Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

Η

     

352b1Πλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις
                                                  εὖ πράττειν.

     Ἃ δ’ ἂν διανοηθέντες μάλιστα εὖ πράττοιτε ὄντως, πειρά-

σομαι ταῦθ’ ὑμῖν κατὰ δύναμιν διεξελθεῖν. ἐλπίζω δὲ οὐχ

(5)ὑμῖν μόνοις συμβουλεύσειν τὰ συμφέροντα, μάλιστά γε μὴν

352cὑμῖν, καὶ δευτέροις πᾶσιν τοῖς ἐν Συρακούσαις, τρίτοις δὲ

ὑμῶν καὶ τοῖς ἐχθροῖς καὶ πολεμίοις, πλὴν εἴ τις αὐτῶν

ἀνοσιουργὸς γέγονεν· ταῦτα γὰρ ἀνίατα καὶ οὐκ ἄν ποτέ

τις αὐτὰ ἐκνίψειν. νοήσατε δὲ ἃ λέγω νῦν.

(5)     Ἔσθ’ ὑμῖν κατὰ Σικελίαν πᾶσαν λελυμένης τῆς τυραν-

νίδος πᾶσα μάχη περὶ αὐτῶν τούτων, τῶν μὲν βουλομένων

ἀναλαβεῖν πάλιν τὴν ἀρχήν, τῶν δὲ τῇ τῆς τυραννίδος ἀπο-

φυγῇ τέλος ἐπιθεῖναι. συμβουλὴ δὴ περὶ τῶν τοιούτων

352dὀρθὴ δοκεῖ ἑκάστοτε τοῖς πολλοῖς εἶναι ταῦτα συμβουλεύειν

δεῖν ἃ τοὺς μὲν πολεμίους ὡς πλεῖστα κακὰ ἐξεργάσεται,

τοὺς δὲ φίλους ὡς πλεῖστα ἀγαθά· τὸ δὲ οὐδαμῶς ῥᾴδιον

πολλὰ κακὰ δρῶντα τοὺς ἄλλους μὴ οὐ καὶ πάσχειν αὐτὸν

(5)πολλὰ ἕτερα. δεῖ δὲ οὐ μακρὰν ἐλθόντας ποι τὰ τοιαῦτα

ἐναργῶς ἰδεῖν, ἀλλ’ ὅσα νῦν γέγονεν τῇδε, αὐτοῦ περὶ

Σικελίαν, τῶν μὲν ἐπιχειρούντων δρᾶν, τῶν δὲ ἀμύνασθαι

352eτοὺς δρῶντας· ἃ κἂν ἄλλοις μυθολογοῦντες ἱκανοὶ γίγνοισθ’

ἂν ἑκάστοτε διδάσκαλοι. τούτων μὲν δὴ σχεδὸν οὐκ ἀπορία·

τῶν δὲ ὅσα γένοιτ’ ἂν ἢ πᾶσιν συμφέροντα ἐχθροῖς τε καὶ

φίλοις ἢ ὅτι σμικρότατα κακὰ ἀμφοῖν, ταῦτα οὔτε ῥᾴδιον

(5)ὁρᾶν οὔτε ἰδόντα ἐπιτελεῖν, εὐχῇ δὲ προσέοικεν ἡ τοιαύτη

συμβουλή τε καὶ ἐπιχείρησις τοῦ λόγου. ἔστω δὴ παντά-

353aπασι μὲν εὐχή τις_ἀπὸ γὰρ θεῶν χρὴ πάντα ἀρχόμενον ἀεὶ

λέγειν τε καὶ νοεῖν_ἐπιτελὴς δ’ εἴη σημαίνουσα ἡμῖν τοιόνδε

τινὰ λόγον· Νῦν ὑμῖν καὶ τοῖς πολεμίοις σχεδόν, ἐξ οὗπερ

γέγονεν ὁ πόλεμος, συγγένεια ἄρχει μία διὰ τέλους, ἥν

(5)ποτε κατέστησαν οἱ πατέρες ὑμῶν ἐς ἀπορίαν ἐλθόντες τὴν

ἅπασαν, τόθ’ ὅτε κίνδυνος ἐγένετο ἔσχατος Σικελίᾳ τῇ τῶν

Ἑλλήνων ὑπὸ Καρχηδονίων ἀνάστατον ὅλην ἐκβαρβαρω-

θεῖσαν γενέσθαι. τότε γὰρ εἵλοντο Διονύσιον μὲν ὡς νέον

353bκαὶ πολεμικὸν ἐπὶ τὰς τοῦ πολέμου πρεπούσας αὐτῷ πράξεις,

σύμβουλον δὲ καὶ πρεσβύτερον Ἱππαρῖνον, ἐπὶ σωτηρίᾳ

τῆς Σικελίας αὐτοκράτορας, ὥς φασιν, τυράννους ἐπονομά-

ζοντες. καὶ εἴτε δὴ θείαν τις ἡγεῖσθαι βούλεται τύχην καὶ

(5)θεὸν εἴτε τὴν τῶν ἀρχόντων ἀρετὴν εἴτε καὶ τὸ συναμφό-

τερον μετὰ τῶν τότε πολιτῶν τῆς σωτηρίας αἰτίαν συμβῆναι

γενομένην, ἔστω ταύτῃ ὅπῃ τις ὑπολαμβάνει· σωτηρία

δ’ οὖν οὕτως συνέβη τοῖς τότε γενομένοις. τοιούτων οὖν

353cαὐτῶν γεγονότων, δίκαιόν που τοῖς σώσασιν πάντας χάριν

ἔχειν· εἰ δέ τι τὸν μετέπειτα χρόνον ἡ τυραννὶς οὐκ ὀρθῶς

τῇ τῆς πόλεως δωρεᾷ κατακέχρηται, τούτων δίκας τὰς μὲν

ἔχει, τὰς δὲ τινέτω. τίνες οὖν δὴ δίκαι ἀναγκαίως ὀρθαὶ

(5)γίγνοιντ’ ἂν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς; εἰ μὲν ῥᾳδίως ὑμεῖς

ἀποφυγεῖν οἷοί τ’ ἦτε αὐτοὺς καὶ ἄνευ μεγάλων κινδύνων

καὶ πόνων, ἢ ’κεῖνοι ἑλεῖν εὐπετῶς πάλιν τὴν ἀρχήν, οὐδ’

ἂν συμβουλεύειν οἷόν τ’ ἦν τὰ μέλλοντα ῥηθήσεσθαι· νῦν

353dδ’ ἐννοεῖν ὑμᾶς ἀμφοτέρους χρεὼν καὶ ἀναμιμνῄσκεσθαι

ποσάκις ἐν ἐλπίδι ἑκάτεροι γεγόνατε τοῦ νῦν οἴεσθαι σχεδὸν

ἀεί τινος σμικροῦ ἐπιδεεῖς εἶναι τὸ μὴ πάντα κατὰ νοῦν

πράττειν, καὶ δὴ καὶ ὅτι τὸ σμικρὸν τοῦτο μεγάλων καὶ

(5)μυρίων κακῶν αἴτιον ἑκάστοτε συμβαίνει γιγνόμενον, καὶ

πέρας οὐδέν ποτε τελεῖται, συνάπτει δὲ ἀεὶ παλαιὰ τελευτὴ

δοκοῦσα ἀρχῇ φυομένῃ νέᾳ, διολέσθαι δ’ ὑπὸ τοῦ κύκλου

353eτούτου κινδυνεύσει καὶ τὸ τυραννικὸν ἅπαν καὶ τὸ δημοτικὸν

γένος, ἥξει δέ, ἐάνπερ τῶν εἰκότων γίγνηταί τι καὶ ἀπευκ-

τῶν, σχεδὸν εἰς ἐρημίαν τῆς Ἑλληνικῆς φωνῆς Σικελία

πᾶσα, Φοινίκων ἢ Ὀπικῶν μεταβαλοῦσα εἴς τινα δυναστείαν

(5)καὶ κράτος. τούτων δὴ χρὴ πάσῃ προθυμίᾳ πάντας τοὺς

Ἕλληνας τέμνειν φάρμακον. εἰ μὲν δή τις ὀρθότερον ἄμει-

νόν τ’ ἔχει τοῦ ὑπ’ ἐμοῦ ῥηθησομένου, ἐνεγκὼν εἰς τὸ μέσον

354aὀρθότατα φιλέλλην ἂν λεχθείη· ὃ δέ μοι φαίνεταί πῃ τὰ

νῦν, ἐγὼ πειράσομαι πάσῃ παρρησίᾳ καὶ κοινῷ τινι δικαίῳ

λόγῳ χρώμενος δηλοῦν. λέγω γὰρ δὴ διαιτητοῦ τινα τρόπον

διαλεγόμενος ὡς δυοῖν, τυραννεύσαντί τε καὶ τυραννευθέντι,

(5)ὡς ἑνὶ ἑκατέρῳ παλαιὰν ἐμὴν συμβουλήν· καὶ νῦν δὲ ὅ γ’

ἐμὸς λόγος ἂν εἴη σύμβουλος τυράννῳ παντὶ φεύγειν μὲν

τοὔνομά τε καὶ τοὖργον τοῦτο, εἰς βασιλείαν δέ, εἰ δυνατὸν

354bεἴη, μεταβαλεῖν. δυνατὸν δέ, ὡς ἔδειξεν ἔργῳ σοφὸς ἀνὴρ

καὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τὸ τῶν οἰκείων γένος ἐν

Ἄργει καὶ Μεσσήνῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν

ἀφικομένους καὶ διαφθείραντας ἑαυτούς τε καὶ τὴν πόλιν

(5)ἑκατέρους ἑκατέραν, δείσας περὶ τῆς αὑτοῦ πόλεως ἅμα καὶ

γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν καὶ

τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον,

ὥστε γενεὰς τοσαύτας ἤδη μετ’ εὐκλείας σῴζεσθαι, νόμος

354cἐπειδὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλ’ οὐκ

ἄνθρωποι τύραννοι νόμων. ὃ δὴ καὶ νῦν οὑμὸς λόγος πᾶσιν

παρακελεύεται, τοῖς μὲν τυραννίδος ἐφιεμένοις ἀποτρέπεσθαι

καὶ φεύγειν φυγῇ ἀπλήστως πεινώντων εὐδαιμόνισμα ἀν-

(5)θρώπων καὶ ἀνοήτων, εἰς βασιλέως δ’ εἶδος πειρᾶσθαι μετα-

βάλλειν καὶ δουλεῦσαι νόμοις βασιλικοῖς, τὰς μεγίστας

τιμὰς κεκτημένους παρ’ ἑκόντων τε ἀνθρώπων καὶ τῶν νόμων·

354dτοῖς δὲ δὴ ἐλεύθερα διώκουσιν ἤθη καὶ φεύγουσιν τὸν δού-

λειον ζυγὸν ὡς ὂν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμ’ ἂν μή

ποτε ἀπληστίᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τὸ τῶν προγόνων

νόσημα ἐμπέσωσιν, ὃ διὰ τὴν ἄγαν ἀναρχίαν οἱ τότε ἔπαθον,

(5)ἀμέτρῳ ἐλευθερίας χρώμενοι ἔρωτι. οἱ γὰρ πρὸ Διονυσίου

καὶ Ἱππαρίνου ἀρξάντων Σικελιῶται τότε ὡς ᾤοντο εὐδαι-

μόνως ἔζων, τρυφῶντές τε καὶ ἅμα ἀρχόντων ἄρχοντες· οἳ

καὶ τοὺς δέκα στρατηγοὺς κατέλευσαν βάλλοντες τοὺς πρὸ

354eΔιονυσίου, κατὰ νόμον οὐδένα κρίναντες, ἵνα δὴ δουλεύοιεν

μηδενὶ μήτε σὺν δίκῃ μήτε νόμῳ δεσπότῃ, ἐλεύθεροι δ’ εἶεν

πάντῃ πάντως· ὅθεν αἱ τυραννίδες ἐγένοντο αὐτοῖς. δουλεία

γὰρ καὶ ἐλευθερία ὑπερβάλλουσα μὲν ἑκατέρα πάγκακον,

(5)ἔμμετρος δὲ οὖσα πανάγαθον· μετρία δὲ ἡ θεῷ δουλεία,

ἄμετρος δὲ ἡ τοῖς ἀνθρώποις· θεὸς δὲ ἀνθρώποις σώφροσιν

355aνόμος, ἄφροσιν δὲ ἡδονή. τούτων δὴ ταύτῃ πεφυκότων,

ἃ συμβουλεύω Συρακοσίοις πᾶσιν φράζειν παρακελεύομαι

τοῖς Δίωνος φίλοις ἐκείνου καὶ ἐμὴν κοινὴν συμβουλήν· ἐγὼ

δὲ ἑρμηνεύσω ἃν ἐκεῖνος ἔμπνους ὢν καὶ δυνάμενος εἶπεν

(5)νῦν πρὸς ὑμᾶς. τίν’ οὖν δή, τις ἂν εἴποι, λόγον ἀποφαί-

νεται ἡμῖν περὶ τῶν νῦν παρόντων ἡ Δίωνος συμβουλή;

τόνδε.

     "Δέξασθε, ὦ Συρακόσιοι, πάντων πρῶτον νόμους οἵτινες

355bἂν ὑμῖν φαίνωνται μὴ πρὸς χρηματισμὸν καὶ πλοῦτον τρέ-

ψοντες τὰς γνώμας ὑμῶν μετ’ ἐπιθυμίας, ἀλλ’ ὄντων τριῶν,

ψυχῆς καὶ σώματος ἔτι δὲ χρημάτων, τὴν τῆς ψυχῆς ἀρετὴν

ἐντιμοτάτην ποιοῦντες, δευτέραν δὲ τὴν τοῦ σώματος, ὑπὸ

(5)τῇ τῆς ψυχῆς κειμένην, τρίτην δὲ καὶ ὑστάτην τὴν τῶν

χρημάτων τιμήν, δουλεύουσαν τῷ σώματί τε καὶ ψυχῇ. καὶ

355cὁ μὲν ταῦτα ἀπεργαζόμενος θεσμὸς νόμος ἂν ὀρθῶς ὑμῖν

εἴη κείμενος, ὄντως εὐδαίμονας ἀποτελῶν τοὺς χρωμένους·

ὁ δὲ τοὺς πλουσίους εὐδαίμονας ὀνομάζων λόγος αὐτός τε

ἄθλιος, γυναικῶν καὶ παίδων ὢν λόγος ἄνους, τοὺς πειθο-

(5)μένους τε ἀπεργάζεται τοιούτους. ὅτι δ’ ἀληθῆ ταῦτ’ ἐγὼ

παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων,

ἔργῳ γνώσεσθε· ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι

τῶν πάντων πέρι. δεξάμενοι δὲ τοὺς τοιούτους νόμους,

355dἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς

οὔτ’ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμ-

φέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν

τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν

(5)ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, [τὸ] μέγιστον, ἔσωσαν

ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστ’ ἐξεῖναι περὶ πολιτείας

νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ’ ἐλπὶς

ἐλείπετ’ ἂν οὐδαμῇ οὐδαμῶς. νῦν οὖν τοῖς μὲν ἐλευθερία

355eγιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος

βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ

τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν· ἐπὶ δὲ

τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα

(5)στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν,

τῆς τε παρ’ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός_ὁ μὲν

γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν

356aπόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες

ὑμεῖς γεγόνατε_δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ

μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου,

χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενό-

(5)μενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν

αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου

κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι

Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν

356bπολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου,

ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς

μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν

καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρ-

(5)βάροις ἐπίχαρτος γενόμενος. τρεῖς δ’ ὄντας βασιλέας, εἴτ’

οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες

καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε,

356cὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δ’ ἔτι καὶ νῦν

ἀκούετε. ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ

Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόν-

των κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν

(5)ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ

πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους

ποιησάμενοι τῶν διαλλαγῶν_εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν

εἴτε ἀμφότερα_καὶ ὁπόσους ἂν συγχωρήσωσιν· τούτους

356dδ’ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύ-

την, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε

καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις,

πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι

(5)ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς.

δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς

τε πέντε καὶ τριάκοντα ὑπάρχειν· πρὸς τούτοις τε ἐκλεκτοὺς

γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων,

356eἕνα ἀφ’ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντ’ εἶναι καὶ

δικαιότατον· τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα

θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν· βασιλέα

δὲ τῶν τοιούτων δικῶν μὴ ἐξεῖναι δικαστὴν γίγνεσθαι,

357aκαθάπερ ἱερέα φόνου καθαρεύοντα καὶ δεσμοῦ καὶ φυγῆς.

ταῦθ’ ὑμῖν ἐγὼ καὶ ζῶν διενοήθην γίγνεσθαι καὶ νῦν δια-

νοοῦμαι, καὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθ’ ὑμῶν, εἰ μὴ

ξενικαὶ ἐρινύες ἐκώλυσαν, κατέστησα [ἂν] ᾗπερ καὶ διενοού-

(5)μην, καὶ μετὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα

ἐπὶ νῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν

ἔχουσιν ἀφελόμενος, ὅσοι μὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας

357bδιεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δ’ ἔμπροσθεν οἰκητὰς

τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας καὶ πατρῴας οἰκή-

σεις κατοικίσας· ταὐτὰ δὲ ταῦτα καὶ νῦν πᾶσιν συμβουλεύω

κοινῇ διανοηθῆναι καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ

(5)ταύτας τὰς πράξεις πάντας, τὸν μὴ ’θέλοντα δὲ πολέμιον

ἡγεῖσθαι κοινῇ. ἔστιν δὲ ταῦτα οὐκ ἀδύνατα· ἃ γὰρ ἐν

δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν

βέλτιστα ἑτοίμως ἔχει, ταῦτα δὲ σχεδὸν ὁ κρίνων ἀδύνατα

357cοὐκ εὖ φρονεῖ. λέγω δὲ τὰς δύο τήν τε Ἱππαρίνου τοῦ

Διονυσίου ὑέος καὶ τὴν τοῦ ἐμοῦ ὑέος· τούτοιν γὰρ συνο-

μολογησάντοιν τοῖς γε ἄλλοις Συρακουσίοις οἶμαι πᾶσιν

ὅσοιπερ τῆς πόλεως κήδονται συνδοκεῖν. ἀλλὰ θεοῖς τε

(5)πᾶσιν τιμὰς μετ’ εὐχῶν δόντες, τοῖς τε ἄλλοις ὅσοις μετὰ

θεῶν πρέπει, πείθοντες καὶ προκαλούμενοι φίλους καὶ δια-

φόρους μαλακῶς τε καὶ πάντως μὴ ἀποστῆτε, πρὶν ἂν τὰ

357dνῦν ὑφ’ ἡμῶν λεχθέντα, οἷον ὀνείρατα θεῖα ἐπιστάντα ἐγρη-

γορόσιν, ἐναργῆ τε ἐξεργάσησθε τελεσθέντα καὶ εὐτυχῆ."