Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры
Интернет-ресурсы

МОО «Платоновское философское общество»

ΠΛΑΤΩΝΟΣ ΝΟΘΕΥΟΜΕΝΟΙ

ἘΡΥΞΙΑΣ

392a     Ἐτυγχάνομεν περιπατοῦντες ἐν τῇ στοᾷ τοῦ Διὸς τοῦ

ἐλευθερίου ἐγώ τε καὶ Ἐρυξίας ὁ Στειριεύς· εἶτα προσηλθέτην

ἡμῖν Κριτίας τε καὶ Ἐρασίστρατος ὁ Φαίακος τοῦ Ἐρασι-

στράτου ἀδελφιδοῦς_ἐτύγχανεν δὲ τότε νεωστὶ παρὼν ἀπὸ

(5)Σικελίας καὶ τῶν τόπων τούτων ὁ Ἐρασίστρατος_προσελθὼν

392bδ’ ἔφη, Χαῖρε, ὦ Σώκρατες. — Καὶ σύ γε, ἦν δ’ ἐγώ. τί

γάρ; καλόν τι ἀπὸ Σικελίας ἔχεις λέγειν ἡμῖν; — Καὶ πάνυ.

ἀλλὰ βούλεσθ’, ἔφη, πρῶτον καθιζώμεθα; κέκμηκα γὰρ χθὲς

βαδίσας Μεγαρόθεν. — Πάνυ γε, εἰ δοκεῖ. — Τί οὖν, ἔφη,

(5)βούλεσθε πρῶτον ἀκούειν τῶν ἐκεῖ; πότερον περὶ αὐτῶν

ἐκείνων ὅτι πράττουσιν, ἢ ὅπως πρὸς τὴν πόλιν ἔχουσιν τὴν

ἡμετέραν; ἐκεῖνοι γὰρ ἐμοὶ δοκοῦσιν πεπονθέναι πρὸς ἡμᾶς

οἷόνπερ οἱ σφῆκες. καὶ γὰρ τούτους ἐάν τις κατὰ σμικρὸν

392cἐρεθίζων ὀργίσῃ, ἄμαχοι γίγνονται, ἕως τις αὐτοὺς ἐπιθέμενος

πανοικὶ ἐξέλῃ. οὕτως οὖν καὶ οἱ Συρακόσιοι, εἰ μή τις ἔργον

ποιησάμενος σφόδρα μεγάλῳ στόλῳ ἥξει ἐκεῖσε, οὐκ ἔστιν

ὅπως ἐκείνη ἡ πόλις ἔσται ποτὲ ἡμῖν ὑποχειρία, ὑπὸ δὲ

(5)τῶν σμικρῶν τούτων ἂν μᾶλλον ὀργίζοιντο, οὕτως ὡς ἂν

μάλιστα χαλεπώτατοι εἴησαν. πεπόμφασι δὲ καὶ νῦν ὡς

ἡμᾶς πρέσβεις, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλόμενοί τι ἐξαπατῆσαι

392dτὴν πόλιν. — Μεταξὺ δὲ ἡμῶν διαλεγομένων ἐτυχέτην οἱ

Συρακόσιοι πρέσβεις παριόντες. εἶπεν οὖν ὁ Ἐρασίστρατος,

δείξας εἰς τὸν ἕνα τῶν πρέσβεων, Οὑτοσὶ μέντοι, ἔφη, ὦ

Σώκρατες, πλουσιώτατός ἐστιν τῶν Σικελιωτῶν καὶ Ἰτα-

(5)λιωτῶν. πῶς δ’ οὐχί, ἔφη, ᾧ γε ὑπάρχει γῆ τε ἄφθονος

οὕτως, ὥστε εὐπορίαν εἶναι, εἴ τις βούλοιτο, πάνυ πολλὴν

γεωργεῖν; καὶ αὕτη μὲν τοιαύτη οἵα οὐχ ἑτέρα ἄλλη ἔν

γε τοῖς Ἕλλησιν, ἔτι δὲ τἆλλα τὰ εἰς πλοῦτον ἥκοντα

ἄπλετα, ἀνδράποδα καὶ ἵπποι καὶ χρυσὸς καὶ ἄργυρος. —

(10)Ὁρῶν δ’ ἐγὼ αὐτὸν ἀναγόμενον, ὡς ἀδολεσχήσοντα περὶ

393aτῆς οὐσίας τῆς τοῦ ἀνθρώπου, ἠρόμην, Τί δέ, ὦ Ἐρασί-

στρατε; ἀνὴρ ποῖός τις εἶναι δοκεῖ ἐν τῇ Σικελίᾳ; — Οὗτος,

ἔφη, Σικελιωτῶν καὶ Ἰταλιωτῶν καὶ δοκεῖ καὶ ἔστι πλέον

πάντων πονηρότατος ἢ ὅσῳ πλουσιώτατος, οὕτως ὥστ’ εἴ τινα

(5)βούλει Σικελιωτῶν ἐρωτᾶν ὅντινα πονηρότατον νομίζει εἶναι

καὶ πλουσιώτατον, οὐδεὶς ἂν φήσειεν ἄλλον ἢ τοῦτον.

     Οἰηθεὶς δ’ αὐτὸν ἐγὼ οὐ περὶ σμικρῶν τὸν λόγον ποιεῖσθαι,

ἀλλὰ περὶ τῶν μεγίστων δοκούντων εἶναι, ἀρετῆς τε πέρι καὶ

393bπλούτου, ἠρόμην πότερον ἂν φαίη πλουσιώτερον εἶναι ἄν-

θρωπον ὅτῳ ὄντα τυγχάνει τάλαντα ἀργυρίου, ἢ ὅτῳ ἀγρὸς

ἄξιος δυοῖν ταλάντοιν. — Οἶμαι μὲν ἐγώ, ἔφη, ὅτῳ ἀγρός. —

Οὐκοῦν, ἔφην ἐγώ, κατὰ τὸν αὐτὸν λόγον, καὶ εἰ τυγχάνοι

(5)τῳ ἱμάτια ὄντα ἢ στρώματα ἢ τἆλλα ἔτι πλέονος ἄξια ἢ

ὅσου τῷ ξένῳ, οὗτος εἴη ἂν πλουσιώτερος. — Συνέφη καὶ

ταῦτα. — Εἰ δέ τίς σοι διδοίη αἵρεσιν τούτοιν, πότερον ἂν

393cβούλοιο; — Ἐγὼ μὲν ἄν, ἔφη, τὸ πλείστου ἄξιον. — Ποτέρως

ἂν οἰόμενος πλουσιώτερος εἶναι; — Οὕτω. — Νυνὶ μὲν ἄρα

φαίνεται οὗτος ἡμῖν ὢν πλουσιώτατος, ὅστις πλείστου ἄξια

κέκτηται; — Ναί, ἔφη. — Οὐκοῦν, ἦν δ’ ἐγώ, οἱ ὑγιαίνοντες τῶν

(5)καμνόντων πλουσιώτεροι ἂν εἴησαν, εἴπερ ἡ ὑγίεια πλείονος

ἄξιον κτῆμα ἢ τὰ τοῦ κάμνοντος χρήματα. οὐδείς γ’ ἂν

οὖν ὅστις οὐχὶ προτιμήσειεν ὑγιαίνειν ὀλίγον κεκτημένος

393dἀργύριον μᾶλλον ἢ τὰ βασιλέως τοῦ μεγάλου χρήματα

κεκτημένος νοσεῖν, δῆλον ὅτι πλείονος ἄξιον οἰόμενος εἶναι

τὴν ὑγίειαν. οὐ γὰρ ἄν ποτε προῃρεῖτο, εἰ μὴ προτιμότερον

ἡγεῖτο εἶναι τῶν χρημάτων. — Οὐ γάρ. — Οὐκοῦν καὶ εἴ τι

(5)ἄλλο φαίνοιτο πλείονος ἄξιον τῆς ὑγιείας, ὁ τοῦτο κεκτη-

μένος, οὗτος ἂν πλουσιώτατος εἴη. — Ναί. — Εἰ δὲ δή τις

ἡμᾶς νυνὶ προσελθὼν ἔροιτο, Ὦ Σώκρατες καὶ Ἐρυξία καὶ

393eἘρασίστρατε, ἔχοιτ’ ἂν εἰπεῖν μοι τί ἐστιν ἀνθρώπῳ πλείστου

ἄξιον κτῆμα; ἆρά γε τοῦτο ὃ κτησάμενος ἄνθρωπος ἄριστα

βουλεύοιτο περὶ τούτου, ὅπως ἂν βέλτιστα διαπράττοιτο τά

τε αὐτὸς αὑτοῦ πράγματα καὶ τὰ τῶν φίλων; τί ἂν εἶναι

(5)τοῦτο φήσαιμεν; — Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, εὐδαιμονία

πλείστου ἄξιον ἀνθρώπῳ εἶναι. — Καὶ οὐ κακῶς γ’, ἔφην ἐγώ·

ἀλλ’ ἆρά γε τούτους ἂν τῶν ἀνθρώπων εὐδαιμονεστάτους

ἡγησαίμεθα εἶναι, οἵτινες μάλιστα εὖ πράττοιεν; — Ἐμοὶ γοῦν

δοκοῦσιν. — Οὐκοῦν ἂν οὗτοι ἄριστα πράττοιεν, ὅσοιπερ καὶ

(10)ἐλάχιστα ἐξαμαρτάνοιεν περὶ σφᾶς αὐτοὺς καὶ περὶ τοὺς

ἄλλους ἀνθρώπους, τὰ δὲ πλεῖστα κατορθοῖεν; — Πάνυ γε. —

Οὐκοῦν οἱ ἐπιστάμενοι τὰ κακὰ καὶ τὰ ἀγαθά, καὶ ὅσα

394aπρακτέα καὶ ὅσα μή, οὗτοι ἂν ὀρθότατα πράττοιεν καὶ

ἐλάχιστα ἐξαμαρτάνοιεν; — Συνεδόκει καὶ ταῦτα. — Νῦν ἄρα

ἡμῖν φαίνονται οἱ αὐτοὶ ἄνδρες σοφώτατοί τε καὶ ἄριστα

πράττοντες καὶ εὐδαιμονέστατοι καὶ πλουσιώτατοι, εἴπερ ἄρα

(5)ἡ σοφία τοῦ πλείστου ἄξιον κτῆμα φαίνεται. — Ναί. — Ἀλλ’,

ἔφη ὑπολαβὼν ὁ Ἐρυξίας, ὦ Σώκρατες, τί ἂν ὄφελος εἴη

τῷ ἀνθρώπῳ, εἰ σοφώτερος μὲν εἴη τοῦ Νέστορος, τὰ δ’

394bἐπιτήδεια τὰ πρὸς τὴν δίαιταν μὴ τυγχάνοι ἔχων, σιτία καὶ

ποτὰ καὶ ἱμάτια καὶ εἴ τι ἄλλο τῶν τοιούτων ἐστίν; τί ἂν ἡ

σοφία ὠφελοίη; ἢ πῶς ἂν οὗτος πλουσιώτατος εἴη, ὅν γε

οὐδὲν κωλύει πτωχεύειν, μηδενός γ’ εὐποροῦντα τῶν ἐπιτη-

(5)δείων; — Σφόδρα οὖν ἐδόκει καὶ οὗτος λέγειν τι. — Ἀλλὰ

πότερον, ἦν δ’ ἐγώ, ὁ μὲν τὴν σοφίαν κεκτημένος πάθοι ἂν

τοῦτο, εἰ ἐνδεὴς γένοιτο τούτων· εἰ δέ τις τὴν Πουλυτίωνος

394cοἰκίαν κεκτημένος εἴη καὶ πλήρης εἴη χρυσίου καὶ ἀργυρίου

ἡ οἰκία, οὐκ ἂν δεηθείη οὐδενός; — Ἀλλ’, ἔφη, τοῦτον μὲν

οὐδὲν κωλύει αὐτίκα νῦν διαθέμενον τὰ κτήματα ἔχειν ἀντ’

αὐτῶν τούτων ὧνπερ καὶ τυγχάνει δεόμενος εἰς τὴν δίαιταν,

(5)ἢ καὶ νόμισμα ἀνθ’ ὅτου ταῦτα δυνήσεται πορίζεσθαι, καὶ

ἁπάντων εὐπορεῖν παραχρῆμα. — Εἴ γε τυγχάνοιεν, ἔφην ἐγώ,

οἱ ὄντες ἄνθρωποι δεόμενοι τοιαύτην σφίσιν οἰκίαν γενέσθαι

394dμᾶλλον ἤπερ τὴν ἐκείνου σοφίαν, ἐπεὶ εἴ γε τοιοῦτοι εἴησαν

οἷοι τὴν τοῦ ἀνθρώπου σοφίαν περὶ πλείονος ἡγεῖσθαι καὶ

τὰ ἀπὸ ταύτης γιγνόμενα, πολὺ μᾶλλον οὗτος ἔχοι διατί-

θεσθαι, εἴπερ τυγχάνοι τι δεόμενος καὶ βούλοιτο καὶ αὐτὴν

(5)καὶ τὰ ἔργα τὰ ἀπὸ ταύτης διατίθεσθαι. ἢ τῆς μὲν οἰκίας ἥ

τε χρῆσις πολλὴ τυγχάνει οὖσα καὶ ἀναγκαία, καὶ μεγάλα

τῷ ἀνθρώπῳ τὰ διαφέροντα τὰ πρὸς τὸν βίον ἐν τῇ τοιαύτῃ

οἰκίᾳ οἰκεῖν μᾶλλον ἢ ἐν σμικρῷ καὶ φαύλῳ οἰκιδίῳ, τῆς δὲ

394eσοφίας ἥ τε χρεία ὀλίγου ἀξία καὶ τὰ διαφέροντα σμικρὰ

ἢ σοφῷ ἢ ἀμαθεῖ εἶναι περὶ τῶν μεγίστων; ἢ τούτου μὲν

καταφρονεῖν τοὺς ἀνθρώπους καὶ μὴ εἶναι ὠνητάς, τῆς δὲ

κυπαρίττου τῆς ἐν τῇ οἰκίᾳ καὶ Πεντελικῶν λίθων πολλοὺς

(5)τοὺς δεομένους τε καὶ βουλομένους πρίασθαι; οὔκουν ἂν εἴ

γε σοφὸς εἴη κυβερνήτης οὐδὲ ἰατρὸς σοφὸς τὴν τέχνην, ἤ

τιν’ ἄλλην τῶν τοιουτοτρόπων τεχνῶν εὖ καὶ καλῶς δύναιτο

μεταχειρίζεσθαι, οὐδενὸς ὅτου οὐκ ἂν ἐντιμότερος εἴη τῶν

κατὰ τὰς οὐσίας μεγίστων κτημάτων· ὁ δὲ δυνάμενος εὖ

(10)βουλεύεσθαι καὶ αὐτὸς αὑτοῦ πέρι καὶ ἑτέρου, ὅπως ἂν ἄριστα

πράττοι, οὐκ ἂν ἄρα δύναιτο διατίθεσθαι, εἴπερ βούλοιτό γε

395aτοῦτο πράττειν; — Ὑπολαβὼν δὲ καὶ ὑποβλέψας ὁ Ἐρυξίας,

ὥσπερ τι ἀδικούμενος, Σὺ γὰρ ἄν, ἔφη, ὦ Σώκρατες, εἰ δέοι

σε τἀληθῆ λέγειν, φαίης ἂν εἶναι Καλλίου τοῦ Ἱππονίκου

πλουσιώτερος; καίτοι οὐκ ἂν ἀμαθέστερός γε ὁμολογήσαις

(5)ἂν εἶναι περὶ οὐδενὸς τῶν μεγίστων, ἀλλὰ σοφώτερος· καὶ

οὐδὲν μᾶλλον διὰ τοῦτο πλουσιώτερος εἶ. — Ἴσως γάρ, ἦν δ’

ἐγώ, σὺ οἴει, ὦ Ἐρυξία, τουτουσὶ μὲν τοὺς λόγους, οὓς νυνὶ

395bδιαλεγόμεθα, εἶναι παιδιάν, ἐπεὶ οὐκ ἀληθῶς γε οὕτως ἔχειν,

ἀλλ’ ὥσπερ ἐν τῇ πεττείᾳ εἶναι πεττούς, οὓς εἴ τις φέροιτο,

δύναιτ’ ἂν τοὺς ἀντιπαίζοντας ποιεῖν ἡττᾶσθαι οὕτως ὥστε

μὴ ἔχειν ὅτι πρὸς ταῦτα ἀντιφέρωσιν. ἴσως οὖν καὶ περὶ τῶν

(5)πλουσίων οἴει μὲν οὐδέν τι μᾶλλον οὕτως ἔχειν, λόγους δέ

τινας εἶναι τοιούτους οὐδέν τι μᾶλλον ἀληθεῖς ἢ ψευδεῖς, οὓς

λέγων ἄνθρωπος περιγίγνοιτ’ ἂν τῶν ἀντιλεγόντων, ὡς οἱ

σοφώτατοι καὶ πλουσιώτατοι ἡμῖν εἰσιν, καὶ ταῦτα μέντοι

395cαὐτὰ ψευδῆ λέγων ἀληθῆ λεγόντων. καὶ οὐδὲν μὲν ἴσως

θαυμαστόν, ὁμοίως ὥσπερ εἰ δύ’ ἀνθρώπω περὶ γραμμάτων

λεγοίτην, ὁ μὲν φάσκων τοῦ Σωκράτους ἄρχειν σῖγμα, ὁ δ’

ἕτερος ἄλφα, οὗτος ἂν εἴη κρείττων ὁ λόγος ὁ τοῦ λέγοντος

(5)ἄλφα ἢ τοῦ φάσκοντος σῖγμα ἄρχειν. — Περιβλέψας δὲ πρὸς

τοὺς παρόντας ὁ Ἐρυξίας, ἅμα γελῶν τε καὶ ἐρυθριῶν, ὥσπερ

οὐ παρὼν τοῖς ἔμπροσθεν λελεγμένοις, Ἐγὼ μέν, ἔφη, ὦ

395dΣώκρατες, οὐ τοιούτους ᾤμην δεῖν τοὺς λόγους εἶναι οἷς

μήτ’ ἂν πεῖσαι δύναιτό τις μηδένα τῶν παρόντων, μήτ’ ἂν

ὠφεληθείη μηδὲν ἀπ’ αὐτῶν_τίς γὰρ ἂν ἀνθρώπων ποτὲ

πεισθείη νοῦν ἔχων ὡς οἱ σοφώτατοι ἡμῖν πλουσιώτατοι; _

(5)ἀλλὰ μᾶλλον, ἐπειδὴ περὶ τοῦ πλουτεῖν, διαλέγεσθαι δεῖν

ὁπόθεν καλόν ἐστι πλουτεῖν καὶ ὁπόθεν αἰσχρόν, καὶ αὐτὸ

τὸ πλούσιον εἶναι ὁποῖόν τί ἐστιν, πότερον ἀγαθὸν ἢ κακόν.

— Εἶεν, ἔφην ἐγώ· τοιγαροῦν τὸ λοιπὸν δὴ φυλαξόμεθα·

395eκαλῶς δὲ καὶ σὺ ποιεῖς παραινῶν. ἀλλὰ τί οὐκ αὐτός,

ἐπείπερ εἰσηγῇ τὸν λόγον, ἐπεχείρησας εἰπεῖν πότερον σοὶ

δοκεῖ ἀγαθὸν εἶναι τὸ πλουτεῖν ἢ κακόν; ἐπειδήπερ οἵ γ’

ἔμπροσθεν λόγοι οὐ περὶ τούτου δοκοῦσί σοι εἰρῆσθαι. —

(5)Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἀγαθὸν εἶναι, ἔφη, τὸ πλουτεῖν. —

Ἔτι δ’ αὐτοῦ τι βουλομένου λέγειν, ὑποκρούσας ὁ Κριτίας,

Σὺ γὰρ εἰπέ μοι, ὦ Ἐρυξία, ἀγαθὸν ἡγῇ τὸ πλουτεῖν; —

Ἔγωγε νὴ Δία· ἦ γὰρ ἂν μαινοίμην. καὶ οὐδένα γε οἶμαι

εἶναι ὅστις ἂν οὐχ ὁμολογήσειεν ταῦτα. — Καὶ μήν, ἔφη ὁ

(10)ἕτερος, καὶ ἐγὼ οἶμαι οὐδένα ὅντιν’ οὐκ ἂν ποιῆσαι ὁμολογεῖν

396aἐμοὶ ἐνίοις ἀνθρώποις κακὸν εἶναι τὸ πλουτεῖν. οὐκ ἂν οὖν,

εἴπερ ἀγαθὸν ἦν, κακὸν ἡμῶν ἐνίοις ἐφαίνετο. — Εἶπον οὖν

αὐτοῖν ὅτι Ἐγώ τοι ὑμᾶς, εἰ μὲν ἐτυγχάνετε περὶ τούτου δια-

φερόμενοι, ὁπότερος ὑμῶν ἀληθέστερα λέγει περὶ ἱππασίας,

(5)ὅπως ἄν τις ἄριστα ἱππεύοι, εἰ μὲν αὐτὸς ἐτύγχανον ἱππικὸς

ὤν, αὐτὸς ἂν ὑμᾶς ἐπειρώμην παύειν τῆς διαφορᾶς_ᾐσχυ-

νόμην γὰρ ἂν εἰ παρὼν μὴ καθ’ ὅσον οἷός τ’ ἦν ἐκώλυον

διαφερομένους_ἢ εἰ περὶ ἑτέρου οὑτινοσοῦν διαφερόμενοι

396bμηδέν τι μᾶλλον ἐμέλλετε, εἰ μὴ ὁμολογοῖτε τουτί, μᾶλλον

ἐχθρὼ ἀντὶ φίλων ἀπαλλαγῆναι· νῦν δέ, ἐπειδὴ τετυχήκατε

περὶ τοιούτου πράγματος διαφερομένω, ᾧ ἀνάγκη προσχρῆ-

σθαι παρ’ ὅλον τὸν βίον, καὶ μεγάλως διαφέρει πότερον

(5)ἐπιμελητέον ἐστὶν τούτου ὡς ὠφελίμου ὄντος ἢ οὔ, καὶ ταῦτα

οὐ τῶν φαύλων ἀλλὰ τῶν μεγίστων δοκούντων εἶναι τοῖς

Ἕλλησιν_οἱ γοῦν πατέρες τουτὶ πρῶτον τοῖς σφετέροις ὑέσιν

396cπαραινοῦσιν, ἐπειδὰν εἰς τὴν ἡλικίαν τάχιστα ἀφίκωνται τοῦ

ἤδη φρονεῖν, ὡς δοκοῦσιν, σκοπεῖν ὁπόθεν πλούσιοι ἔσονται,

ὡς, ἂν μέν τι ἔχῃς, ἄξιός του εἶ, ἐὰν δὲ μή, οὐδενός_εἰ οὖν

σπουδάζεται μὲν οὑτωσὶ σφόδρα, ὑμεῖς δὲ τἆλλα συμφερο-

(5)μένω, περὶ τούτου οὑτωσὶ μεγάλου πράγματος διαφέρεσθε,

ἔτι δ’ αὖ πρὸς τούτοις περὶ τοῦ πλουτεῖν διαφέρεσθε οὐχ

ὁπότερον μέλαν ἢ λευκὸν οὐδὲ ὁπότερον κοῦφον ἢ βαρύ, ἀλλ’

ὁπότερον κακὸν ἢ ἀγαθόν, ὡς ἂν μάλιστα καὶ εἰς ἔχθραν

396dκαταστῆναι, εἰ τῶν κακῶν τε καὶ ἀγαθῶν πέρι διαφέρεσθε,

καὶ ταῦτα μέντοι τὰ μάλιστα φίλω τε ὄντε καὶ συγγενεῖ_

ἐγὼ οὖν, ὅσον ἂν ἐπ’ ἐμοὶ ᾖ, οὐ περιόψομαι ὑμᾶς αὐτοὺς

αὑτοῖς διαφερομένους· ἀλλ’ εἰ μὲν αὐτὸς οἷός τ’ ἦ, φράσας

(5)ἂν ὑμῖν ὅπως ἔχει, ἔπαυσα τῆς διαφορᾶς· νυνὶ δ’ ἐπειδὴ

αὐτὸς μὲν οὐ τυγχάνω οἷός τ’ ὤν, ὑμῶν δ’ ἑκάτερος οἴεται

396eοἷός τ’ εἶναι ὁμολογεῖν ποιῆσαι τὸν ἕτερον, ἕτοιμός εἰμι

συλλαμβάνειν καθ’ ὅσον ἂν δύνωμαι, ἵνα διομολογηθῇ ὑμῖν

ὅπως ἔχει τοῦτο. σὺ οὖν, ἔφην, ὦ Κριτίς, ἐπιχείρει ποιῆσαι

ἡμᾶς ὁμολογεῖν, ὥσπερ ὑπεδέξω. — Ἀλλ’, ἔφη, ἐγὼ μέν,

(5)ὥσπερ ἠρξάμην, Ἐρυξίαν τοῦτον ἡδέως ἐροίμην ἂν εἰ δοκοῦσιν

αὐτῷ εἶναι ἄνθρωποι ἄδικοι καὶ δίκαιοι. — Νὴ Δία, ἔφη

ἐκεῖνος, καὶ σφόδρα μέντοι. — Τί δέ; τὸ ἀδικεῖν πότερον

κακόν σοι δοκεῖ εἶναι ἢ ἀγαθόν; — Κακὸν ἔμοιγε. — Δοκεῖ δ’

ἄν σοι ἄνθρωπος, εἰ μοιχεύοι τὰς τῶν πέλας γυναῖκας ἐπ’

(10)ἀργυρίῳ, ἀδικεῖν ἂν ἢ οὔ; καὶ ταῦτα μέντοι καὶ τῆς πόλεως

καὶ τῶν νόμων κωλυόντων; — Ἀδικεῖν ἂν ἔμοιγε δοκεῖ. —

Οὐκοῦν, ἔφη, εἰ μὲν πλούσιος τυγχάνοι ὢν καὶ ἀργύριον

δυνατὸς ἀναλῶσαι ὁ ἄδικός τε ἄνθρωπος καὶ ὁ βουλόμενος,

397aἐξαμαρτάνοι ἄν· εἰ δέ γε μὴ ὑπάρχοι πλουσίῳ εἶναι τῷ

ἀνθρώπῳ, οὐκ ἔχων ὁπόθεν ἀναλίσκοι, οὐδ’ ἂν διαπράττεσθαι

δύναιτο ἃ βούλεται, ὥστ’ οὐκ ἂν οὐδὲ ἐξαμαρτάνοι. διὸ καὶ

λυσιτελοῖ ἂν τῷ ἀνθρώπῳ μᾶλλον μὴ εἶναι πλουσίῳ, εἴπερ

(5)ἧττον διαπράξεται ἃ βούλεται, βούλεται δὲ μοχθηρά. καὶ

πάλιν αὖ τὸ νοσεῖν πότερον ἂν φαίης κακὸν ἢ ἀγαθὸν εἶναι;

— Κακὸν ἔγωγε. — Τί δέ; δοκοῦσί τινές σοι ἀκρατεῖς εἶναι

397bἄνθρωποι; — Ἔμοιγε. — Οὐκοῦν εἰ βέλτιον εἴη πρὸς ὑγίειαν

τούτῳ τῷ ἀνθρώπῳ ἀπέχεσθαι σίτων καὶ ποτῶν καὶ τῶν

ἄλλων τῶν ἡδέων δοκούντων εἶναι, ὁ δὲ μὴ οἷός τ’ εἴη δι’ ἀκρά-

τειαν, βέλτιον ἂν εἴη τούτῳ τῷ ἀνθρώπῳ μὴ ὑπάρχειν ὁπόθεν

(5)ἐκποριεῖται ταῦτα, μᾶλλον ἢ πολλὴν περιουσίαν εἶναι τῶν

ἐπιτηδείων; οὕτω γὰρ ἂν αὐτῷ οὐκ ἐξουσία εἴη ἐξαμαρτάνειν,

οὐδ’ εἰ σφόδρα βούλοιτο.

     Ἐδόκει οὖν εὖ καὶ καλῶς διειλέχθαι ὁ Κριτίας οὕτως, ὥστ’

397cεἰ μὴ ᾐσχύνετο τοὺς παρόντας ὁ Ἐρυξίας, οὐδὲν αὐτὸν ἐκώλυεν

ἀναστάντα τύπτειν τὸν Κριτίαν· οὕτως ᾤετο μεγάλου τινὸς

ἐστερῆσθαι, ἐπεὶ αὐτῷ φανερὸν ἐγένετο ὅτι οὐκ ὀρθῶς τὸ

πρότερον ἐδόξαζε περὶ τοῦ πλουτεῖν. καταμαθὼν δ’ ἐγὼ

(5)οὕτως ἔχοντα τὸν Ἐρυξίαν, καὶ εὐλαβούμενος μὴ πορρωτέρω

τις λοιδορία καὶ ἐναντίωσις γένοιτο, Τουτονὶ μὲν τὸν λόγον,

ἔφην ἐγώ, πρῴην ἐν Λυκείῳ ἀνὴρ σοφὸς λέγων Πρόδικος ὁ

397dΚεῖος ἐδόκει τοῖς παροῦσι φλυαρεῖν οὕτως, ὥστε μηδένα δύ-

νασθαι πεῖσαι τῶν παρόντων ὡς ἀληθῆ λέγει. καὶ δῆτα

καὶ μειράκιόν τι σφόδρα νέον προσελθὸν καὶ στωμύλον,

προσκαθιζόμενον, κατεγέλα τε καὶ ἐχλεύαζεν καὶ ἔσειεν αὐτόν,

(5)βουλόμενον λόγον λαμβάνειν ὧν ἔλεγεν· καὶ μέντοι καὶ πολὺ

μᾶλλον εὐδοκίμησε παρὰ τοῖς ἀκροωμένοις ἤπερ ὁ Πρόδικος.

— Ἆρ’ οὖν, ἔφη ὁ Ἐρασίστρατος, ἔχοις ἂν ἡμῖν ἀπαγγεῖλαι

397eτὸν λόγον; — Πάνυ μὲν οὖν, ἐὰν ἄρα ἀναμνησθῶ. ὡδὶ γάρ

πως, ὡς ἐγᾦμαι, εἶχεν.

     Ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον πῶς οἴεται κακὸν εἶναι τὸ

πλουτεῖν, καὶ ὅπως ἀγαθόν. ὁ δ’ ὑπολαβών, ὥσπερ καὶ σὺ

(5)νυνδή, ἔφη, Τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων ἀγαθόν,

καὶ τοῖς ἐπισταμένοις ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τού-

τοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσιν κακόν.

ἔχει δ’, ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὁποῖοι γὰρ

ἄν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματα αὐτοῖς

(10)ἀνάγκη εἶναι. καλῶς δ’, ἔφη, δοκεῖ μοι καὶ τὸ τοῦ Ἀρχιλόχου

πεποιῆσθαι_

          καὶ φρονεῦσι τοῖ’ ὁκοίοις ἐγκυρέωσιν ἔργμασιν.

398aΝῦν ἄρ’, ἔφη τὸ μειράκιον, εἴ τις ἐμὲ σοφὸν ποιοῖ ταύτην

τὴν σοφίαν ἣν οἱ ἀγαθοὶ ἄνδρες σοφοί εἰσιν, ἅμα ἀνάγκη

καὶ τὰ ἄλλα πράγματ’ αὐτὸν ἀγαθὰ ἐμοὶ ποιεῖν, πρὸς μὲν

αὐτὰ ἐκεῖνα μηδὲν πραγματευσάμενον, ὅτι δέ με ἀντ’ ἀμαθοῦς

(5)σοφὸν πεποίηκεν ἄρα· ὥσπερ εἴ τις ἐμὲ νυνὶ γραμματικὸν

ποιήσειεν, ἀνάγκη αὐτὸν καὶ τἆλλα πράγματα γραμματικὰ

ἐμοὶ ποιεῖν, καὶ εἰ μουσικόν, μουσικά, ὥσπερ ὅταν ἀγαθὸν ἐμὲ

398bποιήσῃ, ἅμα ἀγαθὰ καὶ τὰ πράγματα πεποιηκέναι μοι. — Οὐ

μέντοι ταῦτά γε συνέφη ὁ Πρόδικος ἀλλ’ ἐκεῖνα μὲν ὡμολόγει.

— Πότερον δέ σοι δοκεῖ, ἔφη, ὥσπερ οἰκίαν ποιεῖν ἀνθρώπου

ἔργον εἶναι, οὕτω καὶ πράγματα ἀγαθὰ ποιεῖν; ἢ ἀνάγκη,

(5)ὁποῖ’ ἄττ’ ἂν τὴν ἀρχὴν γένωνται, εἴτε κακὰ εἴτε ἀγαθά,

τοιαῦτα διατελεῖν ὄντα αὐτά; — Ὑποπτεύσας δέ μοι δοκεῖ

ὁ Πρόδικος ᾗ ἔμελλεν ὁ λόγος χωρήσεσθαι αὐτῶν, σφόδρα

398cπανούργως, ἵνα μὴ πάντων [τῶν] παρόντων ἐναντίον φαίνοιτο

ἐξελεγχόμενος ὑπὸ τοῦ μειρακίου_μόνῳ μὲν γὰρ αὑτῷ τοῦτο

παθεῖν οὐδὲν ᾤετο διαφέρειν_ἔφη ἀνθρώπου ἔργον εἶναι. —

Πότερον δέ σοι, ἔφη, δοκεῖ εἶναι διδακτὸν ἡ ἀρετὴ ἢ ἔμφυτον;

(5)— Διδακτόν, ἔφη, ἔμοιγε. — Οὐκοῦν, ἔφη, ἂν δοκεῖ σοι ἠλίθιος

εἶναι εἴ τις οἴοιτο τοῖς θεοῖς εὐχόμενος γραμματικὸς ἂν γενέ-

σθαι ἢ μουσικός, ἢ ἑτέραν τινὰ ἐπιστήμην λαβεῖν ἣν ἀνάγκη

398dμαθόντα παρ’ ἑτέρου ἢ αὐτὸν ἐξευρόντα κτήσασθαι; — Συνέφη

καὶ ταῦτα. — Οὐκοῦν, ἔφη τὸ μειράκιον, σύ, ὦ Πρόδικε, ὅταν

εὔχῃ τοῖς θεοῖς εὖ πράττειν καὶ ἀγαθά σοι εἶναι, τότε οὐδὲν

ἕτερον εὔχῃ ἢ καλὸς κἀγαθὸς γενέσθαι, εἴπερ γε τοῖς μὲν

(5)καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων καὶ τὰ πράγματα τυγχάνει

ἀγαθὰ ὄντα, τοῖς δὲ φαύλοις μοχθηρά. εἴπερ οὖν τυγχάνει

ἡ ἀρετὴ διδακτὸς οὖσα, οὐδὲν ἕτερον φαίνοιο ἂν εὐχόμενος

ἢ διδαχθῆναι ἃ οὐκ ἐπίστασαι. — Εἶπον οὖν ἐγὼ πρὸς τὸν

398eΠρόδικον ὅτι μοι δοκεῖ οὐχὶ φαῦλον πρᾶγμα πεπονθέναι, εἰ

τυγχάνει τούτου διημαρτηκώς, εἰ οἴεται ἡμῖν παρὰ τῶν θεῶν

ἃ εὐχόμεθα γενέσθαι ἂν καὶ ἅμα· εἰ καὶ σὺ ἑκάστοτε

σπουδῇ βαδίζων εἰς πόλιν, προσευχόμενος αἰτεῖς παρὰ τῶν

(5)θεῶν δοῦναί σοι ἀγαθά, οὐ μέντοι οἶσθα εἰ οἷοί τέ σοι ἐκεῖνοι

ταῦτα δοῦναι ἃ σὺ τυγχάνεις αἰτούμενος, ὥσπερ ἂν εἰ πρὸς

τὰς τοῦ γραμματιστοῦ φοιτῶν θύρας ἀντιβολοίης σοι δοῦναι

γραμματικὴν ἐπιστήμην μηδὲν ἄλλο πραγματευσαμένῳ, ἀλλὰ

ἥντινα λαβὼν παραχρῆμα καὶ δυνήσῃ πράττειν τὰ τοῦ

(10)γραμματιστοῦ ἔργα.

     Ταῦτα ἐμοῦ λέγοντος ὁ Πρόδικος ἀντανήγετο πρὸς τὸ

μειράκιον, ὡς ἀμυνούμενος καὶ ἐπιδείξων ταῦτα ἅπερ

399aσὺ νυνδή, ἀγανακτῶν εἰ φαίνοιτο μάτην τοῖς θεοῖς εὐχό-

μενος. εἶτα προσελθὼν ὁ γυμνασίαρχος ἀπαλλάττεσθαι

αὐτὸν ἐκ τοῦ γυμνασίου ἐκέλευεν ὡς οὐκ ἐπιτήδεια τοῖς

νέοις διαλεγόμενον, εἰ δὲ μὴ ἐπιτήδεια, δῆλον ὅτι

(5)μοχθηρά.

     Τούτου δή σοι ἕνεκα ταῦτα διῆλθον, ἵνα θεάσαιο ὡς

ἔχουσιν οἱ ἄνθρωποι πρὸς τὴν φιλοσοφίαν. εἰ μέν γε Πρό-

δικος παρῆν λέγων ταῦτα, μαίνεσθαι τοῖς παροῦσιν ἐδόκει ἂν

399bοὕτως, ὥστε καὶ ἐκβληθῆναι ἐκ τοῦ γυμνασίου, σὺ δὲ νυνὶ

οὕτω σφόδρα δοκεῖς εὖ διειλέχθαι, ὥστε οὐ μόνον τοὺς

παρόντας πεῖσαι, ἀλλὰ καὶ τὸν ἀντιλέγοντα ποιῆσαι ὁμολογεῖν

σοι· δῆλον ὅτι ὥσπερ ἐν τοῖς δικαστηρίοις, εἰ δύ’ ἄνθρωποι

(5)τύχοιεν τὴν αὐτὴν μαρτυρίαν μαρτυροῦντες, ὁ μὲν καλὸς

κἀγαθὸς δοκῶν εἶναι, ὁ δὲ μοχθηρός, διὰ τὴν τοῦ μοχθηροῦ

μαρτυρίαν οὐδὲν ἄν τι μᾶλλον οἱ δικασταὶ πεισθείησαν, ἀλλὰ

τυχὸν καὶ τἀναντία ποιήσειαν· εἰ δ’ ὁ καλὸς κἀγαθὸς δοκῶν

399cταῦτα φήσειε, καὶ σφόδρ’ ἂν δοκοῖ ταῦτα ἀληθῆ εἶναι. ἴσως

οὖν καὶ οἱ παρόντες τοιοῦτόν τι πεπόνθασιν πρὸς σὲ καὶ Πρό-

δικον· τὸν μὲν σοφιστὴν καὶ ἀλαζόνα ἡγοῦντο εἶναι, σὲ δὲ

πολιτικόν τε καὶ ἄνδρα καὶ πολλοῦ ἄξιον. εἶτα οἴονται δεῖν μὴ

(5)αὐτὸν τὸν λόγον θεωρεῖν, ἀλλὰ τοὺς λέγοντας, ὁποῖοί τινες

ἂν ὦσιν. — Ἀλλὰ μέντοι, ἔφη ὁ Ἐρασίστρατος, ὦ Σώκρατες,

εἰ καὶ σκώπτων λέγεις, φαίνεσθαι ἔμοιγε δοκεῖ ὁ Κριτίας

λέγων τι. — Ἀλλὰ μὰ Δί’, ἦν δ’ ἐγώ, οὐδ’ ὁπωστιοῦν. ἀλλὰ

399dτί οὐκ, ἐπεὶ ταῦτα εὖ καὶ καλῶς διείλεχθον, οὐ καὶ τὰ λοιπὰ

τοῦ λόγου ἐπετελεσάτην; δοκεῖ δέ μοι ὑμῖν ἐπίλοιπόν τι

εἶναι τῆς σκέψεως, ἐπειδὴ τοῦτό γε ἐδόκει ὁμολογεῖσθαι, τοῖς

μὲν ἀγαθὸν εἶναι, τοῖς δὲ κακόν· λοιπὸν δὴ σκέψασθαι τί

(5)ἐστιν αὐτὸ τὸ πλουτεῖν. εἰ γὰρ μὴ τοῦτο πρῶτον εἴσεσθε,

οὐδ’ ἂν ὁπότερον κακόν ἐστιν ἢ ἀγαθὸν δύναισθε συνομολο-

399eγῆσαι. ἕτοιμος δ’ ὑμῖν καὶ ἐγώ, καθ’ ὅσον οἷός τ’ ἂν ὦ,

συνδιασκοπεῖσθαι. φρασάτω οὖν ἡμῖν ὁ φάσκων τὸ πλουτεῖν

ἀγαθὸν εἶναι, τούτου πέρι ὅπως τυγχάνει ἔχων. — Ἀλλ’ ἐγὼ

μέν, ἔφη, ὦ Σώκρατες, οὐδέν τι περιττότερον τῶν ἄλλων

(5)ἀνθρώπων τὸ πλουτεῖν λέγω εἶναι· τὸ γὰρ χρήματα πολλὰ

κεκτῆσθαι, τοῦτο εἶναι τὸ πλουτεῖν· οἶμαι δὲ καὶ Κριτίαν

τοῦτον οὐχ ἕτερόν τι τὸ πλουτεῖν οἴεσθαι εἶναι. — Ἔτι μὲν

ἄρα, ἦν δ’ ἐγώ, κἂν οὕτως ὑπόλοιπον εἴη σκέψασθαι ὁποῖά

ἐστι χρήματα, ἵνα μὴ ὀλίγον ὕστερον περὶ τούτου αὖ πάλιν

(10)φαίνησθον διαφερομένω. αὐτίκα γὰρ οὗτοι Καρχηδόνιοι

400aνομίσματι χρῶνται τοιῷδε· ἐν δερματίῳ σμικρῷ ἀποδέδεται

ὅσον γε στατῆρος τὸ μέγεθος μάλιστα, ὅτι δέ ἐστιν τὸ

ἐναποδεδεμένον, οὐδεὶς γιγνώσκει, εἰ μὴ οἱ ποιοῦντες· εἶτα

κατεσφραγισμένῳ τούτῳ νομίζουσιν, καὶ ὁ πλεῖστα τοιαῦτα

(5)κεκτημένος, οὗτος πλεῖστα δοκεῖ χρήματα κεκτῆσθαι καὶ

πλουσιώτατος εἶναι. εἰ δέ τις παρ’ ἡμῖν πλεῖστα τοιαῦτα

κεκτημένος εἴη, οὐδὲν ἂν μᾶλλον πλούσιος εἴη ἢ εἰ ψήφους

πολλὰς τῶν ἐκ τοῦ ὄρους ἔχοι. ἐν δὲ Λακεδαίμονι σιδηρῷ

400bσταθμῷ νομίζουσιν, καὶ ταῦτα μέντοι τῷ ἀχρείῳ τοῦ σιδήρου·

καὶ ὁ πολὺν σταθμὸν σιδήρου τοῦ τοιούτου κεκτημένος

πλούσιος δοκεῖ εἶναι, ἑτέρωθι δ’ οὐδενὸς ἄξιον τὸ κτῆμα.

ἐν δὲ τῇ Αἰθιοπίᾳ λίθοις ἐγγεγλυμμένοις χρῶνται, οἷς οὐδὲν

(5)ἂν ἔχοι χρήσασθαι Λακωνικὸς ἀνήρ. ἐν δὲ Σκύθαις τοῖς

νομάσιν εἴ τις τὴν Πουλυτίωνος οἰκίαν κεκτημένος εἴη,

οὐδὲν ἂν πλουσιώτερος δοκοῖ εἶναι ἢ εἰ παρ’ ἡμῖν τὸν Λυκα-

400cβηττόν. δῆλον οὖν ὅτι οὐκ ἂν εἴη ἕκαστά γε τούτων κτήματα,

εἴπερ ἔνιοι τῶν κεκτημένων μηδὲν διὰ τοῦτο πλουσιώτεροι

φαίνονται. ἀλλ’ ἔστιν, ἔφην, ἕκαστα τούτων ὄντα τοῖς μὲν

χρήματά τε καὶ πλούσιοι οἱ ταῦτα κεκτημένοι, τοῖς δὲ οὔτε

(5)χρήματα οὔτε πλουσιώτεροι διὰ τοῦτο, ὥσπερ γε οὐδὲ καλά

τε καὶ αἰσχρὰ πᾶσιν τὰ αὐτά, ἀλλ’ ἕτερα ἑτέροις. εἰ δὴ

βουλοίμεθα ἐπισκέψασθαι τί δή ποτε τοῖς μὲν Σκύθαις αἱ

400dοἰκίαι οὐ χρήματά εἰσιν, ἡμῖν δέ, ἢ τοῖς Καρχηδονίοις μὲν

τὰ δέρματα, ἡμῖν δ’ οὔ, ἢ τοῖς Λακεδαιμονίοις ὁ σίδηρος

χρήματα, ἡμῖν δ’ οὔ, ἆρ’ ἂν οὑτωσὶ μάλιστα ἐξεύροιμεν;

αὐτίκα εἴ τις Ἀθήνησι τούτων τῶν λίθων τῶν ἐν τῇ ἀγορᾷ,

(5)οἷς οὐδὲν χρώμεθα, κεκτημένος εἴη χίλια τάλαντα σταθμόν,

ἔστιν ὅτι ἂν πλουσιώτερος νομίζοιτο εἶναι διὰ τοῦτο; — Οὐκ

ἔμοιγε φαίνεται. — Ἀλλ’ εἰ τοῦ λυχνίτου λίθου κεκτημένος

εἴη τὰ χίλια τάλαντα, καὶ σφόδρα πλούσιον φαίημεν εἶναι

400eἄν; — Πάνυ γε. — Ἆρά γε, ἔφην, διὰ τοῦτο, ὅτι τὸ μὲν χρή-

σιμον, τὸ δ’ ἀχρεῖον ἡμῖν ἐστι; — Ναί. — Ἐπεὶ καὶ ἐν τοῖς

Σκύθαις τούτου ἕνεκα αὐτοῖς οἰκίαι οὐ χρήματά ἐστιν, ὅτι

οὐδεμία αὐτοῖς χρεία οἰκίας ἐστίν· οὐδ’ ἂν προτιμήσειεν

(5)Σκύθης ἀνὴρ οἰκίαν αὑτῷ τὴν καλλίστην εἶναι μᾶλλον ἤπερ

σίσυραν δερματίνην, ὅτι τὸ μὲν χρήσιμον, τὸ δ’ ἀχρεῖον

αὐτῷ ἐστιν. αὖθις αὖ ἡμῖν τὸ Καρχηδόνιον νόμισμα οὐκ

οἰόμεθα χρήματα εἶναι· οὐ γὰρ ἔστιν ὅτι ἂν αὐτοῦ κομισαί-

μεθα ὅσων δεόμεθα, ὥσπερ τῷ ἀργυρίῳ, ὥστ’ ἀχρεῖον ἂν

(10)ἡμῖν εἴη. — Εἰκός γε. — Ὅσα μὲν ἄρα τυγχάνει χρήσιμα

ὄντα ἡμῖν, ταῦτα χρήματα· καὶ ὅσα δ’ ἀχρεῖα, ταῦτα δ’ οὐ

χρήματα. — Πῶς οὖν, ἔφη ὁ Ἐρυξίας ὑπολαβών, ὦ Σώκρατες;

401aἦ ἔστιν ὅτι χρώμεθα πρὸς ἀλλήλους τῷ διαλέγεσθαι καὶ τῷ

βλάπτειν καὶ ἑτέροις πολλοῖς; ἆρα ἡμῖν ταῦτ’ ἂν εἴη [τὰ]

χρήματα; καὶ μὴν χρήσιμά γε φαίνεται ὄντα. οὐκ αὖ οὐδ’

οὕτως ἐφαίνετο ἡμῖν ὅτι ποτ’ ἔστιν τὰ χρήματα. ὅτι μὲν γὰρ

(5)ἀνάγκη χρήσιμα εἶναι, ἐάνπερ μέλλῃ χρήματα ἔσεσθαι,

τοῦτο μὲν ἐκ πάντων ὡμολογεῖτο σχεδόν τι· ἀλλὰ ποῖα δὴ

τῶν χρησίμων, ἐπειδή γε οὐ πάντα; φέρε δή, εἰ πάλιν ὧδε

401bμετίοιμεν, ἆρα μᾶλλόν τι εὑρεθείη ὃ ζητοῦμεν, τί ποτ’ ἐστὶν

ὃ χρώμεθα χρήμασιν, καὶ πρὸς τί ηὕρηται ἡ τῶν χρημάτων

κτῆσις, ὥσπερ τὰ φάρμακα πρὸς τὸ τὰς νόσους ἀπαλλάττειν;

ἴσως γὰρ ἂν ἡμῖν οὕτως μᾶλλον φανερὸν γένοιτο. ἐπειδὴ

(5)ἀναγκαῖον μὲν φαίνεται, ὅσαπερ τυγχάνει χρήματα ὄντα,

ταῦτα καὶ χρήσιμα εἶναι, τῶν δὲ χρησίμων γένος τι ὃ καλοῦ-

μεν χρήματα, λοιπὸν ἂν εἴη σκέψασθαι τὰ πρὸς τίνα

χρείαν χρήσιμα χρῆσθαι χρήματά ἐστιν. πάντα μὲν γὰρ

401cἴσως χρήσιμα, ὅσοισπερ πρὸς τὴν ἐργασίαν χρώμεθα, ὥσπερ

γε πάντα μὲν τὰ ψυχὴν ἔχοντα ζῷα, τῶν δὲ ζῴων γένος τι

καλοῦμεν ἄνθρωπον. εἰ δή τις ἡμᾶς ἔροιτο τίνος ἂν ἡμῖν

ἐκποδὼν γενομένου οὐδὲν δεοίμεθα ἰατρικῆς οὐδὲ τῶν ταύτης

(5)ἐργαλείων, ἔχοιμεν ἂν εἰπεῖν ὅτι εἰ αἱ νόσοι ἀπαλλαγείησαν

ἐκ τῶν σωμάτων καὶ μὴ γίγνοιντο παντάπασιν, ἢ γιγνόμεναι

παραχρῆμα ἀπαλλάττοιντο. ἔστιν ἄρα, ὡς ἔοικεν, ἡ ἰατρικὴ

τῶν ἐπιστημῶν ἡ πρὸς τοῦτο χρησίμη, πρὸς τὸ νόσους

401dἀπαλλάττειν. εἰ δέ τις ἡμᾶς πάλιν ἔροιτο τίνος ἂν ἡμῖν

ἀπαλλαγέντος οὐδὲν δεοίμεθα χρημάτων, ἆρ’ ἂν ἔχοιμεν

εἰπεῖν; εἰ δὲ μή, πάλιν ὡδὶ σκοπώμεθα· φέρε, εἰ οἷός τε εἴη

ζῆν ἄνθρωπος ἄνευ σίτων καὶ ποτῶν, καὶ μὴ πεινῷ μηδὲ

(5)διψῷ, ἔσθ’ ὅτι ἂν ἢ αὐτῶν τούτων δέοιτο ἢ ἀργυρίου ἢ ἑτέρου

τινὸς ἵνα ταῦτα ἐκπορίζηται; — Οὐκ ἔμοιγε δοκεῖ. — Οὐκοῦν

καὶ τἆλλα κατὰ τὸν αὐτὸν τρόπον· εἰ μὴ δεοίμεθα πρὸς τὴν

τοῦ σώματος θεραπείαν ὧν νῦν ἐνδεεῖς ἐσμεν, καὶ ἀλέας

401eκαὶ ψύχους ἐνίοτε, καὶ τῶν ἄλλων ὅσων τὸ σῶμα ἐνδεὲς

γιγνόμενον προσδεῖται, ἄχρηστ’ ἂν ἡμῖν εἴη τὰ καλούμενα

χρήματα, εἰ μηδείς γε παντάπασιν μηδενὸς δέοιτο τούτων ὧν

ἕνεκεν νυνὶ βουλόμεθα χρήματα ἡμῖν εἶναι, ἵνα ἐξικοίμεθα

(5)πρὸς τὰς ἐπιθυμίας καὶ τὰς ἐνδείας τοῦ σώματος, ὧν ἂν

ἑκάστοτε δεώμεθα. εἰ δ’ ἔστιν ἄρα πρὸς τοῦτο χρήσιμον ἡ

τῶν χρημάτων κτῆσις, πρὸς τὴν τοῦ σώματος θεραπείαν τῶν

ἐνδειῶν, εἰ γοῦν ἡμῖν τοῦτο ἐκ μέσου ἀναιρεθείη, οὐδὲν ἂν

δεοίμεθα χρημάτων, ἴσως δ’ ἂν οὐδ’ εἴη παντάπασιν χρήματα.

(10)— Φαίνεται. — Φαίνεται ἄρα ἡμῖν, ὡς ἔοικεν, τὰ πρὸς ταύτην

τὴν πραγματείαν χρήσιμα τῶν πραγμάτων ταῦτα εἶναι χρή-

ματα. — Συνέφη μὲν ταῦτα εἶναι χρήματα, οὐ μὴν ἀλλ’

ἐτάραττέ γε αὐτὸν σφόδρα τὸ λογίδιον. — Τί δὲ τὰ τοιάδε;

402aπότερον ἂν φήσαιμεν οἷόν τε εἶναι ταὐτὸν πρᾶγμα πρὸς τὴν

αὐτὴν ἐργασίαν τοτὲ μὲν χρήσιμον εἶναι, τοτὲ δὲ ἀχρεῖον; —

Οὐκ ἔγωγ’ ἂν φαίην, ἀλλ’ εἴ τι δεοίμεθα τούτου πρὸς τὴν αὐ-

τὴν ἐργασίαν, καὶ χρήσιμόν μοι δοκεῖ εἶναι· εἰ δὲ μή, οὔ. —

(5)Οὐκοῦν εἰ ἄνευ πυρὸς οἷοί τε εἶμεν ἀνδριάντα χαλκοῦν ἐργά-

σασθαι, οὐδὲν ἂν δεοίμεθα πυρὸς πρός γε τὴν τούτου ἐργασίαν·

εἰ δὲ μὴ δεοίμεθα, οὐδ’ ἂν χρήσιμον ἡμῖν εἴη. ὁ αὐτὸς

402bδὲ λόγος καὶ περὶ τῶν ἄλλων. — Φαίνεται. — Οὐκοῦν ὅσων

ἄνευ οἷόν τε γίγνεσθαί τι, οὐδὲν ἂν τούτων ἡμῖν οὐδὲ χρή-

σιμον φαίνοιτο πρός γε τοῦτο. — Οὐ γάρ. — Οὐκοῦν εἴ ποτε

φαινοίμεθα οἷοί τε ὄντες ἄνευ ἀργυρίου καὶ χρυσίου καὶ τῶν

(5)ἄλλων τῶν τοιούτων, οἷς μὴ αὐτοῖς χρώμεθα πρὸς τὸ σῶμα,

ὥσπερ σιτίοις καὶ ποτοῖς καὶ ἱματίοις καὶ στρώμασιν καὶ

οἰκίαις, παύειν τὰς τοῦ σώματος ἐνδείας, ὥστε μηκέτι δεῖσθαι,

οὐκ ἂν ἡμῖν οὐδὲ χρήσιμα φαίνοιτο πρός γε τοῦτο ἀργύριόν

402cτε καὶ χρυσίον καὶ τἆλλα τὰ τοιαῦτα, εἴπερ ποτὲ καὶ ἄνευ

τούτων οἷόν τε γίγνεσθαι. — Οὐ γάρ. — Οὐκ ἂν ἄρα οὐδὲ χρή-

ματα ἡμῖν ταῦτα φανείη, εἰ μηδὲν χρήσιμα· ἀλλὰ ταῦτ’ ἂν

εἴη οἷς τὰ χρήσιμα οἷοί τ’ ἐσμὲν ἐκπορίζεσθαι. — Ὦ Σώ-

(5)κρατες, οὐκ ἄν ποτε δυναίμην τοῦτο πεισθῆναι, ὡς τὸ χρυσίον

καὶ τὸ ἀργύριον καὶ τἆλλα τὰ τοιαῦτα οὐκ ἄρα χρήματα

ἡμῖν ἐστιν. ἐκεῖνο μὲν γὰρ σφόδρα πέπεισμαι, ὡς τά γε

ἀχρεῖα ἡμῖν ὄντα οὐδὲ χρήματά ἐστιν, καὶ ὅτι τῶν χρη-

402dσιμωτάτων ἐστὶν πρὸς τοῦτο χρήματα τὰ χρήσιμα· οὐ μὴν

τοῦτό γε, ὡς ταῦτα οὐ χρήσιμα ἡμῖν τυγχάνει ὄντα πρὸς τὸν

βίον, εἴπερ γε τούτοις τὰ ἐπιτήδεια ἐκποριζοίμεθα. — Φέρε

δή, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρ’ εἰσίν τινες ἄνθρωποι

(5)οἵτινες μουσικὴν παιδεύουσιν ἢ γράμματα ἢ ἑτέραν τινὰ

ἐπιστήμην, οἳ ἀντὶ τούτων σφίσιν αὐτοῖς τὰ ἐπιτήδεια ἐκ-

πορίζονται, τούτων μισθὸν πραττόμενοι; — Εἰσὶ γάρ. — Οὐκοῦν

402eοὗτοι οἱ ἄνθρωποι ταύτῃ τῇ ἐπιστήμῃ ἂν ἐκπορίζοιντο τὰ

ἐπιτήδεια, ἀντὶ ταύτης ἀλλαττόμενοι, ὥσπερ ἡμεῖς ἀντὶ τοῦ

χρυσίου καὶ ἀργυρίου. — Φημί. — Οὐκοῦν εἴπερ τούτῳ ἐκπορί-

ζονται οἷς πρὸς τὸν βίον χρῶνται, κἂν αὐτὸ χρήσιμον εἴη

(5)πρὸς τὸν βίον. καὶ γὰρ τἀργύριον τούτου ἕνεκα χρήσιμον

ἔφαμεν εἶναι, ὅτι οἷοί τ’ ἦμεν αὐτῷ τἀναγκαῖα πρὸς τὸ σῶμα

ἐκπορίζεσθαι. — Οὕτως, ἔφη. — Οὐκοῦν εἴπερ αὗται αἱ ἐπιστῆ-

μαι τῶν χρησίμων πρὸς τοῦτο, φαίνονται ἡμῖν αἱ ἐπιστῆμαι

χρήματα οὖσαι διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ τὸ χρυσίον

(10)τε καὶ τὸ ἀργύριον. δῆλον δὲ ὅτι καὶ οἱ ταύτας κεκτημένοι

πλουσιώτεροι. ὀλίγον δὲ πρότερον οὕτω χαλεπῶς ἀπεδεχό-

μεθα τὸν λόγον, εἰ οὗτοι πλουσιώτατοι. ἀναγκαῖον δ’ ἂν εἴη

403aκαὶ ἐκ τοῦ νῦν ὡμολογημένου τοῦτο συμβαίνειν, ἐνίοτε τοὺς

ἐπιστημονεστέρους πλουσιωτέρους εἶναι. εἰ γάρ τις ἡμᾶς

ἔροιτο ἆρα παντὶ ἀνθρώπῳ οἰόμεθα χρήσιμον εἶναι ἵππον,

ἆρα φαίης ἄν; ἢ τοῖς μὲν ἐπιστήμοσιν ὅπως δεῖ ἵππῳ χρῆ-

(5)σθαι χρήσιμον ἂν εἴη, τοῖς ἀνεπιστήμοσι δ’ οὔ; — Φαίην ἄν.

— Οὐκοῦν, ἔφην, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ φάρμακον παντὶ

ἀνθρώπῳ χρήσιμον εἶναι, ἀλλὰ τούτῳ ὅστις τυγχάνει εἰδὼς

ὡς δεῖ χρήσασθαι αὐτῷ; — Φημί. — Οὐκοῦν καὶ τἆλλα πάντα

403bὁμοίως; — Ἔοικεν. — Χρυσίον ἄρα καὶ ἀργύριον καὶ τἆλλα τὰ

δοκοῦντα χρήματα εἶναι τούτῳ ἂν μόνῳ χρήσιμα εἴη, ὅστις

τυγχάνει ἐπιστάμενος ὡς χρηστέον αὐτοῖς. — Οὕτως. — Οὐ-

κοῦν πρότερον ἐδόκει τοῦ καλοῦ κἀγαθοῦ ἀνθρώπου εἶναι

(5)εἰδέναι ὅπου τε καὶ ὅπως τούτων ἑκάστοις χρηστέον ἐστίν; —

Φημί. — Τοῖς ἄρα καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων, τούτοις ἂν

μόνοις καὶ χρήσιμα ταῦτ’ εἴη, εἴπερ γε οὗτοι ἐπιστήμονες ὡς

χρηστέον. εἰ δὲ τούτοις μόνον χρήσιμον, τούτοις ἂν μόνοις

καὶ χρήματα εἶναι ταῦτα φαίνοιτο. ἀτάρ, ὡς ἔοικε, καὶ τὸν

403cἀνεπιστήμονα ἱππικῆς, κεκτημένον δὲ ἵππους οἳ τυγχάνουσιν

αὐτῷ ἀχρεῖοι ὄντες, εἴ τις τοῦτον ἱππικὸν ποιήσειεν, ἆρα ἂν

ἅμα καὶ πλουσιώτερον πεποιηκὼς εἴη, εἴπερ γε αὐτῷ ἃ ἐτύγχα-

νεν πρόσθεν ἀχρεῖα ὄντα, χρήσιμα πεποίηκεν· ἐπιστήμην

(5)γάρ τινα παραδιδοὺς τῷ ἀνθρώπῳ ἅμα καὶ πλούσιον αὐτὸν

πεποίηκεν. — Φαίνεταί γε. — Ὅμως δέ μοι κἂν διομόσασθαι

δοκῶ ὑπὲρ Κριτίου, ὑπὸ μηδενὸς τούτων τῶν λόγων πεπεῖ-

σθαι. — Νὴ Δία· καὶ γάρ, ἔφη, μαινοίμην ἄν, εἰ ταῦτα

403dπειθοίμην. ἀλλὰ τί οὐκ ἐκεῖνον τὸν λόγον διετέλεσας, ὡς

τὰ δοκοῦντα οὐκ ἔστιν χρήματα, χρυσίον καὶ ἀργύριον καὶ

τἆλλα τὰ τοιαῦτα; ὡς ἐγὼ πάνυ σφόδρα τούτους τοὺς λόγους

ἀκροώμενος, οὓς καὶ σὺ νῦν τυγχάνεις δὴ διεξιών, ἄγαμαι. —

(5)Εἶπον οὖν ἐγὼ ὅτι μοι δοκεῖς σύ, ὦ Κριτία, οὕτως ἐμοῦ χαί-

ρειν ἀκροώμενος, ὥσπερ τῶν ῥαψῳδῶν οἳ τὰ Ὁμήρου ἔπη

ᾄδουσιν, ἐπεὶ οὐδείς γέ σοι δοκεῖ τούτων τῶν λόγων ἀληθὴς

εἶναι. ὅμως δὲ φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρά

403eγε τοῖς γε οἰκοδομικοῖς τῶν ἀνθρώπων φαίης ἂν ἄττα εἶναι

χρήσιμα πρὸς τὸ οἰκίαν ἐργάσασθαι; — Ἔμοιγε δοκεῖ. —

Πότερον οὖν ταῦτα φήσαιμεν ἂν χρήσιμα εἶναι οἷς αὐτῶν

κατεχρῶντο εἰς τὴν οἰκοδομίαν, λίθους καὶ πλίνθους καὶ ξύλα

(5)καὶ εἴ τι ἕτερον τοιοῦτον; ἢ καὶ τὰ ἐργαλεῖα οἷς αὐτοὶ τὴν

οἰκίαν ἐργάζοιντο, καὶ οἷς ταῦτα ἐκπορίζοιντο, τὰ ξύλα καὶ

τοὺς λίθους, καὶ πάλιν τὰ τούτων ἐργαλεῖα; — Ἔμοιγ’, ἔφη,

δοκεῖ πάντα ταῦτα χρήσιμα εἶναι πρὸς ἐκεῖνα. — Οὐκοῦν, ἦν

δ’ ἐγώ, καὶ ἐπὶ τῶν ἄλλων ἐργασιῶν, οὐ μόνον αὐτοῖς οἷς

(10)καταχρώμεθα πρὸς ἕκαστον τῶν ἔργων, ἀλλὰ καὶ οἷς ταῦτα

ἐκποριζόμεθα καὶ ὧν ἄνευ οὐκ ἂν γένοιτο; — Πάνυ γε οὕτω.

— Οὐκοῦν πάλιν καὶ οἷς ταῦτα, καὶ εἴ τι ἀνωτέρω τούτων,

404aκαὶ οἷς πάλιν ἐκεῖνα καὶ ἔτι μάλα τὰ ἄνω, ὥστε καὶ εἰς

ἄπειρόν τι πλῆθος τελευτῶντα ἀνάγκη πάντα ταῦτα πρὸς

τὴν αὐτῶν ἐργασίαν χρήσιμα φαίνεσθαι; — Καὶ οὐδέν γε,

ἔφη, ταῦτα οὕτω κωλύει ἔχειν. — Τί δ’ εἰ ὑπάρχοι τῷ ἀν-

(5)θρώπῳ σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ τἆλλα οἷς αὐτὸς πρὸς

τὸ σῶμα μέλλοι χρῆσθαι, ἆρ’ ἄν τι προσδέοιτο χρυσίου ἢ

ἀργυρίου ἢ ἄλλου του, οἷς ταῦτα ποριεῖται ἅ γε δὴ ὑπάρχοι;

— Οὐκ ἔμοιγε δοκεῖ. — Οὐκοῦν φαίνοιτο ἂν ἡμῖν ἔστιν ὅτε

404bἄνθρωπος οὐδενὸς τούτων δεόμενος πρὸς τὴν τοῦ σώματος

χρείαν; — Οὐ γάρ. — Οὐκοῦν εἰ ταῦτα ἀχρεῖα φαίνοιτο πρὸς

ταύτην τὴν ἐργασίαν, οὐκ ἄν ποτε πάλιν δέοι χρήσιμα φανῆναι;

ὑπέκειτο γὰρ μὴ οἷόν τε εἶναι πρὸς τὴν αὐτὴν ἐργασίαν τοτὲ

(5)μὲν χρήσιμα, τοτὲ δὲ ἀχρεῖα εἶναι. — Ἀλλ’ οὕτω γ’ ἄν, ἔφη,

ὁ αὐτὸς λόγος σοὶ καὶ ἐμοὶ γίγνοιτο· εἰ γάρ ποτε ταῦτα

χρήσιμα γίγνοιτο πρὸς τοῦτο, οὐκ ἄν ποτε συμβαίνοι πάλιν

404cἀχρεῖα εἶναι· νῦν δὲ πρός τινας ἐργασίας πραγμάτων μοχθη-

ρῶν, τὰς δὲ χρηστῶν. — Ἔγωγ’ ἂν φαίην. — Ἆρ’ οὖν οἷόν τε

μοχθηρόν τι πρᾶγμα πρὸς ἀγαθοῦ τινος ἐργασίαν χρήσιμον

εἶναι; — Οὐκ ἔμοιγε φαίνεται. — Ἀγαθὰ δὲ πράγματα ἆρ’

(5)ἂν ταῦτα φαίημεν εἶναι, ἃ δι’ ἀρετὴν ἄνθρωπος πράττει;

— Φημί. — Ἆρ’ οὖν οἷόν τε ἄνθρωπον μαθεῖν τι τούτων ὅσα

διὰ λόγου διδάσκεται, εἰ παντάπασιν ἀπεστερημένος εἴη τοῦ

ἀκούειν, ἢ ἑτέρου τινός; — Μὰ Δί’ οὐκ ἔμοιγε δοκεῖ. — Οὐκοῦν

404dτῶν χρησίμων φαίνοιτο ἂν ἡμῖν πρὸς ἀρετὴν τὸ ἀκούειν,

εἴπερ διδακτός γε ἡ ἀρετὴ τῷ ἀκούειν καὶ αὐτῷ καταχρώ-

μεθα πρὸς τὰς μαθήσεις; — Φαίνεται. — Οὐκοῦν εἴπερ ἡ

ἰατρικὴ οἵα τέ ἐστιν τὸν νοσοῦντα παύειν, φαίνοιτο ἂν ἡμῖν

(5)ἐνίοτε καὶ ἡ ἰατρικὴ τῶν χρησίμων οὖσα πρὸς τὴν ἀρετήν,

εἴπερ διὰ τῆς ἰατρικῆς τὸ ἀκούειν πορισθείη; — Καὶ οὐδέν

γε κωλύει. — Ἆρ’ οὖν πάλιν καὶ εἰ τὴν ἰατρικὴν ἀντὶ χρη-

μάτων πορισαίμεθα, φαίνοιτο ἂν ἡμῖν καὶ τὰ χρήματα

404eχρήσιμα ὄντα πρὸς ἀρετήν; — Καὶ γὰρ ἔστιν, ἔφη, τοῦτό

γε. — Οὐκοῦν πάλιν ὁμοίως καὶ δι’ οὗ τὰ χρήματα πορισαί-

μεθα; — Παντάπασι μὲν οὖν πάντα. — Ἆρ’ οὖν ἄν σοι δοκεῖ

ἄνθρωπος ἀπὸ μοχθηρῶν τε καὶ αἰσχρῶν πραγμάτων ἀργύριον

(5)αὑτῷ πορίσασθαι, ἀνθ’ ὅτου τὴν ἰατρικὴν ἐπιστήμην κτήσαιτο,

ᾗ δύναιτο ἀκούειν, ἐκ τοῦ μὴ οἵου τε; τῷ δ’ αὐτῷ ἐκείνῳ

καταχρῆσθαι πρὸς ἀρετὴν ἢ ἕτερ’ ἄττα τῶν τοιούτων; — Πάνυ

μὲν οὖν ἔμοιγε δοκεῖ. — Οὐκοῦν οὐκ ἂν τό γε μοχθηρὸν χρή-

σιμον ἂν εἴη πρὸς ἀρετήν; — Οὐ γάρ. — Οὐκ ἄρα ἀναγκαῖόν

(10)ἐστι, δι’ ὧν ἂν ἐκπορισαίμεθα τὰ πρὸς ἕκαστα χρήσιμα, καὶ

ταῦτα πρὸς τὰ αὐτὰ χρήσιμα εἶναι· φαίνοιτο γὰρ ἂν ἐνί-

405aοτε μοχθηρὰ πράγματα πρὸς ἀγαθόν τι χρήσιμον εἶναι. ἔτι

δὲ μᾶλλον καὶ ἐπὶ τούτου ἂν φανερὰ γένοιτο. εἴπερ γὰρ

ταῦτα χρήσιμά ἐστι πρὸς ἕκαστα, ὧν ἄνευ οὐκ ἂν γένοιτο,

εἰ μὴ ταῦτα προϋπάρχοι, φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαις;

(5)ἆρ’ οἷόν τε ἀμαθίαν πρὸς ἐπιστήμην χρήσιμον εἶναι, ἢ

νόσον πρὸς ὑγίειαν, ἢ κακίαν πρὸς ἀρετήν; — Οὐκ ἂν

ἔγωγε φαίην. — Καὶ μὴν τόδε γ’ ἂν ὁμολογήσαιμεν ἀδύνατον

εἶναι, ἐπιστήμην ἐγγενέσθαι ὅτῳ μὴ ἀμαθία πρότερον

ὑπάρξαι, καὶ ὑγίειαν, ὅτῳ μὴ νόσος, οὐδὲ ἀρετήν, ὅτῳ μὴ

405bκακία. — Ἔφη γὰρ οὕτως, ὡς ἐμοὶ δοκεῖ. — Οὐκ ἂν ἄρα

φαίνοιτο ἀναγκαῖον εἶναι, ὅσων ἄνευ μὴ οἷόν τε γίγνεσθαι,

ταῦτα καὶ χρήσιμα εἶναι πρὸς τοῦτο. φαίνοιτο γὰρ ἂν ἡμῖν

ἡ ἀμαθία πρὸς ἐπιστήμην χρήσιμος οὖσα, καὶ ἡ νόσος πρὸς

(5)ὑγίειαν, καὶ ἡ κακία πρὸς ἀρετήν. — Σφόδρα δυσπείστως εἶχεν

καὶ πρὸς τούτους τοὺς λόγους, εἰ μὴ πάντα ταῦτα χρήματα

ἔσται. — Καταμαθὼν δ’ αὐτὸν ἐγὼ ὅτι ἴσον εἴη πεῖσαι, ὅπερ

ἂν τὸ λεγόμενον λίθον ἑψῆσαι, Ἀλλὰ τούτους μὲν τοὺς

405cλόγους, ἦν δ’ ἐγώ, ἐάσωμεν χαίρειν, ἐπειδήπερ οὐ δυνατοί

ἐσμεν ὁμολογῆσαι ὁπότερον ταὐτὰ χρήσιμά τ’ ἐστὶν καὶ χρή-

ματα ἢ οὔ· ἐκείνου δὲ πέρι πῶς ἂν φαίημεν; πότερον ἂν

εὐδαιμονέστερόν τε καὶ βελτίω ἡγησαίμεθα εἶναι ἄνθρωπον,

(5)εἰ ὡς πλείστων δέοιτο πρὸς τὸ σῶμά τε καὶ τὴν δίαιταν

ἐπιτηδείων, ἢ εἰ ὡς ἐλαχίστων τε καὶ φαυλοτάτων; μάλιστα

δ’ ἂν ἴσως καὶ τοῦτο ὧδε θεωρηθείη, εἴ τις αὐτὸν πρὸς αὑτὸν

τὸν ἄνθρωπον παραβάλλων σκοποῖτο ὁποτέρα τῶν ἕξεων

405dβελτίων, πότερον ὅταν τύχῃ νοσῶν ἢ ὅταν ὑγιαίνων. — Ἀλλὰ

τοῦτό γ’, ἔφη, οὐ πολλῆς τινος τῆς σκέψεως δεῖται. — Ἴσως

γάρ, ἦν δ’ ἐγώ, παντὶ ἀνθρώπῳ εὔπορον γνῶναι ὅτι ἡ τοῦ

ὑγιαίνοντος ἕξις κρείττων ἐστὶν τῆς τοῦ κάμνοντος. τί δέ;

(5)ποτέρως τυγχάνομεν πλειόνων τε καὶ μᾶλλον παντοδαπῶν

δεόμενοι; ὅταν κάμνωμεν ἢ ὅταν ὑγιαίνωμεν; — Ὅταν κάμ-

νωμεν. — Ὅταν ἄρα αὐτοὶ αὑτῶν τυγχάνωμεν φαυλότατα

405eδιακείμενοι, τότε σφόδρα τε καὶ πλείστων, τὰ πρὸς ἡδονὰς

τὰς διὰ τοῦ σώματος, ἐν ἐπιθυμίαις τε καὶ δεήσεσίν ἐσμεν; —

Οὕτως. — Οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ὥσπερ αὐτὸς αὑτοῦ

τότε φαίνεται βέλτιστα ἔχων, ὅταν ἐλαχίστων τῶν τοιούτων

(5)δέηται, οὕτω πάλιν καὶ δυοῖν ὄντοιν, εἰ ὁ μὲν τυγχάνοι

σφόδρα τε καὶ πολλῶν ἐν ἐπιθυμίᾳ τε καὶ δεήσει ὤν, ὁ δὲ

ὀλίγων τε καὶ ἡσύχως; οἷον τὰ τοιάδε· ὅσοι τῶν ἀνθρώπων

τυγχάνουσιν κυβευταὶ ὄντες, οἱ δὲ οἰνόφλυγες, ἕτεροι δὲ

γαστρίμαργοι, _ἅπαντα γὰρ ταῦτα οὐδὲν ἕτερον τυγχάνει

(10)ὄντα ἢ ἐπιθυμίαι. — Σφόδρα γε. — Αἱ δ’ ἐπιθυμίαι πᾶσαι

οὐδὲν ἕτερον ἢ ἔνδειαί τινων. οἱ οὖν πλεῖστα τούτων

πεπονθότες ἄνθρωποι ἐν μοχθηροτέρᾳ ἕξει εἰσὶν τῶν μηδὲν ἢ

406aὡς ἐλάχιστα τοιαῦτα πεπονθότων. — Πάνυ μὲν οὖν ἔγωγε καὶ

σφόδρα μοχθηροὺς τοὺς τοιούτους ὑπολαμβάνω εἶναι· καὶ

ὅσῳ ἂν μᾶλλον τοιούτους, τοσούτῳ καὶ μοχθηροτέρους.

Οὐκοῦν δοκεῖ ἡμῖν οὐχ οἷόν τε χρήσιμα εἶναι ταῦτα πρὸς

(5)τοῦτο, εἰ μὴ τυγχάνοιμεν καὶ δεόμενοι τούτων πρὸς τοῦτο; —

Φημί. — Ἀναγκαῖον ἄρα, εἴπερ μέλλει ἡμῖν χρήσιμα εἶναι

ταῦτα πρὸς τὰς τοῦ σώματος θεραπείας τῶν ἐνδειῶν, ἅμα

καὶ δεῖσθαι ἡμᾶς τούτων πρὸς τοῦτο; — Ἔμοιγε δοκεῖ. — Οὐκ-

οῦν ὅτῳ τυγχάνει πλεῖστα χρήσιμα ὄντα πρὸς τοῦτο, οὗτος

(10)ἂν φαίνοιτο καὶ πλείστων δεόμενος πρὸς τοῦτο, εἴπερ ἀνάγκη

τῶν χρησίμων πάντων προσδεῖσθαι. — Ἔμοιγε δοκεῖ οὕτω

φαίνεσθαι. — Ἀναγκαῖον ἄρα φαίνεται κατά γε τοῦτον τὸν

λόγον, οἷς τυγχάνει πολλὰ χρήματα ὄντα, τούτοις καὶ πολλῶν

δεῖσθαι τῶν πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπιτηδείων·

(15)τὰ γὰρ πρὸς τοῦτο χρήσιμα ὄντα χρήματα ἐφαίνετο. ὥστε

ἐξ ἀνάγκης ἂν ἡμῖν φαίνοιντο οἱ πλουσιώτατοι μοχθηρότατα

διακείμενοι, εἴπερ γε καὶ πλείστων τοιούτων ἐνδεεῖς ὄντες.