Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

Ε

                         

321c2Πλάτων Περδίκκᾳ εὖ πράττειν.

     Εὐφραίῳ μὲν συνεβούλευσα, καθάπερ ἐπέστελλες, τῶν

σῶν ἐπιμελούμενον περὶ ταῦτα διατρίβειν· δίκαιος δ’ εἰμὶ καὶ

(5)σοὶ ξενικὴν καὶ ἱερὰν συμβουλὴν λεγομένην συμβουλεύειν

321dπερί τε τῶν ἄλλων ὧν ἂν φράζῃς καὶ ὡς Εὐφραίῳ δεῖ τὰ νῦν

χρῆσθαι. πολλὰ μὲν γὰρ ὁ ἀνὴρ χρήσιμος, μέγιστον δὲ οὗ

καὶ σὺ νῦν ἐνδεὴς εἶ διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ μὴ πολλοὺς

αὐτοῦ πέρι συμβούλους εἶναι τοῖς νέοις. ἔστιν γὰρ δή τις

(5)φωνὴ τῶν πολιτειῶν ἑκάστης καθαπερεί τινων ζῴων, ἄλλη

μὲν δημοκρατίας, ἄλλη δ’ ὀλιγαρχίας, ἡ δ’ αὖ μοναρχίας·

321eταύτας φαῖεν μὲν ἂν ἐπίστασθαι πάμπολλοι, πλεῖστον δ’

ἀπολείπονται τοῦ κατανοεῖν αὐτὰς πλὴν ὀλίγων δή τινων.

ἥτις μὲν ἂν οὖν τῶν πολιτειῶν τὴν αὑτῆς φθέγγηται φωνὴν

πρός τε θεοὺς καὶ πρὸς ἀνθρώπους, καὶ τῇ φωνῇ τὰς πράξεις

(5)ἑπομένας ἀποδιδῷ, θάλλει τε ἀεὶ καὶ σῴζεται, μιμουμένη δ’

ἄλλην φθείρεται. πρὸς ταῦτ’ οὖν Εὐφραῖός σοι γίγνοιτ’

οὐχ ἥκιστα ἂν χρήσιμος, καίπερ καὶ πρὸς ἄλλα ὢν ἀνδρεῖος·

322aτοὺς γὰρ τῆς μοναρχίας λόγους οὐχ ἥκιστ’ αὐτὸν ἐλπίζω

συνεξευρήσειν τῶν περὶ τὴν σὴν διατριβὴν ὄντων· εἰς ταῦτ’

οὖν αὐτῷ χρώμενος ὀνήσῃ τε αὐτὸς καὶ ἐκεῖνον πλεῖστα

ὠφελήσεις. ἐὰν δέ τις ἀκούσας ταῦτα εἴπῃ· "Πλάτων, ὡς

(5)ἔοικεν, προσποιεῖται μὲν τὰ δημοκρατίᾳ συμφέροντα εἰδέναι,

ἐξὸν δ’ ἐν τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ

βέλτιστα οὐ πώποτε ἀναστὰς ἐφθέγξατο," πρὸς ταῦτ’ εἰπεῖν

ὅτι Πλάτων ὀψὲ ἐν τῇ πατρίδι γέγονεν καὶ τὸν δῆμον κατέ-

322bλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἔμπροσθεν

πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου συμβουλῇ πράττειν· ἐπεὶ

πάντων ἂν ἥδιστα καθάπερ πατρὶ συνεβούλευεν αὐτῷ, εἰ

μὴ μάτην μὲν κινδυνεύσειν ᾤετο, πλέον δ’ οὐδὲν ποιήσειν.

(5)ταὐτὸν δὴ οἶμαι δρᾶσαι ἂν καὶ τὴν ἐμὴν συμβουλήν. εἰ γὰρ

δόξαιμεν ἀνιάτως ἔχειν, πολλὰ ἂν χαίρειν ἡμῖν εἰπὼν ἐκτὸς

322cἂν γίγνοιτο τῆς περὶ ἐμὲ καὶ τὰ ἐμὰ συμβουλῆς. εὐτύχει.