Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

ΙΒ

          

359c5Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.

(6)     Τὰ μὲν παρὰ σοῦ ἐλθόνθ’ ὑπομνήματα θαυμαστῶς ὡς

359dἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν

ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων

τῶν πάλαι προγόνων· λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι

Μύριοι εἶναι_οὗτοι δ’ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξανα-

(5)στάντων Τρώων_ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος

δηλοῖ. τὰ δὲ παρ’ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας,

ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέ-

359eσταλκά σοι· περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν,

ὥστ’ οὐδὲν δεῖ παρακελεύεσθαι.

     [ἀντιλέγεται ὡς οὐ Πλάτωνος.]