Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

ΙΑ

                    

358dΠλάτων Λαοδάμαντι εὖ πράττειν.

     Ἐπέστειλα μέν σοι καὶ πρότερον ὅτι πολὺ διαφέρει πρὸς

ἅπαντα ἃ λέγεις αὐτὸν ἀφικέσθαι σε Ἀθήναζε· ἐπειδὴ δὲ

σὺ φῂς ἀδύνατον εἶναι, μετὰ τοῦτο ἦν δεύτερον, εἰ δυνατὸν

(5)ἐμὲ ἀφικέσθαι ἢ Σωκράτη, ὥσπερ ἐπέστειλας. νῦν δὲ

358eΣωκράτης μέν ἐστιν περὶ ἀσθένειαν τὴν τῆς στραγγουρίας,

ἐμὲ δὲ ἀφικόμενον ἐνταῦθα ἄσχημον ἂν εἴη μὴ διαπράξασθαι

ἐφ’ ἅπερ σὺ παρακαλεῖς. ἐγὼ δὲ ταῦτα γενέσθαι ἂν οὐ

πολλὴν ἐλπίδα ἔχω_δι’ ἃ δέ, μακρᾶς ἑτέρας δέοιτ’ ἂν

(5)ἐπιστολῆς ἥτις πάντα διεξίοι_καὶ ἅμα οὐδὲ τῷ σώματι

διὰ τὴν ἡλικίαν ἱκανῶς ἔχω πλανᾶσθαι καὶ κινδυνεύειν κατά

τε γῆν καὶ κατὰ θάλατταν οἷα ἀπαντᾷ, καὶ νῦν πάντα κιν-

δύνων ἐν ταῖς πορείαις ἐστὶ μεστά. συμβουλεῦσαι μέντοι

359aἔχω σοί τε καὶ τοῖς οἰκισταῖς, ὃ εἰπόντος μὲν ἐμοῦ, φησὶν

Ἡσίοδος, δόξαι ἂν εἶναι φαῦλον, χαλεπὸν δὲ νοῆσαι. εἰ

γὰρ οἷόν τε ὑπὸ νόμων θέσεως καὶ ὧντινων εὖ ποτε πολι-

τείαν κατασκευασθῆναι ἄνευ τοῦ εἶναί τι κύριον ἐπιμελού-

(5)μενον ἐν τῇ πόλει τῆς καθ’ ἡμέραν διαίτης, ὅπως ἂν ᾖ

σώφρων τε καὶ ἀνδρικὴ δούλων τε καὶ ἐλευθέρων, οὐκ ὀρθῶς

διανοοῦνται. τοῦτο δ’ αὖ, εἰ μέν εἰσιν ἤδη ἄνδρες ἄξιοι

359bτῆς ἀρχῆς ταύτης, γένοιτ’ ἄν· εἰ δ’ ἐπὶ τὸ παιδεῦσαι δεῖ

τινος, οὔτε ὁ παιδεύσων οὔτε οἱ παιδευθησόμενοι, ὡς ἐγὼ

οἶμαι, εἰσὶν ὑμῖν, ἀλλὰ τὸ λοιπὸν τοῖς θεοῖς εὔχεσθε. καὶ

γὰρ σχεδόν τι καὶ αἱ ἔμπροσθεν πόλεις οὕτω κατεσκευά-

(5)σθησαν, καὶ ἔπειτα εὖ ᾤκησαν, ὑπὸ συμβάσεων πραγμάτων

μεγάλων καὶ κατὰ πόλεμον καὶ κατὰ τὰς ἄλλας πράξεις

γενομένων, ὅταν ἐν τοιούτοις καιροῖς ἀνὴρ καλός τε καὶ

ἀγαθὸς ἐγγένηται μεγάλην δύναμιν ἔχων· τὸ δ’ ἔμπροσθεν

359cαὐτὰ προθυμεῖσθαι μὲν χρὴ καὶ ἀνάγκη, διανοεῖσθαι μέντοι

αὐτὰ οἷα λέγω, καὶ μὴ ἀνοηταίνειν οἰομένους τι ἑτοίμως

διαπράξασθαι. εὐτύχει.