Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ΠΛΑΤΩΝΟΣ ΝΟΘΕΥΟΜΕΝΟΙ

ΣΙΣΥΦΟΣ

387b     {ΣΩ.} Ἡμεῖς δὲ καὶ χθές σε πολὺν χρόνον ἀνεμείναμεν, ὦ

Σίσυφε, ἐπὶ τῇ Στρατονίκου ἐπιδείξει, ὅπως ἂν συνηκροῶ ἡμῖν

ἀνδρὸς σοφοῦ πολλά τε καὶ καλὰ ἐπιδεικνυμένου πράγματα

καὶ λόγῳ καὶ ἔργῳ, καὶ ἐπεὶ σὲ οὐκέτι ᾠόμεθα παρέσεσθαι,

(5)αὐτοὶ ἤδη ἠκροώμεθα τἀνδρός.

     {ΣΙ.} Ναὶ μὰ τὸν Δία· ἀσχολία γάρ μοί τις ἐγένετο

ἀναγκαιοτέρα, ὥστε μὴ παραμελῆσαι αὐτῆς. οἱ γὰρ ἄρχοντες

387cἡμῶν ἐβουλεύοντο χθές· συμβουλεύειν οὖν αὑτοῖς ἠνάγκαζόν

με. ἡμῖν δὲ τοῖς Φαρσαλίοις καὶ νόμος ἐστὶ τοῖς ἄρχουσι

πείθεσθαι, ἂν κελεύωσι συμβουλεύειν τινὰ ἡμῶν αὐτοῖς.

     {ΣΩ.} Ἀλλὰ καλὸν τό τε τῷ νόμῳ πείθεσθαι, τό τε ὑπὸ

(5)τῶν πολιτῶν δεδοξάσθαι εὔβουλον εἶναι, ὥσπερ καὶ σὺ

δεδόξασαι εὔβουλος εἶναι εἷς τῶν Φαρσαλίων. ἀτάρ, ὦ

Σίσυφε, ἐγὼ γὰρ οὔπω περὶ τοῦ εὖ βουλεύεσθαι τοὺς λόγους

387dἂν δυναίμην ποιήσασθαι πρὸς σέ, ἡγούμενος καὶ σχολῆς εἶναι

πολλῆς καὶ λόγου μακροῦ, ἀλλὰ περὶ αὐτοῦ τοῦ βουλεύεσθαι

πρῶτον, ὅτι ἔστιν, ἐγχειρήσαιμ’ ἂν διαλεχθῆναί σοι. ἆρ’ οὖν

ἔχοις ἄν μοι εἰπεῖν αὐτὸ τὸ βουλεύεσθαι ὅτι ποτ’ ἔστιν; μή

(5)μοι ἢ τὸ εὖ ἢ κακῶς ἢ τὸ καλῶς πως, ἀλλ’ αὐτὸ μόνον τὸ

βουλεύεσθαι, ὁποῖόν τί ἐστιν. ἢ καὶ πάνυ ῥᾳδίως, αὐτός

γε οὕτως εὔβουλος ὤν; ἀλλὰ μὴ ἐμὴ περιεργία ᾖ καὶ τὸ

ἐρωτῆσαί σε περὶ τούτου;

     {ΣΙ.} Ἦ σοι γὰρ ἄγνωστόν ἐστιν ὅτι τὸ βουλεύεσθαί ἐστιν;

387e     {ΣΩ.} Ἔμοιγε, ὦ Σίσυφε, εἴ γέ τι ἄλλο ἐστὶν ἢ ὅπερ τὸ

μὴ ἐπιστάμενόν τινα περὶ ὧν ἂν δέῃ τι πράττειν, διαμαν-

τευόμενον καὶ σχεδιάζοντα λέγειν ὅτι ἂν τύχῃ, εἰκάζοντα καὶ

κατὰ ταὐτὰ αὑτῷ, ὥσπερ καὶ οἱ ἀρτιάζοντες τῶν ἀνθρώπων,

(5)οὐδὲν ἐπιστάμενοι δήπου περὶ τῶν ἀρτίων τε καὶ περιττῶν

ὧν ἂν ἐν ταῖς χερσὶν ταῖς αὑτῶν ἔχωσιν, ὅμως ἐπιτυγχάνουσι

388aλέγοντες περὶ τῶν αὐτῶν τἀληθῆ. πολλάκις μὲν οὖν τοιοῦτόν

τι καὶ τὸ βουλεύεσθαί ἐστιν, οἷον μηδὲν ἐπιστάμενον περὶ ὧν

ἂν βουλεύηταί τις, ἀπὸ τύχης εἰπόντα ἐπιτυγχάνειν τἀληθῆ.

εἰ μὲν οὖν τοιοῦτόν ἐστιν, γιγνώσκω δὴ οἷον τὸ βουλεύεσθαί

(5)ἐστιν· εἰ μέντοι γε μὴ τοιοῦτόν ἐστιν, οὐκ ἄν πω ἐπισταίμην

αὐτό.

     {ΣΙ.} Οὐ τοίνυν τοιοῦτόν ἐστιν ὅπερ τὸ μὴ ἐπίστασθαι

κομιδῇ μηδέ τι, ἀλλ’ οἷον τὸ μὲν εἰδέναι τι τοῦ πράγματος

ἤδη, τὸ δὲ μηδέπω ἐπίστασθαι.

388b     {ΣΩ.} Ἆρα τοιόνδε τι λέγεις τὸ βουλεύεσθαι πρὸς τοῦ

Διός_ὥσπερ γὰρ ἂν καὶ αὐτὸς ὑπομαντεύεσθαί μοι δοκῶ

τὴν διάνοιάν σου περὶ τοῦ εὖ βουλεύεσθαι_οἷον τὸ ζητεῖν

τὰ βέλτιστα ἐξευρεῖν τινα ἑαυτῷ διαπράξασθαι, μηδέπω δὲ

(5)ἐπίστασθαι σαφῶς, ἀλλ’ ὥσπερ ἐν νοήσει τινὰ εἶναι; τοῦτο

οὐχ οὕτω πως λέγεις;

     {ΣΙ.} Ἔγωγε.

     {ΣΩ.} Ζητοῦσι δ’ οἱ ἄνθρωποι πότερον ἃ ἂν ἐπιστῶνται

388cτῶν πραγμάτων, ἢ καὶ ἃ ἂν μὴ ἐπιστῶνται; — {ΣΙ.} Ἀμφότερα.

— {ΣΩ.} Ἆρ’ οὖν καὶ τοῦθ’ οὕτως πως λέγεις, τὸ ζητεῖν ἀμφό-

τερα τοὺς ἀνθρώπους, ἃ ἄν τε ἐπιστῶνται καὶ ἃ ἂν μὴ

ἐπιστῶνται, ὅμοιον ὥσπερ εἴ τις Καλλίστρατον γιγνώσκοι

(5)μὲν ὅστις ὁ Καλλίστρατος, μὴ μέντοι ἐπίσταιτο ὅπου εἴη

ἐξευρεῖν, οὐχ ὅστις εἴη ὁ Καλλίστρατος. ἆρ’ οὕτω πως

λέγεις τὸ ζητεῖν εἶναι ἀμφότερα; — {ΣΙ.} Ἔγωγε. — {ΣΩ.} Οὐκοῦν

ἐκεῖνο μὲν οὐκ ἂν ζητοίη, τὸν Καλλίστρατον εἰδέναι, ὅ γε

388dεἰδώς; — {ΣΙ.} Οὐ γάρ. — {ΣΩ.} Ὅπου δέ γε εἴη, ζητοίη ἂν αὐτόν.

— {ΣΙ.} Ἔμοιγε δοκεῖ. — {ΣΩ.} Οὐκοῦν οὐδὲ τοῦτο ἐζήτει, ὅπου

ἦν ἐξευρεῖν αὐτόν, εἰ ᾔδει· ἀλλ’ ἐξηῦρεν ἂν εὐθέως; — {

ΣΙ.} Ναί.

(5)     {ΣΩ.} Οὐκ ἄρα ταῦτά γε δὴ ζητοῦσιν ἅττα ἂν ἐπιστῶνται

οἱ ἄνθρωποι, ἀλλὰ ἃ ἂν μὴ ἐπιστῶνται, ὡς ἔοικεν. εἰ δέ σοι

οὗτος ὁ λόγος ἐριστικὸς εἶναι δοκεῖ, ὦ Σίσυφε, καὶ μὴ τοῦ

πράγματος ἕνεκα λέγεσθαι ἀλλ’ αὐτοῦ τοῦ διαλέγεσθαι μόνον,

388eσκόπει δὲ καὶ ὧδε ἐὰν δοκῇ σοι οὕτως ἔχειν ὥσπερ καὶ νῦν

λέγεται. ἆρα γὰρ οὐκ ἐν τῇ γεωμετρίᾳ οἶσθα τοῦτο γιγνό-

μενον· ἀγνοουμένην τὴν διάμετρον τοῖς γεωμέτραις, οὐκ εἰ

διάμετρός ἐστιν ἢ μή_οὐδὲ γὰρ οὐδὲ ζητεῖται τοῦτο ὑπ’ αὐτῶν

(5)εὑρεθῆναι_ἀλλ’ ὁπόση τίς ἐστιν μέτρῳ πρὸς τὰς πλευρὰς τῶν

χωρίων ὧν ἂν διατέμνῃ; ἆρ’ οὐ τοῦτό ἐστιν αὐτὸ τὸ ζητού-

μενον περὶ αὐτῆς; — {ΣΙ.} Ἔμοιγε δοκεῖ. — {ΣΩ.} Ὅπερ καὶ

ἀγνοεῖται. ἦ γάρ; — {ΣΙ.} Πάνυ γε. — {ΣΩ.} Τί δέ; ὁ τοῦ κύβου

διπλασιασμὸς οὐκ οἶσθ’ ὅτι ζητεῖται τοῖς γεωμέτραις ὁπόσος

(10)τίς ἐστιν εὑρεθῆναι λόγῳ; αὐτὸς δὲ ὁ κύβος οὐ ζητεῖται

αὐτοῖς εἰ κύβος ἐστὶν ἢ μή, ἀλλ’ ἐπίστανται τοῦτό γε. ἦ γάρ;

389a— {ΣΙ.} Ναί. — {ΣΩ.} Οὐκοῦν καὶ περὶ τοῦ ἀέρος Ἀναξαγόραν

τε καὶ Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τοὺς μεταρσιολέσχας

ἅπαντας οἶσθα ζητοῦντας πότερον ἄπειρός ἐστιν ἢ πέρας

ἔχων; — {ΣΙ.} Ναί. — {ΣΩ.} Ἀλλ’ οὐκ ἐκεῖνο, εἰ ἀήρ ἐστιν. ἦ

(5)γάρ; — {ΣΙ.} Οὐ δῆτα. — {ΣΩ.} Συγχωρήσαις ἂν οὖν μοι καὶ

κατὰ τῶν ἄλλων πάντων οὕτως ἔχειν ἤδη, μηδὲν μηδενὶ εἶναι

ζητεῖν τῶν ἀνθρώπων ὧν ἂν ἐπίστηταί τις, ἀλλὰ μᾶλλον ὧν

ἂν μὴ ἐπίστηται; — {ΣΙ.} Ἔγωγε.

389b     {ΣΩ.} Οὐκοῦν καὶ τὸ βουλεύεσθαι τοῦτο ἐδόκει ἡμῖν εἶναι

αὐτό, τὸ ζητεῖν τὰ βέλτιστά τινα ἐξευρεῖν περὶ ὧν ἂν δέοιτο

διαπράττεσθαι αὐτῷ; — {ΣΙ.} Ναί. — {ΣΩ.} Τὸ δὲ ζητεῖν γε ὅπερ

τὸ βουλεύεσθαι ἦν περὶ τῶν πραγμάτων. ἦ γάρ; — {ΣΙ.} Πάνυ

(5)μὲν οὖν. — {ΣΩ.} Οὐκοῦν σκεπτέον ἡμῖν ἐστι νῦν ἤδη τί ἐστιν

ἐμποδὼν τοῖς ζητοῦσιν περὶ ὧν ἂν τὴν ζήτησιν ποιῶνται εἰς

τὸ ἐξευρεῖν. — {ΣΙ.} Ἔμοιγε δοκεῖ. — {ΣΩ.} Ἆρ’ οὖν ἄλλο τι

389cφαίημεν ἂν αὐτοῖς ἐμποδὼν εἶναι ἢ τὴν ἀνεπιστημοσύνην; — {

ΣΙ.} Σκοπῶμεν νὴ Δία.

     {ΣΩ.} Ὑπερφυῶς μὲν οὖν, τὸ λεγόμενόν γε, πάντα κάλων

ἐφέντες καὶ πᾶσαν φωνὴν ἀφιέντες. ἄθρει δὲ δὴ μετ’ ἐμοῦ

(5)τόδε· ἆρά γε νομίζεις οἷόν τέ τι εἶναι ἀνθρώπῳ περὶ μουσικῆς

βουλεύεσθαι, μήτε ἐπισταμένῳ περὶ μουσικῆς, μηδὲ ὅπως ἢ

κιθαριστέον εἴη αὐτῷ ἢ ἄλλο τι τῶν κατὰ μουσικὴν ποιητέον;

— {ΣΙ.} Οὐκ ἔγωγε. — {ΣΩ.} Τί δὲ περὶ στρατηγίας ἢ κυβερνη-

389dτικῆς; τὸν μὴ ἐπιστάμενον μηδέτερα τούτων οἴει ἔχειν ἄν τι

βουλεύεσθαι περὶ τούτων τοῦ ἑτέρου ὅτι ποιητέον εἴη αὐτῷ;

ὅπως ἢ στρατηγητέον ἢ κυβερνητέον ἐκείνῳ αὐτῷ τῷ μὴ

ἐπισταμένῳ μήτε στρατηγεῖν μήτε κυβερνᾶν; — {ΣΙ.} Οὐχί. —

{(5)ΣΩ.} Ἦ καὶ περὶ τῶν ἄλλων οὖν ἁπάντων οὕτως ἀξιοῖς ἔχειν,

περὶ ὧν ἂν μὴ ἐπίστηταί τις, μὴ εἰδέναι μηδὲ βουλεύεσθαί

πω δυνατὸν τῷ μὴ ἐπισταμένῳ περὶ αὐτῶν; — {ΣΙ.} Ἔγωγε. —

{ΣΩ.} Ἀλλὰ ζητεῖν περὶ ὧν ἄν τις μὴ ἐπιστήμων ᾖ. ἦ γάρ; —

{389eΣΙ.} Πάνυ μὲν οὖν. — {ΣΩ.} Τὸ μὲν αὐτὸ ἄρα οὐκ ἂν ἔτι εἴη τὸ

ζητεῖν τῷ βουλεύεσθαι. — {ΣΙ.} Πῶς δή; — {ΣΩ.} Ὅτι τὸ μὲν

ζητεῖν ἐστι δήπου ἐπὶ τούτοις οἷς ἂν μὴ ἐπίστηταί τις, τὸ

δὲ βουλεύεσθαι οὐχ οἷόν τ’ εἶναι δοκεῖ περὶ ταῦτα ἀνθρώπῳ,

(5)περὶ ἃ ἄν τις μὴ ἐπιστήμων ᾖ. ἢ οὐχ οὕτως ἐλέχθη; — {

ΣΙ.} Πάνυ γε.

     {ΣΩ.} Οὐκοῦν ὑμεῖς χθὲς ἐζητεῖτε τὰ βέλτιστα ἐξευρεῖν τῇ

πόλει, οὐκ ἠπίστασθε δὲ αὐτά; εἰ γὰρ ἠπίστασθε, οὐκ ἂν ἔτι

δήπου ἐζητεῖτε αὐτά, ὥσπερ οὐδὲ ἄλλο οὐδὲν ὧν ἂν ἐπιστώ-

(10)μεθα ζητοῦμεν. ἦ γάρ; — {ΣΙ.} Οὐ γὰρ οὖν. — {ΣΩ.} Πότερον

οὖν σοι δοκεῖ χρῆναι, ὦ Σίσυφε, ἂν μὴ ἐπίστηταί τις, ζητεῖν

390aἢ μανθάνειν; — {ΣΙ.} Μανθάνειν ἔμοιγε νὴ Δία. — {ΣΩ.} Ὀρθῶς

γέ σοι δοκεῖ. ἀλλ’ ἆρά γε καὶ διὰ τοῦτό σοι δοκεῖ χρῆναι

μανθάνειν μᾶλλον ἢ ζητεῖν, διότι θᾶττον ἂν καὶ ῥᾷον ἐξεύροι

τις, εἰ παρὰ τῶν ἐπισταμένων μανθάνοι, ἢ εἰ αὐτὸς ὁ μὴ

(5)εἰδὼς ζητοίη; ἢ δι’ ἄλλο τι; — {ΣΙ.} Οὐκ, ἀλλὰ διὰ τοῦτο.

     {ΣΩ.} Τί οὖν οὐκ ἀμελήσαντες χθὲς ὑμεῖς τοῦ βουλεύεσθαι

περὶ ὧν ἂν μὴ ἐπίστασθε, καὶ τοῦ ζητεῖν τὰ βέλτιστα δια-

πράττεσθαι ἐν τῇ πόλει, ἐμανθάνετε παρὰ τῶν ἐπισταμένων

390bτινός, ὅπως ἂν ἐδύνασθε τὰ βέλτιστα διαπράττεσθαι τῇ

πόλει; ἀλλ’ ἐδοκεῖτέ μοι τὴν ἡμέραν ὅλην τὴν χθὲς αὐτοσχε-

διάζοντες καὶ διαμαντευόμενοι καθῆσθαι περὶ ὧν οὐκ ἠπί-

στασθε, ἀμελήσαντες μανθάνειν, οἵ τε ἄρχοντες τῆς πόλεως

(5)καὶ σὺ μετὰ τούτων. ἴσως δ’ ἂν φαίης ταῦτα ἐμοί τε εἶναι

πεπαιγμένα πρὸς σὲ τοῦ διαλεχθῆναι μόνον εἵνεκα, σοί τε

390cοὐκ ἐσπουδασμένως ἀποδεδεῖχθαι. ἀλλὰ τοῦτό γε πρὸς Διός,

ὦ Σίσυφε, σκόπει νῦν σπουδῇ· εἰ δοθείη τὸ βουλεύσασθαί

τι εἶναι, καὶ μὴ ὥσπερ νῦν οὐδὲν ἐξευρίσκεται ἀλλοῖον ἢ ὅπερ

ἐπιστήμη τε καὶ εἰκασία καὶ σχεδιασμός, ὀνόματι σεμνοτέρῳ

(5)μόνον κεχρημένον τούτῳ, ἄλλῳ δ’ οὐδενί, ἆρ’ ἂν οἴει αὐτῷ

διενεγκεῖν τι ἑτέρους ἑτέρων πρὸς τὸ εὖ βουλεύεσθαί τε

καὶ εὐβούλους εἶναι, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις

ἁπάσαις διαφέρουσιν ἕτεροι ἑτέρων, τέκτονες τεκτόνων ἰατροί

390dτε ἰατρῶν αὐληταί τε αὐλητῶν, οἵ τε ἄλλοι δημιουργοὶ

ἅπαντες, αὐτοί τε αὑτῶν διαφέρουσιν, ὥσπερ καὶ οὗτοι οἱ

ἐν ταύταις ταῖς τέχναις; ἦ οὕτως καὶ ἐν τῷ βουλεύεσθαι οἴει

ἄν τι διενεγκεῖν ἑτέρους ἑτέρων;

(5)     {ΣΙ.} Ἔγωγε.

     {ΣΩ.} Εἰπὲ δή μοι· οὐχ ἅπαντες οἵ τε εὖ βουλευόμενοι καὶ

οἱ κακῶς περὶ μελλόντων τινῶν ἔσεσθαι βουλεύονται; —

{ΣΙ.} Πάνυ γε. — {ΣΩ.} Ἄλλο τι οὖν ἢ τὰ μέλλοντα οὔπω ἐστίν;

— {ΣΙ.} Οὐ γὰρ δή. — {ΣΩ.} Εἰ γὰρ εἴη, οὐκ ἂν ἔτι δήπου μέλλοι

390eἔσεσθαι, ἀλλ’ εἴη ἂν ἤδη. ἦ γάρ; — {ΣΙ.} Ναί. — {ΣΩ.} Οὐκοῦν

εἰ μήπω ἐστίν, οὕτως οὐδὲ γέγονε τὰ μὴ ὄντα; — {ΣΙ.} Οὐ γάρ. —

{ΣΩ.} Οὐκοῦν εἰ μήπω μηδὲ γέγονεν, οὔπω οὐδὲ φύσιν ἔχει

οὐδεμίαν αὐτῶν; — {ΣΙ.} Οὐ γὰρ οὖν. — {ΣΩ.} Ἄλλο τι οὖν ἢ οἵ

(5)τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς ἅπαντες βουλεύονται περὶ

πραγμάτων οὔτε ὄντων οὔτε γεγενημένων οὔτε φύσιν οὐδε-

μίαν ἐχόντων, ὅταν περὶ τῶν μελλόντων βουλεύωνται; — {

ΣΙ.} Φαίνονταί γε.

     {ΣΩ.} Δοκεῖ οὖν σοι δυνατὸν εἶναι τοῦ μὴ ὄντος τυχεῖν

(10)τινι ἢ εὖ ἢ κακῶς;

     {ΣΙ.} Πῶς τοῦτο λέγεις;

     {ΣΩ.} Ἐγώ σοι φράσω ὅ γε βούλομαι εἰπεῖν. σκόπει γάρ.

391aπῶς ἂν τοξοτῶν πολλῶν διαγνοίης τόν τε χρηστὸν καὶ τὸν

πονηρὸν ὅστις εἴη αὐτῶν; ἢ τοῦτο μὲν οὐ χαλεπὸν εἰδέναι;

ἴσως γὰρ ἂν κελεύοις αὐτοὺς ἐπὶ σκοποῦ τινος τοξεύειν. ἦ

γάρ; — {ΣΙ.} Πάνυ μὲν οὖν. — {ΣΩ.} Οὐκοῦν καὶ τὸν πλειστάκις

(5)βάλλοντα τοῦ σκοποῦ κατ’ ὀρθὸν κρίνοις ἂν νικᾶν; — {ΣΙ.}

Ἔγωγε. — {ΣΩ.} Εἰ δὲ σκοπὸς μηδεὶς εἴη κείμενος αὐτοῖς τοῦ

τοξεύειν, ἀλλ’ ἕκαστος βάλλοι ὅπως βούλοιτο, πῶς ἂν

391bδιαγνοίης τὸν εὖ ἢ κακῶς τοξεύοντα αὐτῶν; — {ΣΙ.} Οὐδαμῶς.

— {ΣΩ.} Οὐκοῦν καὶ τοὺς βουλευομένους ἢ εὖ ἢ κακῶς, εἰ μὴ

ἐπίσταιντο περὶ ὅτου βουλεύοιντο, ἀπορήσειας ἂν διαγνῶναι;

— {ΣΙ.} Ἔγωγε. — {ΣΩ.} Οὐκοῦν εἰ περὶ μελλόντων πραγμάτων

(5)βουλεύονται οἱ βουλευόμενοι, περὶ τῶν οὐκ ὄντων βουλεύον-

ται; — {ΣΙ.} Πάνυ γε. — {ΣΩ.} Οὐκοῦν τοῦ γε μὴ ὄντος οὐχ

οἷόν τ’ οὐδενὶ τυχεῖν ἐστιν; πῶς γὰρ ἄν τίς σοι δοκεῖ τοῦ μὴ

391cὄντος δύνασθαι τυχεῖν; — {ΣΙ.} Οὐδαμῶς. — {ΣΩ.} Οὐκοῦν ἐπειδὴ

οὐκ ἔστιν τοῦ μὴ ὄντος τυγχάνειν οἷόν τε, οὐδεὶς ἂν ἔτι περὶ

τῶν μὴ ὄντων βουλευόμενος τυγχάνοι; τὰ γὰρ μέλλοντα τῶν

οὐκ ὄντων ἐστίν. ἦ γάρ; — {ΣΙ.} Ἔμοιγε δοκεῖ. — {ΣΩ.} Οὐκοῦν

(5)οὐδ’ ὁ μὴ τυγχάνων τῶν μελλόντων, οὐδεὶς ἂν οὔτ’ εὔβουλος

οὔτε κακόβουλος εἴη ἀνθρώπων ἔτι; — {ΣΙ.} Οὐ φαίνεται. —

{ΣΩ.} Οὐδέ γε εὐβουλότερος οὐδὲ κακοβουλότερος ἕτερος

ἑτέρου εἶναι, εἰ καὶ μὴ ἐπιτυχέστερος καὶ ἀποτυχέστερος εἴη

391dτοῦ μὴ ὄντος. — {ΣΙ.} Οὐ γὰρ οὖν.

     {ΣΩ.} Πρὸς τί οὖν ποτε ἀποβλέποντες ἄνθρωποι πρᾶγμα,

ἀποκαλοῦσιν ἀνθρώπους εὐβούλους τε καὶ κακοβούλους εἶναί

τινας; ἆρά γε ἄξιόν ἐστιν καὶ αὖθίς ποτε περὶ αὐτοῦ ἐνθυμη-

(5)θῆναι, ὦ Σίσυφε;