.} Ναί.

     {ΣΩ.} Οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν;

Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν

οἵδε εἰσὶν οἱ νόμοι.

     {ΕΤ.} Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα,

(10)τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.

     {ΣΩ.} Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.

318e     {ΕΤ.} Τί δέ; οὐ ταῦτα λέγεται περὶ Μίνω;

     {ΣΩ.} Οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου· καίτοι γε

πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ

ἀκούων ταῦτα λέγεις.

(5)     {ΕΤ.} Ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;

     {ΣΩ.} Ἐγὼ δή σοι ἐρῶ, ἵνα μὴ καὶ σὺ ὥσπερ οἱ πολλοὶ

ἀσεβῇς. οὐ γὰρ ἔσθ’ ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδ’ ὅτι

χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ

ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους· ἀλλὰ

(10)πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς

319aἄνδρα ψέξειν ἢ ἐπαινέσεσθαι, μὴ οὐκ ὀρθῶς εἴπῃς. τούτου καὶ

ἕνεκα χρὴ μανθάνειν διαγιγνώσκειν χρηστοὺς καὶ πονηροὺς

ἄνδρας. νεμεσᾷ γὰρ ὁ θεός, ὅταν τις ψέγῃ τὸν ἑαυτῷ

ὅμοιον ἢ ἐπαινῇ τὸν ἑαυτῷ ἐναντίως ἔχοντα· ἔστι δ’ οὗτος

(5)ὁ ἀγαθός. μὴ γάρ τι οἴου λίθους μὲν εἶναι ἱεροὺς καὶ ξύλα

καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή· ἀλλὰ πάντων

τούτων ἱερώτατόν ἐστιν ἄνθρωπος ὁ ἀγαθός, καὶ μιαρώτατον

ὁ πονηρός.

     Ἤδη οὖν καὶ περὶ Μίνω, ὡς αὐτὸν Ὅμηρός τε καὶ Ἡσίοδος

319bἐγκωμιάζουσι, τούτου ἕνεκα φράσω, ἵνα μὴ ἄνθρωπος ὢν

ἀνθρώπου εἰς ἥρω Διὸς ὑὸν λόγῳ ἐξαμαρτάνῃς. Ὅμηρος

γὰρ περὶ Κρήτης λέγων ὅτι πολλοὶ ἄνθρωποι ἐν αὐτῇ εἰσιν

καὶ <ἐνενήκοντα πόληες, τῇσι δέ>, φησίν_

(5)                    ἔνι Κνωσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως

          ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.

319cἔστιν οὖν τοῦτο Ὁμήρου ἐγκώμιον εἰς Μίνων διὰ βραχέων

εἰρημένον, οἷον οὐδ’ εἰς ἕνα τῶν ἡρώων ἐποίησεν Ὅμηρος.

ὅτι μὲν γὰρ ὁ Ζεὺς σοφιστής ἐστιν καὶ ἡ τέχνη αὕτη

παγκάλη ἐστί, πολλαχοῦ καὶ ἄλλοθι δηλοῖ, ἀτὰρ καὶ ἐνταῦθα.

(5)λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν

λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος

τοῦ Διός. ὅτι οὖν τοῦτο τὸ γέρας οὐκ ἔστιν ὅτῳ ἀπένειμεν

Ὅμηρος τῶν ἡρώων, ὑπὸ Διὸς πεπαιδεῦσθαι, ἄλλῳ ἢ Μίνῳ,

319dτοῦτ’ ἔστιν ἔπαινος θαυμαστός. καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ

δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων,

οὐ τὸν Ῥαδάμανθυν· Ῥαδάμανθυν δὲ οὔτ’ ἐνταῦθα δικά-

ζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ. διὰ

(5)ταῦτά φημ’ ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Ὁμήρου

ἐγκεκωμιάσθαι. τὸ γὰρ Διὸς ὄντα παῖδα μόνον ὑπὸ Διὸς

πεπαιδεῦσθαι οὐκ ἔχει ὑπερβολὴν ἐπαίνου_τοῦτο γὰρ ση-

μαίνει τὸ ἔπος τὸ_

          ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,

319eσυνουσιαστὴν τοῦ Διὸς εἶναι τὸν Μίνων. οἱ γὰρ ὄαροι λόγοι

εἰσίν, καὶ ὀαριστὴς συνουσιαστής ἐστιν ἐν λόγοις_ἐφοίτα

οὖν δι’ ἐνάτου ἔτους εἰς τὸ τοῦ Διὸς ἄντρον ὁ Μίνως, τὰ μὲν

μαθησόμενος, τὰ δὲ ἀποδειξόμενος ἃ τῇ προτέρᾳ ἐννεετηρίδι

(5)ἐμεμαθήκει παρὰ τοῦ Διός. εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν

ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ

τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως

320aὑπολαμβάνοντες· πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλ-

λήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων

καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ

Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν. ἐν Κρήτῃ

(5)δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ

συμπίνειν ἀλλήλοις εἰς μέθην. καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν

καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις.

320bοὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν

μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρ’ ἃ ἐνόμιζεν· ἀλλὰ ἦν αὕτη

ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς

ἀρετήν. ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ

(5)πολίταις, δι’ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ

καὶ Λακεδαίμων, ἀφ’ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις

οὖσιν.

     Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ· ἐπεπαίδευτο γὰρ

320cὑπὸ τοῦ Μίνω. ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν

τέχνην, ἀλλ’ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν

τοῖς δικαστηρίοις· ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι.

νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ

(5)κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ. ὁ γὰρ Τάλως τρὶς

περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους

ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς

νόμους, ὅθεν χαλκοῦς ἐκλήθη. εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ

320dτούτων εἰς τὸν Μίνων. μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος

φησίν_

          ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων,

          καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων,

(5)          Ζηνὸς ἔχων σκῆπτρον· τῷ καὶ πολέων βασίλευεν.

καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν

παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.

     {ΕΤ.} Διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατε-

320eσκέδασται τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;

     {ΣΩ.} Δι’ ὃ καὶ σύ, ὦ βέλτιστε, ἐὰν σωφρονῇς, εὐλαβήσῃ,

καὶ ἄλλος πᾶς ἀνὴρ ὅτῳ μέλει τοῦ εὐδόκιμον εἶναι, μηδέποτε

ἀπεχθάνεσθαι ἀνδρὶ ποιητικῷ μηδενί. οἱ γὰρ ποιηταὶ μέγα

(5)δύνανται εἰς δόξαν, ἐφ’ ὁπότερα ἂν ποιῶσιν εἰς τοὺς ἀνθρώ-

πους, ἢ εὐλογοῦντες ἢ κακηγοροῦντες. ὃ δὴ καὶ ἐξήμαρτεν

ὁ Μίνως, πολεμήσας τῇδε τῇ πόλει, ἐν ᾗ ἄλλη τε πολλὴ

σοφία ἐστὶ καὶ ποιηταὶ παντοδαποὶ τῆς τε ἄλλης ποιήσεως

321aκαὶ τραγῳδίας. ἡ δὲ τραγῳδία ἐστὶν παλαιὸν ἐνθάδε, οὐχ

ὡς οἴονται ἀπὸ Θέσπιδος ἀρξαμένη οὐδ’ ἀπὸ Φρυνίχου, ἀλλ’

εἰ θέλεις ἐννοῆσαι, πάνυ παλαιὸν αὐτὸ εὑρήσεις ὂν τῆσδε

τῆς πόλεως εὕρημα. ἔστιν δὲ τῆς ποιήσεως δημοτερπέστατόν

(5)τε καὶ ψυχαγωγικώτατον ἡ τραγῳδία· ἐν ᾗ δὴ καὶ ἐντείνοντες

ἡμεῖς τὸν Μίνων τιμωρούμεθα ἀνθ’ ὧν ἡμᾶς ἠνάγκασε τοὺς

δασμοὺς τελεῖν ἐκείνους. τοῦτο οὖν ἐξήμαρτεν ὁ Μίνως,

ἀπεχθόμενος ἡμῖν, ὅθεν δή, ὃ σὺ ἐρωτᾷς, κακοδοξότερος

321bγέγονεν. ἐπεὶ ὅτι γε ἀγαθὸς ἦν καὶ νόμιμος, ὅπερ καὶ ἐν τοῖς

πρόσθεν ἐλέγομεν, νομεὺς ἀγαθός, τοῦτο μέγιστον σημεῖον,

ὅτι ἀκίνητοι αὐτοῦ οἱ νόμοι εἰσίν, ἅτε τοῦ ὄντος περὶ πόλεως

οἰκήσεως ἐξευρόντος εὖ τὴν ἀλήθειαν.

(5)     {ΕΤ.} Δοκεῖς μοι, ὦ Σώκρατες, εἰκότα τὸν λόγον εἰρηκέναι.

     {ΣΩ.} Οὐκοῦν εἰ ἐγὼ ἀληθῆ λέγω, δοκοῦσί σοι παλαι-

οτάτοις Κρῆτες οἱ Μίνω καὶ Ῥαδαμάνθυος πολῖται νόμοις

χρῆσθαι;

     {ΕΤ.} Φαίνονται.

(10)     {ΣΩ.} Οὗτοι ἄρα τῶν παλαιῶν ἄριστοι νομοθέται γεγό-

321cνασιν, νομῆς τε καὶ ποιμένες ἀνδρῶν, ὥσπερ καὶ Ὅμηρος

ἔφη <ποιμένα λαῶν> εἶναι τὸν ἀγαθὸν στρατηγόν.

     {ΕΤ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Φέρε δὴ πρὸς Διὸς φιλίου· εἴ τις ἡμᾶς ἔροιτο, ὁ τῷ

(5)σώματι ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς τί ἐστιν ταῦτα ἃ

διανέμων ἐπὶ τὸ σῶμα βέλτιον αὐτὸ ποιεῖ, εἴποιμεν ἂν καλῶς

τε καὶ διὰ βραχέων ἀποκρινόμενοι, ὅτι τροφήν τε καὶ πόνους,

τῇ μὲν αὔξων, τοῖς δὲ γυμνάζων καὶ συνιστὰς τὸ σῶμα αὐτό.

     {ΕΤ.} Ὀρθῶς γε.

321d     {ΣΩ.} Εἰ οὖν δὴ μετὰ τοῦτο ἔροιτο ἡμᾶς, "Τί δὲ δή ποτε

ἐκεῖνά ἐστιν, [ἃ] ὁ ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς διανέμων

ἐπὶ τὴν ψυχὴν βελτίω αὐτὴν ποιεῖ;" τί ἂν ἀποκρινάμενοι

οὐκ ἂν αἰσχυνθεῖμεν καὶ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς ἡλικίας

(5)αὑτῶν;

     {ΕΤ.} Οὐκέτι τοῦτ’ ἔχω εἰπεῖν.

     {ΣΩ.} Ἀλλὰ μέντοι αἰσχρόν γε τῇ ψυχῇ ἡμῶν ἐστιν

ἑκατέρου, τὰ μὲν ἐν αὐταῖς φαίνεσθαι μὴ εἰδυίας, ἐν οἷς

αὐταῖς ἔνεστι καὶ τὸ ἀγαθὸν καὶ τὸ φλαῦρον, τὰ δὲ τοῦ

(10)σώματος καὶ τὰ τῶν ἄλλων ἐσκέφθαι.