Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

Γ

315a6     "Πλάτων Διονυσίῳ χαίρειν" ἐπιστείλας ἆρ’ ὀρθῶς ἂν

315bτυγχάνοιμι τῆς βελτίστης προσρήσεως; ἢ μᾶλλον κατὰ τὴν

ἐμὴν συνήθειαν γράφων "εὖ πράττειν," ὥσπερ εἴωθα ἐν ταῖς

ἐπιστολαῖς τοὺς φίλους προσαγορεύειν; σὺ μὲν γὰρ δὴ καὶ τὸν

θεόν, ὡς ἤγγειλαν οἱ τότε θεωροῦντες, προσεῖπες ἐν Δελφοῖς

(5)αὐτῷ τούτῳ θωπεύσας τῷ ῥήματι, καὶ γέγραφας, ὡς φασί,

          χαῖρε καὶ ἡδόμενον βίοτον διάσῳζε τυράννου·

315cἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ κλήσει, μήτι δὴ θεῷ, παρακελευσαίμην

ἂν δρᾶν τοῦτο, θεῷ μέν, ὅτι παρὰ φύσιν προστάττοιμ’ ἄν,

πόρρω γὰρ ἡδονῆς ἵδρυται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ,

ὅτι τὰ πολλὰ βλάβην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμάθειαν καὶ

(5)λήθην καὶ ἀφροσύνην καὶ ὕβριν τίκτουσα ἐν τῇ ψυχῇ. καὶ

ταῦτα μὲν οὕτως εἰρήσθω παρ’ ἐμοῦ περὶ τῆς προσρήσεως·

σὺ δ’ ἀναγνοὺς αὐτά, ὅπῃ βούλει δέξασθαι, ταύτῃ δέχου.

     Φασὶν δ’ οὐκ ὀλίγοι λέγειν σε πρός τινας τῶν παρὰ σὲ

315dπρεσβευόντων ὡς ἄρα σοῦ ποτε λέγοντος ἀκούσας ἐγὼ

μέλλοντος τάς τε Ἑλληνίδας πόλεις ἐν Σικελίᾳ οἰκίζειν καὶ

Συρακουσίους ἐπικουφίσαι, τὴν ἀρχὴν ἀντὶ τυραννίδος εἰς

βασιλείαν μεταστήσαντα, ταῦτ’ ἄρα σὲ μὲν τότε διεκώλυσα,

(5)ὡς σὺ φῄς, σοῦ σφόδρα προθυμουμένου, νῦν δὲ Δίωνα διδά-

σκοιμι δρᾶν αὐτὰ ταῦτα, καὶ τοῖς διανοήμασιν τοῖς σοῖς τὴν

315eσὴν ἀρχὴν ἀφαιρούμεθά σε. σὺ δ’ εἰ μέν τι διὰ τοὺς λόγους

τούτους ὠφελῇ, γιγνώσκεις αὐτός, ἀδικεῖς δ’ οὖν ἐμὲ τἀναντία

τῶν γενομένων λέγων. ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων

πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων

(5)πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δ’ ἔξωθεν,

εἴ τι γίγνοιτο ἁμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας

πάντα ἐμοὶ πείθεσθαι. σὺ δ’ αὐτὸς οἶσθα σαφέστατα τῶν

316aπολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ

κατ’ ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα

ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως,

χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος· ἀκούω γὰρ ὕστερον

(5)ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς

τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν. ἀλλ’ οὖν, ὅπερ ἀρτίως

εἶπον, οὐ διαβολῆς προσδέομαι πρός τε Συρακουσίους καὶ εἰ

δή τινας ἑτέρους πείθεις λέγων αὐτά, ἀλλὰ πολὺ μᾶλλον

316bἀπολογίας πρός τε τὴν προτέραν γενομένην διαβολὴν καὶ

τὴν νῦν μετ’ ἐκείνην μείζω φυομένην καὶ σφοδροτέραν. πρὸς

δύο δή μοι διττὰς ἀναγκαῖον ποιήσασθαι τὰς ἀπολογίας,

πρῶτον μὲν ὡς εἰκότως σοι ἔφυγον κοινωνεῖν περὶ τὰ τῆς

(5)πόλεως πράγματα, τὸ δὲ δεύτερον ὡς οὐκ ἐμὴν ταύτην εἴρηκας

συμβουλὴν οὐδὲ διακώλυσιν, μέλλοντί σοι κατοικίζειν Ἑλλη-

316cνίδας πόλεις ἐμποδὼν ἐμὲ γεγενῆσθαι. τὴν οὖν ἀρχὴν ὧν

εἶπον περὶ προτέρων ἄκουε πρότερον.

     Ἦλθον καλούμενος εἰς Συρακούσας ὑπό τε σοῦ καὶ Δίωνος,

τοῦ μὲν δεδοκιμασμένου παρ’ ἐμοὶ καὶ ξένου πάλαι γεγονότος,

(5)ἐν ἡλικίᾳ δὲ ὄντος μέσῃ τε καὶ καθεστηκυίᾳ, ὧν δὴ παντά-

πασιν χρεία τοῖς νοῦν καὶ σμικρὸν κεκτημένοις, μέλλουσιν

περὶ τοσούτων ὅσα ἦν τότε τὰ σὰ βουλεύεσθαι, σοῦ δὲ ὄντος

μὲν σφόδρα νέου, πολλῆς δὲ ἀπειρίας οὔσης περὶ σὲ τούτων

316dὧν ἔμπειρον ἔδει γεγονέναι, καὶ σφόδρα ἀγνῶτος ἐμοί. τὸ

μετὰ τοῦτο εἴτ’ ἄνθρωπος εἴτε θεὸς εἴτε τύχη τις μετὰ σοῦ

Δίωνα ἐξέβαλεν, καὶ ἐλείφθης μόνος. ἆρ’ οὖν οἴει μοι τότε

πολιτικῶν εἶναι κοινωνίαν πρὸς σέ, τὸν μὲν ἔμφρονα κοινωνὸν

(5)ἀπολωλεκότι, τὸν δὲ ἄφρονα ὁρῶντι μετὰ πονηρῶν καὶ πολλῶν

ἀνθρώπων καταλελειμμένον, οὐκ ἄρχοντα, οἰόμενον δ’ ἄρχειν,

ὑπὸ δὲ τοιούτων ἀνθρώπων ἀρχόμενον; ἐν οἷς τί χρῆν ποιεῖν

ἐμέ; μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον, ἐκ τῶν λοιπῶν τὰ

316eμὲν πολιτικὰ χαίρειν ἐᾶν, εὐλαβούμενον τὰς ἐκ τῶν φθόνων

διαβολάς, ὑμᾶς δὲ πάντως, καίπερ ἀλλήλων χωρὶς γεγονότας

καὶ διαφόρους ὄντας, πειρᾶσθαι φίλους ἀλλήλοις ὅτι μάλιστα

ποιεῖν; τούτων δὴ καὶ σὺ μάρτυς, ὅτι τοῦτο αὐτὸ συντείνων

(5)οὐκ ἀνῆκα πώποτε· καὶ μόγις μέν, ὅμως δ’, ὡμολογήθη νῷν

317aπλεῦσαι μὲν οἴκαδε ἐμέ, ἐπειδὴ πόλεμος ὑμᾶς κατεῖχεν,

εἰρήνης δ’ αὖ γενομένης ἐλθεῖν ἐμέ τε καὶ Δίωνα εἰς Συρα-

κούσας, σὲ δὲ καλεῖν ἡμᾶς. καὶ ταῦτα μὲν οὕτως ἐγένετο

τῆς ἐμῆς εἰς Συρακούσας ἀποδημίας πέρι τῆς πρώτης καὶ τῆς

(5)πάλιν οἴκαδε σωτηρίας· τὸ δὲ δεύτερον εἰρήνης γενομένης

ἐκάλεις με οὐ κατὰ τὰς ὁμολογίας, ἀλλὰ μόνον ἥκειν ἐπέ-

στειλας, Δίωνα δ’ εἰς αὖθις ἔφησθα μεταπέμψεσθαι. διὰ

ταῦτα οὐκ ἦλθον, ἀλλὰ καὶ Δίωνι τότ’ ἀπηχθόμην· ᾤετο γὰρ

317bεἶναι βέλτιον ἐλθεῖν ἐμὲ καὶ ὑπακοῦσαί σοι. τὸ δὲ μετὰ

ταῦτα ὕστερον ἐνιαυτῷ τριήρης ἀφίκετο καὶ ἐπιστολαὶ παρὰ

σοῦ, τῶν δ’ ἐν ταῖς ἐπιστολαῖς γραμμάτων ἦρχεν ὡς, ἂν

ἀφίκωμαι, τὰ Δίωνός μοι γενήσοιτο πράγματα πάντα κατὰ

(5)νοῦν τὸν ἐμόν, μὴ ἀφικομένου δέ, τἀναντία. αἰσχύνομαι δὴ

λέγειν ὅσαι τότε ἐπιστολαὶ παρὰ σοῦ καὶ παρ’ ἄλλων ἦλθον

317cδιὰ σὲ ἐξ Ἰταλίας καὶ Σικελίας, καὶ παρ’ ὅσους τῶν ἐμῶν

οἰκείων καὶ τῶν γνωρίμων, καὶ πᾶσαι διακελευόμεναί μοι

ἰέναι καὶ δεόμεναι σοὶ πάντως ἐμὲ πείθεσθαι. ἐδόκει δὴ

πᾶσιν, ἀρξαμένοις ἀπὸ Δίωνος, δεῖν ἐμὲ πλεῦσαι καὶ μὴ

(5)μαλθακίζεσθαι. καίτοι τήν θ’ ἡλικίαν αὐτοῖς προυτεινόμην

καὶ περὶ σοῦ διισχυριζόμην ὡς οὐχ οἷός τ’ ἔσοιο ἀνταρ-

κέσαι τοῖς διαβάλλουσιν ἡμᾶς καὶ βουλομένοις εἰς ἔχθραν

ἐλθεῖν_ἑώρων γὰρ καὶ τότε καὶ νῦν ὁρῶ τὰς μεγάλας οὐσίας

καὶ ὑπερόγκους τῶν τε ἰδιωτῶν καὶ τῶν μονάρχων σχεδόν,

317dὅσῳπερ ἂν μείζους ὦσιν, τοσούτῳ πλείους καὶ μείζους τοὺς

διαβάλλοντας καὶ πρὸς ἡδονὴν μετὰ αἰσχρᾶς βλάβης ὁμι-

λοῦντας τρεφούσας, οὗ κακὸν οὐδὲν μεῖζον γεννᾷ πλοῦτός τε

καὶ ἡ τῆς ἄλλης ἐξουσίας δύναμις_ὅμως δ’ οὖν πάντα ταῦτα

(5)χαίρειν ἐάσας ἦλθον, διανοηθεὶς ὡς οὐδένα δεῖ τῶν ἐμῶν

φίλων ἐμὲ αἰτιᾶσθαι ὡς διὰ τὴν ἐμὴν ῥᾳθυμίαν τὰ σφέτερα

317eπάντα ἐξὸν μὴ ἀπολέσθαι διώλετο· ἐλθὼν δέ_οἶσθα γὰρ δὴ

σὺ πάντα τἀντεῦθεν ἤδη γενόμενα_ἐγὼ μὲν ἠξίουν δήπου

κατὰ τὴν ὁμολογίαν τῶν ἐπιστολῶν πρῶτον μὲν κατάγειν

Δίωνα οἰκειωσάμενον, φράζων τὴν οἰκειότητα, ἣν εἰ ἐμοὶ

(5)τότε ἐπείθου, τάχ’ ἂν βέλτιον τῶν νῦν γεγονότων ἔσχεν καὶ

σοὶ καὶ Συρακούσαις καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἡ ἐμὴ

δόξα μαντεύεται· ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν

318aἠξίουν καὶ μὴ διανείμασθαι τοὺς διανειμαμένους, οὓς οἶσθα

σύ· πρὸς δὲ τούτοις ᾤμην δεῖν τὰ κατ’ ἐνιαυτὸν ἕκαστον

εἰωθότα αὐτῷ κομίζεσθαι καὶ μᾶλλον ἐγὼ ἔτι καὶ οὐχ ἧττον

ἐμοῦ παραγενομένου πέμπεσθαι. τούτων οὐδενὸς τυγχάνων,

(5)ἠξίουν ἀπιέναι. τὸ μετὰ ταῦτα ἔπειθές με μεῖναι τὸν ἐνι-

αυτόν, φάσκων τὴν Δίωνος ἀποδόμενος οὐσίαν πᾶσαν τὰ μὲν

ἡμίσεα ἀποπέμψειν εἰς Κόρινθον, τὰ δ’ ἄλλα τῷ παιδὶ κατα-

318bλείψειν αὐτοῦ. πολλὰ ἔχων εἰπεῖν ὧν ὑποσχόμενος οὐδὲν

ἐποίησας, διὰ τὸ πλῆθος αὐτῶν συντέμνω. τὰ γὰρ δὴ χρήματα

πάντα ἀποδόμενος, οὐ πείσας Δίωνα, φάσκων οὐ πωλήσειν

ἄνευ τοῦ πείθειν, τὸν κολοφῶνα, ὦ θαυμάσιε, ταῖς ὑποσχέσεσιν

(5)ἁπάσαις νεανικώτατον ἐπέθηκας· μηχανὴν γὰρ οὔτε καλὴν

οὔτε κομψὴν οὔτε δικαίαν οὔτε συμφέρουσαν ηὗρες, ἐμὲ ἐκφο-

βεῖν ὡς ἀγνοοῦντα τὰ τότε γιγνόμενα, ἵνα μηδὲ ἐγὼ ζητοίην

318cτὰ χρήματα ἀποπέμπεσθαι. ἡνίκα γὰρ Ἡρακλείδην ἐξέ-

βαλες, οὔτε Συρακοσίοις δοκοῦν δικαίως οὔτ’ ἐμοί, διότι μετὰ

Θεοδότου καὶ Εὐρυβίου συνεδεήθην σου μὴ ποιεῖν ταῦτα,

ταύτην λαβὼν ὡς ἱκανὴν πρόφασιν, εἶπες ὅτι καὶ πάλαι σοι

(5)δῆλος εἴην σοῦ μὲν οὐδὲν φροντίζων, Δίωνος δὲ καὶ τῶν

Δίωνος φίλων καὶ οἰκείων, καὶ ἐπειδὴ νῦν Θεοδότης καὶ

Ἡρακλείδης ἐν διαβολαῖς εἶεν, οἰκεῖοι Δίωνος ὄντες, πᾶν

318dμηχανῴμην ὅπως οὗτοι μὴ δώσουσιν δίκην. καὶ ταῦτα μὲν

ταύτῃ περὶ τὰ πολιτικὰ κοινωνίας τῆς ἐμῆς καὶ σῆς· καὶ εἴ

τινα ἑτέραν ἀλλοτριότητα ἐνεῖδες ἐν ἐμοὶ πρὸς σέ, εἰκότως

οἴει ταύτῃ πάντα ταῦτα γεγονέναι. καὶ μὴ θαύμαζε· κακὸς

(5)γὰρ ἂν ἔχοντί γε νοῦν ἀνδρὶ φαινοίμην ἐνδίκως, πεισθεὶς ὑπὸ

τοῦ μεγέθους τῆς σῆς ἀρχῆς τὸν μὲν παλαιὸν φίλον καὶ ξένον

κακῶς πράττοντα διὰ σέ, μηδὲν σοῦ χείρω, ἵνα οὕτως εἴπω,

318eτοῦτον μὲν προδοῦναι, σὲ δὲ τὸν ἀδικοῦντα ἑλέσθαι καὶ πᾶν

δρᾶν ὅπῃ σὺ προσέταττες, ἕνεκα χρημάτων δῆλον ὅτι· οὐδὲν

γὰρ ἂν ἕτερον ἔφησεν αἴτιόν τις εἶναι τῆς ἐμῆς μεταβολῆς,

εἰ μετεβαλόμην. ἀλλὰ ταῦτα μὲν ταύτῃ γενόμενα τὴν ἐμὴν

(5)καὶ σὴν λυκοφιλίαν καὶ ἀκοινωνίαν διὰ σὲ ἀπηργάσατο.

     Σχεδὸν δ’ εἰς λόγον ὁ λόγος ἥκει μοι συνεχὴς τῷ νυνδὴ

γενόμενος, περὶ οὗ μοι τὸ δεύτερον ἀπολογητέον ἔφην εἶναι.

319aσκόπει δὴ καὶ πρόσεχε πάντως, ἄν σοί τι ψεύδεσθαι δόξω

καὶ μὴ τἀληθῆ λέγειν. φημὶ γάρ σε Ἀρχεδήμου παρόντος

ἐν τῷ κήπῳ καὶ Ἀριστοκρίτου, σχεδὸν ἡμέραις πρότερον

εἴκοσι τῆς ἐμῆς ἐκ Συρακουσῶν οἴκαδ’ ἀποδημίας, ἃ νῦν δὴ

(5)λέγεις ἐμοὶ μεμφόμενος, ὡς Ἡρακλείδου τέ μοι καὶ τῶν

ἄλλων πάντων μᾶλλον ἢ σοῦ μέλοι. καί με τούτων ἐναντίον

διηρώτησας εἰ μνημονεύω, κατ’ ἀρχὰς ὅτ’ ἦλθον, κελεύων σε

319bτὰς πόλεις τὰς Ἑλληνίδας κατοικίζειν· ἐγὼ δὲ συνεχώρουν

μεμνῆσθαι καὶ ἔτι νῦν μοι δοκεῖν ταῦτ’ εἶναι βέλτιστα.

ῥητέον δέ, ὦ Διονύσιε, καὶ τοὐπὶ τούτῳ τότε λεχθέν.

ἠρόμην γὰρ δή σε πότερον αὐτὸ τοῦτό σοι συμβουλεύσαιμι

(5)μόνον ἤ τι καὶ ἄλλο πρὸς τούτῳ· σὺ δὲ καὶ μάλ’ ἀπεκρίνω

μεμηνιμένως καὶ ὑβριστικῶς εἰς ἐμέ, ὡς ᾤου_διὸ τὸ τότε

σοι ὕβρισμα νῦν ὕπαρ ἀντ’ ὀνείρατος γέγονεν_εἶπες δὲ

319cκαὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡς "Παιδευθέντα

με ἐκέλευες ποιεῖν πάντα ταῦτα ἢ μὴ ποιεῖν." ἔφην ἐγὼ

κάλλιστα μνημονεῦσαί σε. "Οὐκοῦν παιδευθέντα," ἔφησθα,

"γεωμετρεῖν, ἢ πῶς;" κἀγὼ τὸ μετὰ ταῦτα ὃ ἐπῄει μοι εἰπεῖν

(5)οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν

ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντ’ εὐρυχωρίας.

ἀλλ’ οὖν ὧν ἕνεκα πάντ’ εἴρηται ταῦτ’ ἐστί· μή με διά-

βαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας

319dὑπὸ βαρβάρων οἰκίζειν, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασι-

λείαν ἀντὶ τυραννίδος μεταστήσαντα. τούτων γὰρ οὔθ’ ἧττον

ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι,

πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους

(5)ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις, ὡς ἐγὼ μὲν

ἐκέλευον, σὺ δ’ οὐκ ἤθελες πράττειν αὐτά· καὶ μὴν οὐ χαλεπὸν

εἰπεῖν ἐναργῶς ὡς ἦν ταῦτα ἄριστα πραχθέντα καὶ σοὶ καὶ

319eΣυρακοσίοις καὶ Σικελιώταις πᾶσιν. ἀλλ’ ὦ τᾶν, εἰ μὲν μὴ

φῂς εἰρηκέναι εἰρηκὼς ταῦτα, ἔχω τὴν δίκην· εἰ δ’ ὁμολογεῖς,

τὸ μετὰ τοῦτο ἡγησάμενος εἶναι σοφὸν τὸν Στησίχορον, τὴν

παλινῳδίαν αὐτοῦ μιμησάμενος, ἐκ τοῦ ψεύδους εἰς τὸν ἀληθῆ

(5)λόγον μεταστήσῃ.