Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

Ϛ

     

Πλάτων Ἑρμείᾳ καὶ Ἐράστῳ καὶ κορίσκῳ 322c2
                                                  εὖ πράττειν.

     Ἐμοὶ φαίνεται θεῶν τις ὑμῖν τύχην ἀγαθήν, ἂν εὖ δέξησθε,

(5)εὐμενῶς καὶ ἱκανῶς παρασκευάζειν· οἰκεῖτε γὰρ δὴ γείτονές

τε ὑμῖν αὐτοῖς καὶ χρείαν ἔχοντες ὥστε ἀλλήλους εἰς τὰ

322dμέγιστα ὠφελεῖν. Ἑρμείᾳ μὲν γὰρ οὔτε ἵππων πλῆθος οὔτε

ἄλλης πολεμικῆς συμμαχίας οὐδ’ αὖ χρυσοῦ προσγενομένου

γένοιτ’ ἂν μείζων εἰς τὰ πάντα δύναμις, ἢ φίλων βεβαίων τε

καὶ ἦθος ἐχόντων ὑγιές· Ἐράστῳ δὲ καὶ Κορίσκῳ, πρὸς τῇ

(5)τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ, φήμ’ ἐγώ, καίπερ γέρων

ὤν, προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους

322eφυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως. ἄπειροι γάρ

εἰσι διὰ τὸ μεθ’ ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν

διατετριφέναι τοῦ βίου· διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα

μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δὲ

(5)ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελεῖσθαι μειζόνως ἢ δεῖ.

ταύτην δ’ αὖ τὴν δύναμιν Ἑρμείας μοι φαίνεται φύσει τε, ὅσα

323aμήπω συγγεγονότι, καὶ τέχνῃ δι’ ἐμπειρίας εἰληφέναι. τί

οὖν δὴ λέγω; σοὶ μέν, Ἑρμεία, πεπειραμένος Ἐράστου καὶ

Κορίσκου πλέονα ἢ σύ, φημὶ καὶ μηνύω καὶ μαρτυρῶ μὴ

ῥᾳδίως εὑρήσειν σε ἀξιοπιστότερα ἤθη τούτων τῶν γειτόνων·

(5)ἔχεσθαι δὴ παντὶ συμβουλεύω δικαίῳ τρόπῳ τούτων τῶν

ἀνδρῶν, μὴ πάρεργον ἡγουμένῳ. Κορίσκῳ δὲ καὶ Ἐράστῳ

πάλιν Ἑρμείου ἀντέχεσθαι σύμβουλός εἰμι καὶ πειρᾶσθαι ταῖς

323bἀνθέξεσιν ἀλλήλων εἰς μίαν ἀφικέσθαι φιλίας συμπλοκήν.

ἂν δέ τις ὑμῶν ἄρα ταύτην πῃ λύειν δοκῇ_τὸ γὰρ ἀνθρώ-

πινον οὐ παντάπασιν βέβαιον_δεῦρο παρ’ ἐμὲ καὶ τοὺς ἐμοὺς

πέμπετε μομφῆς κατήγορον ἐπιστολήν· οἶμαι γὰρ δίκῃ τε καὶ

(5)αἰδοῖ τοὺς παρ’ ἡμῶν ἐντεῦθεν ἐλθόντας λόγους, εἰ μή τι τὸ

λυθὲν μέγα τύχοι γενόμενον, ἐπῳδῆς ἡστινοσοῦν μᾶλλον

ἂν συμφῦσαι καὶ συνδῆσαι πάλιν εἰς τὴν προϋπάρχουσαν

323cφιλότητά τε καὶ κοινωνίαν, ἣν ἂν μὲν φιλοσοφῶμεν ἅπαντες

ἡμεῖς τε καὶ ὑμεῖς, ὅσον ἂν δυνώμεθα καὶ ἑκάστῳ παρείκῃ,

κύρια τὰ νῦν κεχρησμῳδημένα ἔσται. τὸ δὲ ἂν μὴ δρῶμεν

ταῦτα οὐκ ἐρῶ· φήμην γὰρ ἀγαθὴν μαντεύομαι, καὶ φημὶ

(5)δὴ ταῦθ’ ἡμᾶς πάντ’ ἀγαθὰ ποιήσειν, ἂν θεὸς ἐθέλῃ.

     Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι

χρή, μάλιστα μὲν ἁθρόους, εἰ δὲ μή, κατὰ δύο, κοινῇ κατὰ

δύναμιν ὡς οἷόν τ’ ἐστὶν πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ

323dκαὶ νόμῳ κυρίῳ, ὅ ἐστιν δίκαιον, ἐπομνύντας σπουδῇ τε ἅμα

μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ, καὶ τὸν τῶν

πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε

ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἂν ὄντως

(5)φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων

εὐδαιμόνων.