Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΕΥΘΥΦΡΩΝ

2a     {ΕΥΘ.} Τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν

Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν διατρίβεις περὶ τὴν

τοῦ βασιλέως στοάν; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα

τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ ἐμοί.

(5)     {ΣΩ.} Οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν

καλοῦσιν ἀλλὰ γραφήν.

2b     {ΕΥΘ.} Τί φῄς; γραφὴν σέ τις, ὡς ἔοικε, γέγραπται· οὐ

γὰρ ἐκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον.

     {ΣΩ.} Οὐ γὰρ οὖν.

     {ΕΥΘ.} Ἀλλὰ σὲ ἄλλος;

(5)     {ΣΩ.} Πάνυ γε.

     {ΕΥΘ.} Τίς οὗτος;

     {ΣΩ.} Οὐδ’ αὐτὸς πάνυ τι γιγνώσκω, ὦ Εὐθύφρων, τὸν

ἄνδρα, νέος γάρ τίς μοι φαίνεται καὶ ἀγνώς· ὀνομάζουσι

μέντοι αὐτόν, ὡς ἐγᾦμαι, Μέλητον. ἔστι δὲ τῶν δήμων

(10)Πιτθεύς, εἴ τινα νῷ ἔχεις Πιτθέα Μέλητον οἷον τετανότριχα

καὶ οὐ πάνυ εὐγένειον, ἐπίγρυπον δέ.

     {ΕΥΘ.} Οὐκ ἐννοῶ, ὦ Σώκρατες· ἀλλὰ δὴ τίνα γραφήν

2cσε γέγραπται;

     {ΣΩ.} Ἥντινα; οὐκ ἀγεννῆ, ἔμοιγε δοκεῖ· τὸ γὰρ νέον

ὄντα τοσοῦτον πρᾶγμα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν. ἐκεῖνος

γάρ, ὥς φησιν, οἶδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ

(5)τίνες οἱ διαφθείροντες αὐτούς. καὶ κινδυνεύει σοφός τις

εἶναι, καὶ τὴν ἐμὴν ἀμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς

ἡλικιώτας αὐτοῦ, ἔρχεται κατηγορήσων μου ὥσπερ πρὸς

μητέρα πρὸς τὴν πόλιν. καὶ φαίνεταί μοι τῶν πολιτικῶν

2dμόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον

ἐπιμεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν

ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ

δὲ τοῦτο καὶ τῶν ἄλλων. καὶ δὴ καὶ Μέλητος ἴσως πρῶτον

3aμὲν ἡμᾶς ἐκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθεί-

ροντας, ὥς φησιν· ἔπειτα μετὰ τοῦτο δῆλον ὅτι τῶν πρες-

βυτέρων ἐπιμεληθεὶς πλείστων καὶ μεγίστων ἀγαθῶν αἴτιος

τῇ πόλει γενήσεται, ὥς γε τὸ εἰκὸς συμβῆναι ἐκ τοιαύτης

(5)ἀρχῆς ἀρξαμένῳ.

     {ΕΥΘ.} Βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλ’ ὀρρωδῶ μὴ τοὐ-

ναντίον γένηται· ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφ’ ἑστίας ἄρχεσθαι

κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί μοι λέγε,

τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους;

3b     {ΣΩ.} Ἄτοπα, ὦ θαυμάσιε, ὡς οὕτω γ’ ἀκοῦσαι. φησὶ γάρ

με ποιητὴν εἶναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα θεοὺς τοὺς

δ’ ἀρχαίους οὐ νομίζοντα ἐγράψατο τούτων αὐτῶν ἕνεκα,

ὥς φησιν.

(5)     {ΕΥΘ.} Μανθάνω, ὦ Σώκρατες· ὅτι δὴ σὺ τὸ δαιμόνιον

φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι. ὡς οὖν καινοτομοῦντός

σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς

διαβαλῶν δὴ ἔρχεται εἰς τὸ δικαστήριον, εἰδὼς ὅτι εὐδιά-

βολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς. καὶ ἐμοῦ γάρ τοι,

3cὅταν τι λέγω ἐν τῇ ἐκκλησίᾳ περὶ τῶν θείων, προλέγων

αὐτοῖς τὰ μέλλοντα, καταγελῶσιν ὡς μαινομένου· καίτοι

οὐδὲν ὅτι οὐκ ἀληθὲς εἴρηκα ὧν προεῖπον, ἀλλ’ ὅμως φθο-

νοῦσιν ἡμῖν πᾶσι τοῖς τοιούτοις. ἀλλ’ οὐδὲν αὐτῶν χρὴ

(5)φροντίζειν, ἀλλ’ ὁμόσε ἰέναι.

     {ΣΩ.} Ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ μὲν καταγελασθῆναι

ἴσως οὐδὲν πρᾶγμα. Ἀθηναίοις γάρ τοι, ὡς ἐμοὶ δοκεῖ,

οὐ σφόδρα μέλει ἄν τινα δεινὸν οἴωνται εἶναι, μὴ μέντοι

διδασκαλικὸν τῆς αὑτοῦ σοφίας· ὃν δ’ ἂν καὶ ἄλλους οἴων-

3dται ποιεῖν τοιούτους, θυμοῦνται, εἴτ’ οὖν φθόνῳ ὡς σὺ λέγεις,

εἴτε δι’ ἄλλο τι.

     {ΕΥΘ.} Τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐμὲ ἔχουσιν, οὐ

πάνυ ἐπιθυμῶ πειραθῆναι.

(5)     {ΣΩ.} Ἴσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν

καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ δὲ

φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω

ἐκκεχυμένως παντὶ ἀνδρὶ λέγειν, οὐ μόνον ἄνευ μισθοῦ, ἀλλὰ

καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν. εἰ

(10)μὲν οὖν, ὃ νυνδὴ ἔλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ

3eσὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας

ἐν τῷ δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτ’ ἤδη

ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν.

     {ΕΥΘ.} Ἀλλ’ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ

(5)σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν

ἐμήν.

     {ΣΩ.} Ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη;

φεύγεις αὐτὴν ἢ διώκεις;

     {ΕΥΘ.} Διώκω.

(10)     {ΣΩ.} Τίνα;

4a     {ΕΥΘ.} Ὃν διώκων αὖ δοκῶ μαίνεσθαι.

     {ΣΩ.} Τί δέ; πετόμενόν τινα διώκεις;

     {ΕΥΘ.} Πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ

μάλα πρεσβύτης.

(5)     {ΣΩ.} Τίς οὗτος;

     {ΕΥΘ.} Ὁ ἐμὸς πατήρ.

     {ΣΩ.} Ὁ σός, ὦ βέλτιστε;

     {ΕΥΘ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Ἔστιν δὲ τί τὸ ἔγκλημα καὶ τίνος ἡ δίκη;

(10)     {ΕΥΘ.} Φόνου, ὦ Σώκρατες.

     {ΣΩ.} Ἡράκλεις. ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν

πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει· οὐ γὰρ οἶμαί γε τοῦ ἐπιτυ-

4bχόντος [ὀρθῶς] αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας

ἐλαύνοντος.

     {ΕΥΘ.} Πόρρω μέντοι νὴ Δία, ὦ Σώκρατες.

     {ΣΩ.} Ἔστιν δὲ δὴ τῶν οἰκείων τις ὁ τεθνεὼς ὑπὸ τοῦ

(5)σοῦ πατρός; ἢ δῆλα δή; οὐ γὰρ ἄν που ὑπέρ γε ἀλλο-

τρίου ἐπεξῇσθα φόνου αὐτῷ.

     {ΕΥΘ.} Γελοῖον, ὦ Σώκρατες, ὅτι οἴει τι διαφέρειν εἴτε

ἀλλότριος εἴτε οἰκεῖος ὁ τεθνεώς, ἀλλ’ οὐ τοῦτο μόνον δεῖν

φυλάττειν, εἴτε ἐν δίκῃ ἔκτεινεν ὁ κτείνας εἴτε μή, καὶ εἰ

(10)μὲν ἐν δίκῃ, ἐᾶν, εἰ δὲ μή, ἐπεξιέναι, ἐάνπερ ὁ κτείνας συν-

4cέστιός σοι καὶ ὁμοτράπεζος ᾖ· ἴσον γὰρ τὸ μίασμα γίγνεται

ἐὰν συνῇς τῷ τοιούτῳ συνειδὼς καὶ μὴ ἀφοσιοῖς σεαυτόν τε

καὶ ἐκεῖνον τῇ δίκῃ ἐπεξιών. ἐπεὶ ὅ γε ἀποθανὼν πελάτης

τις ἦν ἐμός, καὶ ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν

(5)ἐκεῖ παρ’ ἡμῖν. παροινήσας οὖν καὶ ὀργισθεὶς τῶν οἰκετῶν

τινι τῶν ἡμετέρων ἀποσφάττει αὐτόν. ὁ οὖν πατὴρ συνδή-

σας τοὺς πόδας καὶ τὰς χεῖρας αὐτοῦ, καταβαλὼν εἰς τάφρον

τινά, πέμπει δεῦρο ἄνδρα πευσόμενον τοῦ ἐξηγητοῦ ὅτι χρείη

4dποιεῖν. ἐν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεμένου ὠλιγώρει τε

καὶ ἠμέλει ὡς ἀνδροφόνου καὶ οὐδὲν ὂν πρᾶγμα εἰ καὶ ἀπο-

θάνοι, ὅπερ οὖν καὶ ἔπαθεν· ὑπὸ γὰρ λιμοῦ καὶ ῥίγους καὶ

τῶν δεσμῶν ἀποθνῄσκει πρὶν τὸν ἄγγελον παρὰ τοῦ ἐξηγη-

(5)τοῦ ἀφικέσθαι. ταῦτα δὴ οὖν καὶ ἀγανακτεῖ ὅ τε πατὴρ καὶ

οἱ ἄλλοι οἰκεῖοι, ὅτι ἐγὼ ὑπὲρ τοῦ ἀνδροφόνου τῷ πατρὶ

φόνου ἐπεξέρχομαι οὔτε ἀποκτείναντι, ὥς φασιν ἐκεῖνοι,

οὔτ’ εἰ ὅτι μάλιστα ἀπέκτεινεν, ἀνδροφόνου γε ὄντος τοῦ

ἀποθανόντος, οὐ δεῖν φροντίζειν ὑπὲρ τοῦ τοιούτου_ἀνόσιον

4eγὰρ εἶναι τὸ ὑὸν πατρὶ φόνου ἐπεξιέναι_κακῶς εἰδότες,

ὦ Σώκρατες, τὸ θεῖον ὡς ἔχει τοῦ ὁσίου τε πέρι καὶ τοῦ

ἀνοσίου.

     {ΣΩ.} Σὺ δὲ δὴ πρὸς Διός, ὦ Εὐθύφρων, οὑτωσὶ ἀκριβῶς

(5)οἴει ἐπίστασθαι περὶ τῶν θείων ὅπῃ ἔχει, καὶ τῶν ὁσίων τε

καὶ ἀνοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις,

οὐ φοβῇ δικαζόμενος τῷ πατρὶ ὅπως μὴ αὖ σὺ ἀνόσιον

πρᾶγμα τυγχάνῃς πράττων;

     {ΕΥΘ.} Οὐδὲν γὰρ ἄν μου ὄφελος εἴη, ὦ Σώκρατες, οὐδέ

5aτῳ ἂν διαφέροι Εὐθύφρων τῶν πολλῶν ἀνθρώπων, εἰ μὴ τὰ

τοιαῦτα πάντα ἀκριβῶς εἰδείην.

     {ΣΩ.} Ἆρ’ οὖν μοι, ὦ θαυμάσιε Εὐθύφρων, κράτιστόν ἐστι

μαθητῇ σῷ γενέσθαι, καὶ πρὸ τῆς γραφῆς τῆς πρὸς Μέλητον

(5)αὐτὰ ταῦτα προκαλεῖσθαι αὐτόν, λέγοντα ὅτι ἔγωγε καὶ ἐν

τῷ ἔμπροσθεν χρόνῳ τὰ θεῖα περὶ πολλοῦ ἐποιούμην εἰδέναι,

καὶ νῦν ἐπειδή με ἐκεῖνος αὐτοσχεδιάζοντά φησι καὶ καινοτο-

μοῦντα περὶ τῶν θείων ἐξαμαρτάνειν, μαθητὴς δὴ γέγονα σός

_ "καὶ εἰ μέν, ὦ Μέλητε," φαίην ἄν, "Εὐθύφρονα ὁμολογεῖς

5bσοφὸν εἶναι τὰ τοιαῦτα, [καὶ] ὀρθῶς νομίζειν καὶ ἐμὲ ἡγοῦ

καὶ μὴ δικάζου· εἰ δὲ μή, ἐκείνῳ τῷ διδασκάλῳ λάχε δίκην

πρότερον ἢ ἐμοί, ὡς τοὺς πρεσβυτέρους διαφθείροντι ἐμέ τε

καὶ τὸν αὑτοῦ πατέρα, ἐμὲ μὲν διδάσκοντι, ἐκεῖνον δὲ νουθε-

(5)τοῦντί τε καὶ κολάζοντι" _καὶ ἂν μή μοι πείθηται μηδὲ ἀφίῃ

τῆς δίκης ἢ ἀντ’ ἐμοῦ γράφηται σέ, αὐτὰ ταῦτα λέγειν ἐν τῷ

δικαστηρίῳ ἃ προυκαλούμην αὐτόν;

     {ΕΥΘ.} Ναὶ μὰ Δία, ὦ Σώκρατες, εἰ ἄρα ἐμὲ ἐπιχειρήσειε

5cγράφεσθαι, εὕροιμ’ ἄν, ὡς οἶμαι, ὅπῃ σαθρός ἐστιν, καὶ πολὺ

ἂν ἡμῖν πρότερον περὶ ἐκείνου λόγος ἐγένετο ἐν τῷ δικαστηρίῳ

ἢ περὶ ἐμοῦ.

     {ΣΩ.} Καὶ ἐγώ τοι, ὦ φίλε ἑταῖρε, ταῦτα γιγνώσκων

(5)μαθητὴς ἐπιθυμῶ γενέσθαι σός, εἰδὼς ὅτι καὶ ἄλλος πού τις

καὶ ὁ Μέλητος οὗτος σὲ μὲν οὐδὲ δοκεῖ ὁρᾶν, ἐμὲ δὲ οὕτως

ὀξέως [ἀτεχνῶς] καὶ ῥᾳδίως κατεῖδεν ὥστε ἀσεβείας ἐγρά-

ψατο. νῦν οὖν πρὸς Διὸς λέγε μοι ὃ νυνδὴ σαφῶς εἰδέναι

διισχυρίζου, ποῖόν τι τὸ εὐσεβὲς φῂς εἶναι καὶ τὸ ἀσεβὲς

5dκαὶ περὶ φόνου καὶ περὶ τῶν ἄλλων; ἢ οὐ ταὐτόν ἐστιν ἐν

πάσῃ πράξει τὸ ὅσιον αὐτὸ αὑτῷ, καὶ τὸ ἀνόσιον αὖ τοῦ μὲν

ὁσίου παντὸς ἐναντίον, αὐτὸ δὲ αὑτῷ ὅμοιον καὶ ἔχον μίαν

τινὰ ἰδέαν κατὰ τὴν ἀνοσιότητα πᾶν ὅτιπερ ἂν μέλλῃ

(5)ἀνόσιον εἶναι;

     {ΕΥΘ.} Πάντως δήπου, ὦ Σώκρατες.

     {ΣΩ.} Λέγε δή, τί φῂς εἶναι τὸ ὅσιον καὶ τί τὸ ἀνόσιον;

     {ΕΥΘ.} Λέγω τοίνυν ὅτι τὸ μὲν ὅσιόν ἐστιν ὅπερ ἐγὼ νῦν

ποιῶ, τῷ ἀδικοῦντι ἢ περὶ φόνους ἢ περὶ ἱερῶν κλοπὰς ἤ τι

(10)ἄλλο τῶν τοιούτων ἐξαμαρτάνοντι ἐπεξιέναι, ἐάντε πατὴρ

5eὢν τυγχάνῃ ἐάντε μήτηρ ἐάντε ἄλλος ὁστισοῦν, τὸ δὲ μὴ

ἐπεξιέναι ἀνόσιον· ἐπεί, ὦ Σώκρατες, θέασαι ὡς μέγα σοι ἐρῶ

τεκμήριον τοῦ νόμου ὅτι οὕτως ἔχει_ὃ καὶ ἄλλοις ἤδη εἶπον,

ὅτι ταῦτα ὀρθῶς ἂν εἴη οὕτω γιγνόμενα_μὴ ἐπιτρέπειν τῷ ἀσε-

(5)βοῦντι μηδ’ ἂν ὁστισοῦν τυγχάνῃ ὤν. αὐτοὶ γὰρ οἱ ἄνθρωποι

τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιό-

6aτατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι ὅτι

τοὺς ὑεῖς κατέπινεν οὐκ ἐν δίκῃ, κἀκεῖνόν γε αὖ τὸν αὑτοῦ

πατέρα ἐκτεμεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν

ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς

(5)τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.

     {ΣΩ.} Ἆρά γε, ὦ Εὐθύφρων, τοῦτ’ ἔστιν [οὗ] οὕνεκα τὴν

γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν

λέγῃ, δυσχερῶς πως ἀποδέχομαι; διὸ δή, ὡς ἔοικε, φήσει

τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ

6bεὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡμῖν

συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε καὶ αὐτοὶ ὁμολο-

γοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλά μοι εἰπὲ πρὸς

Φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτως γεγονέναι;

(5)     {ΕΥΘ.} Καὶ ἔτι γε τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ

οἱ πολλοὶ οὐκ ἴσασιν.

     {ΣΩ.} Καὶ πόλεμον ἆρα ἡγῇ σὺ εἶναι τῷ ὄντι ἐν τοῖς θεοῖς

πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα

τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν

6cἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται, καὶ

δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν

τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν; ταῦτα

ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρων;

(5)     {ΕΥΘ.} Μὴ μόνον γε, ὦ Σώκρατες, ἀλλ’ ὅπερ ἄρτι εἶπον,

καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν θείων

διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ’ ὅτι ἐκπλαγήσῃ.

     {ΣΩ.} Οὐκ ἂν θαυμάζοιμι. ἀλλὰ ταῦτα μέν μοι εἰς αὖθις

ἐπὶ σχολῆς διηγήσῃ· νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόμην πειρῶ

6dσαφέστερον εἰπεῖν. οὐ γάρ με, ὦ ἑταῖρε, τὸ πρότερον

ἱκανῶς ἐδίδαξας ἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτ’ εἴη, ἀλλά μοι

εἶπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὂν ὃ σὺ νῦν ποιεῖς, φόνου

ἐπεξιὼν τῷ πατρί.

(5)     {ΕΥΘ.} Καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατες.

     {ΣΩ.} Ἴσως. ἀλλὰ γάρ, ὦ Εὐθύφρων, καὶ ἄλλα πολλὰ

φῂς εἶναι ὅσια.

     {ΕΥΘ.} Καὶ γὰρ ἔστιν.

     {ΣΩ.} Μέμνησαι οὖν ὅτι οὐ τοῦτό σοι διεκελευόμην, ἕν τι

(10)ἢ δύο με διδάξαι τῶν πολλῶν ὁσίων, ἀλλ’ ἐκεῖνο αὐτὸ τὸ

εἶδος ᾧ πάντα τὰ ὅσια ὅσιά ἐστιν; ἔφησθα γάρ που μιᾷ ἰδέᾳ

6eτά τε ἀνόσια ἀνόσια εἶναι καὶ τὰ ὅσια ὅσια· ἢ οὐ μνημονεύεις;

     {ΕΥΘ.} Ἔγωγε.

     {ΣΩ.} Ταύτην τοίνυν με αὐτὴν δίδαξον τὴν ἰδέαν τίς ποτέ

ἐστιν, ἵνα εἰς ἐκείνην ἀποβλέπων καὶ χρώμενος αὐτῇ παρα-

(5)δείγματι, ὃ μὲν ἂν τοιοῦτον ᾖ ὧν ἂν ἢ σὺ ἢ ἄλλος τις

πράττῃ φῶ ὅσιον εἶναι, ὃ δ’ ἂν μὴ τοιοῦτον, μὴ φῶ.

     {ΕΥΘ.} Ἀλλ’ εἰ οὕτω βούλει, ὦ Σώκρατες, καὶ οὕτω σοι

φράσω.

     {ΣΩ.} Ἀλλὰ μὴν βούλομαί γε.

(10)     {ΕΥΘ.} Ἔστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ

7aδὲ μὴ προσφιλὲς ἀνόσιον.

     {ΣΩ.} Παγκάλως, ὦ Εὐθύφρων, καὶ ὡς ἐγὼ ἐζήτουν ἀποκρίνα-

σθαί σε, οὕτω νῦν ἀπεκρίνω. εἰ μέντοι ἀληθῶς, τοῦτο οὔπω

οἶδα, ἀλλὰ σὺ δῆλον ὅτι ἐπεκδιδάξεις ὡς ἔστιν ἀληθῆ ἃ λέγεις.

(5)     {ΕΥΘ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν. τὸ μὲν θεο-

φιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ

θεομισὴς ἀνόσιος· οὐ ταὐτὸν δ’ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον,

τὸ ὅσιον τῷ ἀνοσίῳ· οὐχ οὕτως;

(10)     {ΕΥΘ.} Οὕτω μὲν οὖν.

     {ΣΩ.} Καὶ εὖ γε φαίνεται εἰρῆσθαι;

7b     {ΕΥΘ.} Δοκῶ, ὦ Σώκρατες. [εἴρηται γάρ.]

     {ΣΩ.} Οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων,

καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς

ἀλλήλους, καὶ τοῦτο εἴρηται;

(5)     {ΕΥΘ.} Εἴρηται γάρ.

     {ΣΩ.} Ἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων

διαφορὰ ποιεῖ; ὧδε δὲ σκοπῶμεν. ἆρ’ ἂν εἰ διαφεροίμεθα

ἐγώ τε καὶ σὺ περὶ ἀριθμοῦ ὁπότερα πλείω, ἡ περὶ τούτων

διαφορὰ ἐχθροὺς ἂν ἡμᾶς ποιοῖ καὶ ὀργίζεσθαι ἀλλήλοις,

(10)ἢ ἐπὶ λογισμὸν ἐλθόντες περί γε τῶν τοιούτων ταχὺ ἂν

7cἀπαλλαγεῖμεν;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Οὐκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ἐλάττονος εἰ

διαφεροίμεθα, ἐπὶ τὸ μετρεῖν ἐλθόντες ταχὺ παυσαίμεθ’ ἂν

(5)τῆς διαφορᾶς;

     {ΕΥΘ.} Ἔστι ταῦτα.

     {ΣΩ.} Καὶ ἐπί γε τὸ ἱστάναι ἐλθόντες, ὡς ἐγᾦμαι, περὶ

τοῦ βαρυτέρου τε καὶ κουφοτέρου διακριθεῖμεν ἄν;

     {ΕΥΘ.} Πῶς γὰρ οὔ;

(10)     {ΣΩ.} Περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ ἐπὶ τίνα κρίσιν

οὐ δυνάμενοι ἀφικέσθαι ἐχθροί γε ἂν ἀλλήλοις εἶμεν καὶ

ὀργιζοίμεθα; ἴσως οὐ πρόχειρόν σοί ἐστιν, ἀλλ’ ἐμοῦ λέγον-

7dτος σκόπει εἰ τάδε ἐστὶ τό τε δίκαιον καὶ τὸ ἄδικον καὶ

καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν. ἆρα οὐ ταῦτά

ἐστιν περὶ ὧν διενεχθέντες καὶ οὐ δυνάμενοι ἐπὶ ἱκανὴν

κρίσιν αὐτῶν ἐλθεῖν ἐχθροὶ ἀλλήλοις γιγνόμεθα, ὅταν γι-

(5)γνώμεθα, καὶ ἐγὼ καὶ σὺ καὶ οἱ ἄλλοι ἄνθρωποι πάντες;

     {ΕΥΘ.} Ἀλλ’ ἔστιν αὕτη ἡ διαφορά, ὦ Σώκρατες, καὶ

περὶ τούτων.

     {ΣΩ.} Τί δὲ οἱ θεοί, ὦ Εὐθύφρων; οὐκ εἴπερ τι διαφέ-

ρονται, δι’ αὐτὰ ταῦτα διαφέροιντ’ ἄν;

(10)     {ΕΥΘ.} Πολλὴ ἀνάγκη.

7e     {ΣΩ.} Καὶ τῶν θεῶν ἄρα, ὦ γενναῖε Εὐθύφρων, ἄλλοι

ἄλλα δίκαια ἡγοῦνται κατὰ τὸν σὸν λόγον, καὶ καλὰ καὶ

αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακά· οὐ γὰρ ἄν που ἐστασίαζον

ἀλλήλοις εἰ μὴ περὶ τούτων διεφέροντο· ἦ γάρ;

(5)     {ΕΥΘ.} Ὀρθῶς λέγεις.

     {ΣΩ.} Οὐκοῦν ἅπερ καλὰ ἡγοῦνται ἕκαστοι καὶ ἀγαθὰ καὶ

δίκαια, ταῦτα καὶ φιλοῦσιν, τὰ δὲ ἐναντία τούτων μισοῦσιν;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Ταὐτὰ δέ γε, ὡς σὺ φῄς, οἱ μὲν δίκαια ἡγοῦνται,

8aοἱ δὲ ἄδικα, περὶ ἃ καὶ ἀμφισβητοῦντες στασιάζουσί τε καὶ

πολεμοῦσιν ἀλλήλοις· ἆρα οὐχ οὕτω;

     {ΕΥΘ.} Οὕτω.

     {ΣΩ.} Ταὔτ’ ἄρα, ὡς ἔοικεν, μισεῖταί τε ὑπὸ τῶν θεῶν

(5)καὶ φιλεῖται, καὶ θεομισῆ τε καὶ θεοφιλῆ ταὔτ’ ἂν εἴη.

     {ΕΥΘ.} Ἔοικεν.

     {ΣΩ.} Καὶ ὅσια ἄρα καὶ ἀνόσια τὰ αὐτὰ ἂν εἴη, ὦ Εὐθύ-

φρων, τούτῳ τῷ λόγῳ.

     {ΕΥΘ.} Κινδυνεύει.

(10)     {ΣΩ.} Οὐκ ἄρα ὃ ἠρόμην ἀπεκρίνω, ὦ θαυμάσιε. οὐ γὰρ

τοῦτό γε ἠρώτων, ὃ τυγχάνει ταὐτὸν ὂν ὅσιόν τε καὶ ἀνό-

σιον· ὃ δ’ ἂν θεοφιλὲς ᾖ καὶ θεομισές ἐστιν, ὡς ἔοικεν.

8bὥστε, ὦ Εὐθύφρων, ὃ σὺ νῦν ποιεῖς τὸν πατέρα κολά-

ζων, οὐδὲν θαυμαστὸν εἰ τοῦτο δρῶν τῷ μὲν Διὶ προσφιλὲς

ποιεῖς, τῷ δὲ Κρόνῳ καὶ τῷ Οὐρανῷ ἐχθρόν, καὶ τῷ μὲν

Ἡφαίστῳ φίλον, τῇ δὲ Ἥρᾳ ἐχθρόν, καὶ εἴ τις ἄλλος τῶν

(5)θεῶν ἕτερος ἑτέρῳ διαφέρεται περὶ αὐτοῦ, καὶ ἐκείνοις κατὰ

τὰ αὐτά.

     {ΕΥΘ.} Ἀλλ’ οἶμαι, ὦ Σώκρατες, περί γε τούτου τῶν

θεῶν οὐδένα ἕτερον ἑτέρῳ διαφέρεσθαι, ὡς οὐ δεῖ δίκην

διδόναι ἐκεῖνον ὃς ἂν ἀδίκως τινὰ ἀποκτείνῃ.

(10)     {ΣΩ.} Τί δέ; ἀνθρώπων, ὦ Εὐθύφρων, ἤδη τινὸς ἤκουσας

8cἀμφισβητοῦντος ὡς τὸν ἀδίκως ἀποκτείναντα ἢ ἄλλο ἀδίκως

ποιοῦντα ὁτιοῦν οὐ δεῖ δίκην διδόναι;

     {ΕΥΘ.} Οὐδὲν μὲν οὖν παύονται ταῦτα ἀμφισβητοῦντες

καὶ ἄλλοθι καὶ ἐν τοῖς δικαστηρίοις· ἀδικοῦντες γὰρ πάμ-

(5)πολλα, πάντα ποιοῦσι καὶ λέγουσι φεύγοντες τὴν δίκην.

     {ΣΩ.} Ἦ καὶ ὁμολογοῦσιν, ὦ Εὐθύφρων, ἀδικεῖν, καὶ

ὁμολογοῦντες ὅμως οὐ δεῖν φασὶ σφᾶς διδόναι δίκην;

     {ΕΥΘ.} Οὐδαμῶς τοῦτό γε.

     {ΣΩ.} Οὐκ ἄρα πᾶν γε ποιοῦσι καὶ λέγουσι· τοῦτο γὰρ

(10)οἶμαι οὐ τολμῶσι λέγειν οὐδ’ ἀμφισβητεῖν, ὡς οὐχὶ εἴπερ

8dἀδικοῦσί γε δοτέον δίκην, ἀλλ’ οἶμαι οὔ φασιν ἀδικεῖν· ἦ

γάρ;

     {ΕΥΘ.} Ἀληθῆ λέγεις.

     {ΣΩ.} Οὐκ ἄρα ἐκεῖνό γε ἀμφισβητοῦσιν, ὡς οὐ τὸν

(5)ἀδικοῦντα δεῖ διδόναι δίκην, ἀλλ’ ἐκεῖνο ἴσως ἀμφισβητοῦ-

σιν, τὸ τίς ἐστιν ὁ ἀδικῶν καὶ τί δρῶν καὶ πότε.

     {ΕΥΘ.} Ἀληθῆ λέγεις.

     {ΣΩ.} Οὐκοῦν αὐτά γε ταῦτα καὶ οἱ θεοὶ πεπόνθασιν,

εἴπερ στασιάζουσι περὶ τῶν δικαίων καὶ ἀδίκων ὡς ὁ σὸς

(10)λόγος, καὶ οἱ μέν φασιν ἀλλήλους ἀδικεῖν, οἱ δὲ οὔ φασιν;

ἐπεὶ ἐκεῖνό γε δήπου, ὦ θαυμάσιε, οὐδεὶς οὔτε θεῶν οὔτε

8eἀνθρώπων τολμᾷ λέγειν, ὡς οὐ τῷ γε ἀδικοῦντι δοτέον δίκην.

     {ΕΥΘ.} Ναί, τοῦτο μὲν ἀληθὲς λέγεις, ὦ Σώκρατες, τό γε

κεφάλαιον.

     {ΣΩ.} Ἀλλ’ ἕκαστόν γε οἶμαι, ὦ Εὐθύφρων, τῶν πρα-

(5)χθέντων ἀμφισβητοῦσιν οἱ ἀμφισβητοῦντες, καὶ ἄνθρωποι

καὶ θεοί, εἴπερ ἀμφισβητοῦσιν θεοί· πράξεώς τινος πέρι

διαφερόμενοι οἱ μὲν δικαίως φασὶν αὐτὴν πεπρᾶχθαι, οἱ δὲ

ἀδίκως· ἆρ’ οὐχ οὕτω;

     {ΕΥΘ.} Πάνυ γε.

9a     {ΣΩ.} Ἴθι νυν, ὦ φίλε Εὐθύφρων, δίδαξον καὶ ἐμέ, ἵνα

σοφώτερος γένωμαι, τί σοι τεκμήριόν ἐστιν ὡς πάντες θεοὶ

ἡγοῦνται ἐκεῖνον ἀδίκως τεθνάναι, ὃς ἂν θητεύων ἀνδροφό-

νος γενόμενος, συνδεθεὶς ὑπὸ τοῦ δεσπότου τοῦ ἀποθανόντος,

(5)φθάσῃ τελευτήσας διὰ τὰ δεσμὰ πρὶν τὸν συνδήσαντα παρὰ

τῶν ἐξηγητῶν περὶ αὐτοῦ πυθέσθαι τί χρὴ ποιεῖν, καὶ ὑπὲρ

τοῦ τοιούτου δὴ ὀρθῶς ἔχει ἐπεξιέναι καὶ ἐπισκήπτεσθαι

φόνου τὸν ὑὸν τῷ πατρί; ἴθι, περὶ τούτων πειρῶ τί μοι

9bσαφὲς ἐνδείξασθαι ὡς παντὸς μᾶλλον πάντες θεοὶ ἡγοῦνται

ὀρθῶς ἔχειν ταύτην τὴν πρᾶξιν· κἄν μοι ἱκανῶς ἐνδείξῃ,

ἐγκωμιάζων σε ἐπὶ σοφίᾳ οὐδέποτε παύσομαι.

     {ΕΥΘ.} Ἀλλ’ ἴσως οὐκ ὀλίγον ἔργον ἐστίν, ὦ Σώκρατες,

(5)ἐπεὶ πάνυ γε σαφῶς ἔχοιμι ἂν ἐπιδεῖξαί σοι.

     {ΣΩ.} Μανθάνω· ὅτι σοι δοκῶ τῶν δικαστῶν δυσμαθέ-

στερος εἶναι, ἐπεὶ ἐκείνοις γε ἐνδείξῃ δῆλον ὅτι ὡς ἄδικά τέ

ἐστιν καὶ οἱ θεοὶ ἅπαντες τὰ τοιαῦτα μισοῦσιν.

     {ΕΥΘ.} Πάνυ γε σαφῶς, ὦ Σώκρατες, ἐάνπερ ἀκούωσί γέ

(10)μου λέγοντος.

9c     {ΣΩ.} Ἀλλ’ ἀκούσονται. ἐάνπερ εὖ δοκῇς λέγειν. τόδε δέ

σου ἐνενόησα ἅμα λέγοντος καὶ πρὸς ἐμαυτὸν σκοπῶ· "Εἰ

ὅτι μάλιστά με Εὐθύφρων διδάξειεν ὡς οἱ θεοὶ ἅπαντες τὸν

τοιοῦτον θάνατον ἡγοῦνται ἄδικον εἶναι, τί μᾶλλον ἐγὼ

(5)μεμάθηκα παρ’ Εὐθύφρονος τί ποτ’ ἐστὶν τὸ ὅσιόν τε καὶ τὸ

ἀνόσιον; θεομισὲς μὲν γὰρ τοῦτο τὸ ἔργον, ὡς ἔοικεν, εἴη

ἄν. ἀλλὰ γὰρ οὐ τούτῳ ἐφάνη ἄρτι ὡρισμένα τὸ ὅσιον

καὶ μή· τὸ γὰρ θεομισὲς ὂν καὶ θεοφιλὲς ἐφάνη." ὥστε

τούτου μὲν ἀφίημί σε, ὦ Εὐθύφρων· εἰ βούλει, πάντες αὐτὸ

9dἡγείσθων θεοὶ ἄδικον καὶ πάντες μισούντων. ἀλλ’ ἆρα τοῦτο

ὃ νῦν ἐπανορθούμεθα ἐν τῷ λόγῳ_ὡς ὃ μὲν ἂν πάντες οἱ

θεοὶ μισῶσιν ἀνόσιόν ἐστιν, ὃ δ’ ἂν φιλῶσιν, ὅσιον· ὃ δ’ ἂν

οἱ μὲν φιλῶσιν οἱ δὲ μισῶσιν, οὐδέτερα ἢ ἀμφότερα_ἆρ’ οὕτω

(5)βούλει ἡμῖν ὡρίσθαι νῦν περὶ τοῦ ὁσίου καὶ τοῦ ἀνοσίου;

     {ΕΥΘ.} Τί γὰρ κωλύει, ὦ Σώκρατες;

     {ΣΩ.} Οὐδὲν ἐμέ γε, ὦ Εὐθύφρων, ἀλλὰ σὺ δὴ τὸ σὸν σκό-

πει, εἰ τοῦτο ὑποθέμενος οὕτω ῥᾷστά με διδάξεις ὃ ὑπέσχου.

9e     {ΕΥΘ.} Ἀλλ’ ἔγωγε φαίην ἂν τοῦτο εἶναι τὸ ὅσιον ὃ ἂν

πάντες οἱ θεοὶ φιλῶσιν, καὶ τὸ ἐναντίον, ὃ ἂν πάντες θεοὶ

μισῶσιν, ἀνόσιον.

     {ΣΩ.} Οὐκοῦν ἐπισκοπῶμεν αὖ τοῦτο, ὦ Εὐθύφρων, εἰ

(5)καλῶς λέγεται, ἢ ἐῶμεν καὶ οὕτω ἡμῶν τε αὐτῶν ἀποδεχώ-

μεθα καὶ τῶν ἄλλων, ἐὰν μόνον φῇ τίς τι ἔχειν οὕτω

συγχωροῦντες ἔχειν; ἢ σκεπτέον τί λέγει ὁ λέγων;

     {ΕΥΘ.} Σκεπτέον· οἶμαι μέντοι ἔγωγε τοῦτο νυνὶ καλῶς

λέγεσθαι.

10a     {ΣΩ.} Τάχ’, ὠγαθέ, βέλτιον εἰσόμεθα. ἐννόησον γὰρ τὸ

τοιόνδε· ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν φιλεῖται ὑπὸ τῶν

θεῶν, ἢ ὅτι φιλεῖται ὅσιόν ἐστιν;

     {ΕΥΘ.} Οὐκ οἶδ’ ὅτι λέγεις, ὦ Σώκρατες.

(5)     {ΣΩ.} Ἀλλ’ ἐγὼ πειράσομαι σαφέστερον φράσαι. λέγο-

μέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον καὶ

ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι

ἕτερα ἀλλήλων ἐστὶ καὶ ᾗ ἕτερα;

     {ΕΥΘ.} Ἔγωγέ μοι δοκῶ μανθάνειν.

(10)     {ΣΩ.} Οὐκοῦν καὶ φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον

τὸ φιλοῦν;

     {ΕΥΘ.} Πῶς γὰρ οὔ;

10b     {ΣΩ.} Λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται

φερόμενόν ἐστιν, ἢ δι’ ἄλλο τι;

     {ΕΥΘ.} Οὔκ, ἀλλὰ διὰ τοῦτο.

     {ΣΩ.} Καὶ τὸ ἀγόμενον δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον

(5)διότι ὁρᾶται;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Οὐκ ἄρα διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται,

ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον· οὐδὲ

διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται,

(10)διὰ τοῦτο ἀγόμενον· οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ

διότι φέρεται φερόμενον. ἆρα κατάδηλον, ὦ Εὐθύφρων, ὃ

10cβούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται ἤ τι

πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλ’ ὅτι γίγνεται

γιγνόμενόν ἐστιν· οὐδ’ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλ’ ὅτι

πάσχει πάσχον ἐστίν· ἢ οὐ συγχωρεῖς οὕτω;

(5)     {ΕΥΘ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν καὶ τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ

πάσχον τι ὑπό του;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα· οὐχ

(10)ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλ’ ὅτι

φιλεῖται φιλούμενον;

     {ΕΥΘ.} Ἀνάγκη.

10d     {ΣΩ.} Τί δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, ὦ Εὐθύφρων;

ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς ὁ σὸς λόγος;

     {ΕΥΘ.} Ναί.

     {ΣΩ.} Ἆρα διὰ τοῦτο, ὅτι ὅσιόν ἐστιν, ἢ δι’ ἄλλο τι;

(5)     {ΕΥΘ.} Οὔκ, ἀλλὰ διὰ τοῦτο.

     {ΣΩ.} Διότι ἄρα ὅσιόν ἐστιν φιλεῖται, ἀλλ’ οὐχ ὅτι

φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;

     {ΕΥΘ.} Ἔοικεν.

     {ΣΩ.} Ἀλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλού-

(10)μενόν ἐστι καὶ θεοφιλές.

     {ΕΥΘ.} Πῶς γὰρ οὔ;

     {ΣΩ.} Οὐκ ἄρα τὸ θεοφιλὲς ὅσιόν ἐστιν, ὦ Εὐθύφρων, οὐδὲ

τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλ’ ἕτερον τοῦτο τούτου.

10e     {ΕΥΘ.} Πῶς δή, ὦ Σώκρατες;

     {ΣΩ.} Ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι,

ὅτι ὅσιόν ἐστιν, ἀλλ’ οὐ διότι φιλεῖται ὅσιον εἶναι· ἦ γάρ;

     {ΕΥΘ.} Ναί.

(5)     {ΣΩ.} Τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ

τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλ’ οὐχ ὅτι θεοφιλές,

διὰ τοῦτο φιλεῖσθαι.

     {ΕΥΘ.} Ἀληθῆ λέγεις.

     {ΣΩ.} Ἀλλ’ εἴ γε ταὐτὸν ἦν, ὦ φίλε Εὐθύφρων, τὸ

(10)θεοφιλὲς καὶ τὸ ὅσιον, εἰ μὲν διὰ τὸ ὅσιον εἶναι ἐφιλεῖτο τὸ

11aὅσιον, καὶ διὰ τὸ θεοφιλὲς εἶναι ἐφιλεῖτο ἂν τὸ θεοφιλές, εἰ

δὲ διὰ τὸ φιλεῖσθαι ὑπὸ θεῶν τὸ θεοφιλὲς θεοφιλὲς ἦν, καὶ

τὸ ὅσιον ἂν διὰ τὸ φιλεῖσθαι ὅσιον ἦν· νῦν δὲ ὁρᾷς ὅτι

ἐναντίως ἔχετον, ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων. τὸ

(5)μὲν γάρ, ὅτι φιλεῖται, ἐστὶν οἷον φιλεῖσθαι· τὸ δ’ ὅτι ἐστὶν

οἷον φιλεῖσθαι, διὰ τοῦτο φιλεῖται. καὶ κινδυνεύεις, ὦ Εὐθύ-

φρων, ἐρωτώμενος τὸ ὅσιον ὅτι ποτ’ ἐστίν, τὴν μὲν οὐσίαν

μοι αὐτοῦ οὐ βούλεσθαι δηλῶσαι, πάθος δέ τι περὶ αὐτοῦ

λέγειν, ὅτι πέπονθε τοῦτο τὸ ὅσιον, φιλεῖσθαι ὑπὸ πάντων

11bθεῶν· ὅτι δὲ ὄν, οὔπω εἶπες. εἰ οὖν σοι φίλον, μή με ἀπο-

κρύψῃ ἀλλὰ πάλιν εἰπὲ ἐξ ἀρχῆς τί ποτε ὂν τὸ ὅσιον εἴτε

φιλεῖται ὑπὸ θεῶν εἴτε ὁτιδὴ πάσχει_οὐ γὰρ περὶ τούτου

διοισόμεθα_ἀλλ’ εἰπὲ προθύμως τί ἐστιν τό τε ὅσιον καὶ

(5)τὸ ἀνόσιον;

     {ΕΥΘ.} Ἀλλ’, ὦ Σώκρατες, οὐκ ἔχω ἔγωγε ὅπως σοι εἴπω

ὃ νοῶ· περιέρχεται γάρ πως ἡμῖν ἀεὶ ὃ ἂν προθώμεθα καὶ

οὐκ ἐθέλει μένειν ὅπου ἂν ἱδρυσώμεθα αὐτό.

     {ΣΩ.} Τοῦ ἡμετέρου προγόνου, ὦ Εὐθύφρων, ἔοικεν εἶναι

11cΔαιδάλου τὰ ὑπὸ σοῦ λεγόμενα. καὶ εἰ μὲν αὐτὰ ἐγὼ ἔλεγον

καὶ ἐτιθέμην, ἴσως ἄν με ἐπέσκωπτες ὡς ἄρα καὶ ἐμοὶ κατὰ

τὴν ἐκείνου συγγένειαν τὰ ἐν τοῖς λόγοις ἔργα ἀποδιδράσκει

καὶ οὐκ ἐθέλει μένειν ὅπου ἄν τις αὐτὰ θῇ· νῦν δὲ σαὶ γὰρ

(5)αἱ ὑποθέσεις εἰσίν. ἄλλου δή τινος δεῖ σκώμματος· οὐ γὰρ

ἐθέλουσι σοὶ μένειν, ὡς καὶ αὐτῷ σοι δοκεῖ.

     {ΕΥΘ.} Ἐμοὶ δὲ δοκεῖ σχεδόν τι τοῦ αὐτοῦ σκώμματος, ὦ

Σώκρατες, δεῖσθαι τὰ λεγόμενα· τὸ γὰρ περιιέναι αὐτοῖς

τοῦτο καὶ μὴ μένειν ἐν τῷ αὐτῷ οὐκ ἐγώ εἰμι ὁ ἐντιθείς,

11dἀλλὰ σύ μοι δοκεῖς ὁ Δαίδαλος, ἐπεὶ ἐμοῦ γε ἕνεκα ἔμενεν

ἂν ταῦτα οὕτως.

     {ΣΩ.} Κινδυνεύω ἄρα, ὦ ἑταῖρε, ἐκείνου τοῦ ἀνδρὸς δεινό-

τερος γεγονέναι τὴν τέχνην τοσούτῳ, ὅσῳ ὁ μὲν τὰ αὑτοῦ

(5)μόνα ἐποίει οὐ μένοντα, ἐγὼ δὲ πρὸς τοῖς ἐμαυτοῦ, ὡς ἔοικε,

καὶ τὰ ἀλλότρια. καὶ δῆτα τοῦτό μοι τῆς τέχνης ἐστὶ

κομψότατον, ὅτι ἄκων εἰμὶ σοφός· ἐβουλόμην γὰρ ἄν μοι

τοὺς λόγους μένειν καὶ ἀκινήτως ἱδρῦσθαι μᾶλλον ἢ πρὸς τῇ

11eΔαιδάλου σοφίᾳ τὰ Ταντάλου χρήματα γενέσθαι. καὶ τού-

των μὲν ἅδην· ἐπειδὴ δέ μοι δοκεῖς σὺ τρυφᾶν, αὐτός σοι

συμπροθυμήσομαι [δεῖξαι] ὅπως ἄν με διδάξῃς περὶ τοῦ

ὁσίου. καὶ μὴ προαποκάμῃς· ἰδὲ γὰρ εἰ οὐκ ἀναγκαῖόν σοι

(5)δοκεῖ δίκαιον εἶναι πᾶν τὸ ὅσιον.

     {ΕΥΘ.} Ἔμοιγε.

     {ΣΩ.} Ἆρ’ οὖν καὶ πᾶν τὸ δίκαιον ὅσιον; ἢ τὸ μὲν ὅσιον

12aπᾶν δίκαιον, τὸ δὲ δίκαιον οὐ πᾶν ὅσιον, ἀλλὰ τὸ μὲν αὐτοῦ

ὅσιον, τὸ δέ τι καὶ ἄλλο;

     {ΕΥΘ.} Οὐχ ἕπομαι, ὦ Σώκρατες, τοῖς λεγομένοις.

     {ΣΩ.} Καὶ μὴν νεώτερός γέ μου εἶ οὐκ ἔλαττον ἢ ὅσῳ

(5)σοφώτερος· ἀλλ’, ὃ λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας.

ἀλλ’, ὦ μακάριε, σύντεινε σαυτόν· καὶ γὰρ οὐδὲ χαλεπὸν

κατανοῆσαι ὃ λέγω. λέγω γὰρ δὴ τὸ ἐναντίον ἢ ὁ ποιητὴς

ἐποίησεν ὁ ποιήσας_

     Ζῆνα δὲ τὸν [θ’] ἔρξαντα καὶ ὃς τάδε πάντ’ ἐφύτευσεν

12b     οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.

ἐγὼ οὖν τούτῳ διαφέρομαι τῷ ποιητῇ. εἴπω σοι ὅπῃ;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Οὐ δοκεῖ μοι εἶναι "ἵνα δέος ἔνθα καὶ αἰδώς"

(5)πολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ ἄλλα

πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αἰδεῖσθαι δὲ μηδὲν

ταῦτα ἃ δεδίασιν· οὐ καὶ σοὶ δοκεῖ;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Ἀλλ’ ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι· ἐπεὶ ἔστιν

(10)ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί

12cτε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας;

     {ΕΥΘ.} Δέδοικε μὲν οὖν.

     {ΣΩ.} Οὐκ ἄρ’ ὀρθῶς ἔχει λέγειν· "ἵνα γὰρ δέος ἔνθα καὶ

αἰδώς," ἀλλ’ ἵνα μὲν αἰδὼς ἔνθα καὶ δέος, οὐ μέντοι ἵνα γε

(5)δέος πανταχοῦ αἰδώς· ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς.

μόριον γὰρ αἰδὼς δέους ὥσπερ ἀριθμοῦ περιττόν, ὥστε οὐχ

ἵναπερ ἀριθμὸς ἔνθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ἔνθα καὶ

ἀριθμός. ἕπῃ γάρ που νῦν γε;

     {ΕΥΘ.} Πάνυ γε.

(10)     {ΣΩ.} Τὸ τοιοῦτον τοίνυν καὶ ἐκεῖ λέγων ἠρώτων· ἆρα ἵνα

12dδίκαιον ἔνθα καὶ ὅσιον; ἢ ἵνα μὲν ὅσιον ἔνθα καὶ δίκαιον,

ἵνα δὲ δίκαιον οὐ πανταχοῦ ὅσιον· μόριον γὰρ τοῦ δικαίου

τὸ ὅσιον; οὕτω φῶμεν ἢ ἄλλως σοι δοκεῖ;

     {ΕΥΘ.} Οὔκ, ἀλλ’ οὕτω. φαίνῃ γάρ μοι ὀρθῶς λέγειν.

(5)     {ΣΩ.} Ὅρα δὴ τὸ μετὰ τοῦτο. εἰ γὰρ μέρος τὸ ὅσιον τοῦ

δικαίου, δεῖ δὴ ἡμᾶς, ὡς ἔοικεν, ἐξευρεῖν τὸ ποῖον μέρος ἂν

εἴη τοῦ δικαίου τὸ ὅσιον. εἰ μὲν οὖν σύ με ἠρώτας τι τῶν

νυνδή, οἷον ποῖον μέρος ἐστὶν ἀριθμοῦ τὸ ἄρτιον καὶ τίς ὢν

τυγχάνει οὗτος ὁ ἀριθμός, εἶπον ἂν ὅτι ὃς ἂν μὴ σκαληνὸς

(10)ᾖ ἀλλ’ ἰσοσκελής· ἢ οὐ δοκεῖ σοι;

     {ΕΥΘ.} Ἔμοιγε.

12e     {ΣΩ.} Πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος

τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθ’

ἡμᾶς ἀδικεῖν μηδὲ ἀσεβείας γράφεσθαι, ὡς ἱκανῶς ἤδη παρὰ

σοῦ μεμαθηκότας τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή.

(5)     {ΕΥΘ.} Τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος

τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν

θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι

τοῦ δικαίου μέρος.

     {ΣΩ.} Καὶ καλῶς γέ μοι, ὦ Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ

13aσμικροῦ τινος ἔτι ἐνδεής εἰμι· τὴν γὰρ θεραπείαν οὔπω

συνίημι ἥντινα ὀνομάζεις. οὐ γάρ που λέγεις γε, οἷαίπερ καὶ

αἱ περὶ τὰ ἄλλα θεραπεῖαί εἰσιν, τοιαύτην καὶ περὶ θεούς_

λέγομεν γάρ που_οἷόν φαμεν ἵππους οὐ πᾶς ἐπίσταται

(5)θεραπεύειν ἀλλὰ ὁ ἱππικός· ἦ γάρ;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Ἡ γάρ που ἱππικὴ ἵππων θεραπεία.

     {ΕΥΘ.} Ναί.

     {ΣΩ.} Οὐδέ γε κύνας πᾶς ἐπίσταται θεραπεύειν ἀλλὰ ὁ

(10)κυνηγετικός.

     {ΕΥΘ.} Οὕτω.

     {ΣΩ.} Ἡ γάρ που κυνηγετικὴ κυνῶν θεραπεία.

13b     {ΕΥΘ.} Ναί.

     {ΣΩ.} Ἡ δέ γε βοηλατικὴ βοῶν.

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Ἡ δὲ δὴ ὁσιότης τε καὶ εὐσέβεια θεῶν, ὦ Εὐθύ-

(5)φρων; οὕτω λέγεις;

     {ΕΥΘ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν θεραπεία γε πᾶσα ταὐτὸν διαπράττεται;

οἷον τοιόνδε· ἐπ’ ἀγαθῷ τινί ἐστι καὶ ὠφελίᾳ τοῦ θεραπευο-

μένου, ὥσπερ ὁρᾷς δὴ ὅτι οἱ ἵπποι ὑπὸ τῆς ἱππικῆς θερα-

(10)πευόμενοι ὠφελοῦνται καὶ βελτίους γίγνονται· ἢ οὐ δοκοῦσί

σοι;

     {ΕΥΘ.} Ἔμοιγε.

     {ΣΩ.} Καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ

13cβόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως· ἢ ἐπὶ

βλάβῃ οἴει τοῦ θεραπευομένου τὴν θεραπείαν εἶναι;

     {ΕΥΘ.} Μὰ Δί’ οὐκ ἔγωγε.

     {ΣΩ.} Ἀλλ’ ἐπ’ ὠφελίᾳ;

(5)     {ΕΥΘ.} Πῶς δ’ οὔ;

     {ΣΩ.} Ἦ οὖν καὶ ἡ ὁσιότης θεραπεία οὖσα θεῶν ὠφελία

τέ ἐστι θεῶν καὶ βελτίους τοὺς θεοὺς ποιεῖ; καὶ σὺ τοῦτο

συγχωρήσαις ἄν, ὡς ἐπειδάν τι ὅσιον ποιῇς, βελτίω τινὰ

τῶν θεῶν ἀπεργάζῃ;

(10)     {ΕΥΘ.} Μὰ Δί’ οὐκ ἔγωγε.

     {ΣΩ.} Οὐδὲ γὰρ ἐγώ, ὦ Εὐθύφρων, οἶμαί σε τοῦτο λέγειν

_πολλοῦ καὶ δέω_ἀλλὰ τούτου δὴ ἕνεκα καὶ ἀνηρόμην

13dτίνα ποτὲ λέγοις τὴν θεραπείαν τῶν θεῶν, οὐχ ἡγούμενός σε

τοιαύτην λέγειν.

     {ΕΥΘ.} Καὶ ὀρθῶς γε, ὦ Σώκρατες· οὐ γὰρ τοιαύτην λέγω.

     {ΣΩ.} Εἶεν· ἀλλὰ τίς δὴ θεῶν θεραπεία εἴη ἂν ἡ ὁσιότης;

(5)     {ΕΥΘ.} Ἥνπερ, ὦ Σώκρατες, οἱ δοῦλοι τοὺς δεσπότας

θεραπεύουσιν.

     {ΣΩ.} Μανθάνω· ὑπηρετική τις ἄν, ὡς ἔοικεν, εἴη θεοῖς.

     {ΕΥΘ.} Πάνυ μὲν οὖν.

     {ΣΩ.} Ἔχοις ἂν οὖν εἰπεῖν ἡ ἰατροῖς ὑπηρετικὴ εἰς τίνος

(10)ἔργου ἀπεργασίαν τυγχάνει οὖσα ὑπηρετική; οὐκ εἰς ὑγιείας

οἴει;

     {ΕΥΘ.} Ἔγωγε.

13e     {ΣΩ.} Τί δὲ ἡ ναυπηγοῖς ὑπηρετική; εἰς τίνος ἔργου

ἀπεργασίαν ὑπηρετική ἐστιν;

     {ΕΥΘ.} Δῆλον ὅτι, ὦ Σώκρατες, εἰς πλοίου.

     {ΣΩ.} Καὶ ἡ οἰκοδόμοις γέ που εἰς οἰκίας;

(5)     {ΕΥΘ.} Ναί.

     {ΣΩ.} Εἰπὲ δή, ὦ ἄριστε· ἡ δὲ θεοῖς ὑπηρετικὴ εἰς τίνος

ἔργου ἀπεργασίαν ὑπηρετικὴ ἂν εἴη; δῆλον γὰρ ὅτι σὺ

οἶσθα, ἐπειδήπερ τά γε θεῖα κάλλιστα φῂς εἰδέναι ἀνθρώπων.

     {ΕΥΘ.} Καὶ ἀληθῆ γε λέγω, ὦ Σώκρατες.

(10)     {ΣΩ.} Εἰπὲ δὴ πρὸς Διὸς τί ποτέ ἐστιν ἐκεῖνο τὸ πάγκα-

λον ἔργον ὃ οἱ θεοὶ ἀπεργάζονται ἡμῖν ὑπηρέταις χρώμενοι;

     {ΕΥΘ.} Πολλὰ καὶ καλά, ὦ Σώκρατες.

14a     {ΣΩ.} Καὶ γὰρ οἱ στρατηγοί, ὦ φίλε· ἀλλ’ ὅμως τὸ κεφά-

λαιον αὐτῶν ῥᾳδίως ἂν εἴποις, ὅτι νίκην ἐν τῷ πολέμῳ

ἀπεργάζονται· ἢ οὔ;

     {ΕΥΘ.} Πῶς δ’ οὔ;

(5)     {ΣΩ.} Πολλὰ δέ γ’, οἶμαι, καὶ καλὰ καὶ οἱ γεωργοί· ἀλλ’

ὅμως τὸ κεφάλαιον αὐτῶν ἐστιν τῆς ἀπεργασίας ἡ ἐκ τῆς

γῆς τροφή.

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Τί δὲ δὴ τῶν πολλῶν καὶ καλῶν ἃ οἱ θεοὶ ἀπεργά-

(10)ζονται; τί τὸ κεφάλαιόν ἐστι τῆς ἐργασίας;

     {ΕΥΘ.} Καὶ ὀλίγον σοι πρότερον εἶπον, ὦ Σώκρατες, ὅτι

14bπλείονος ἔργου ἐστὶν ἀκριβῶς πάντα ταῦτα ὡς ἔχει μαθεῖν·

τόδε μέντοι σοι ἁπλῶς λέγω, ὅτι ἐὰν μὲν κεχαρισμένα τις

ἐπίστηται τοῖς θεοῖς λέγειν τε καὶ πράττειν εὐχόμενός τε

καὶ θύων, ταῦτ’ ἔστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούς τε

(5)ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων· τὰ δ’ ἐναντία τῶν

κεχαρισμένων ἀσεβῆ, ἃ δὴ καὶ ἀνατρέπει ἅπαντα καὶ

ἀπόλλυσιν.

     {ΣΩ.} Ἦ πολύ μοι διὰ βραχυτέρων, ὦ Εὐθύφρων, εἰ

ἐβούλου, εἶπες ἂν τὸ κεφάλαιον ὧν ἠρώτων· ἀλλὰ γὰρ οὐ

14cπρόθυμός με εἶ διδάξαι_δῆλος εἶ. καὶ γὰρ νῦν ἐπειδὴ ἐπ’

αὐτῷ ἦσθα ἀπετράπου, ὃ εἰ ἀπεκρίνω, ἱκανῶς ἂν ἤδη παρὰ

σοῦ τὴν ὁσιότητα ἐμεμαθήκη. νῦν δὲ ἀνάγκη γὰρ τὸν ἐρῶντα

τῷ ἐρωμένῳ ἀκολουθεῖν ὅπῃ ἂν ἐκεῖνος ὑπάγῃ, τί δὴ αὖ

(5)λέγεις τὸ ὅσιον εἶναι καὶ τὴν ὁσιότητα; οὐχὶ ἐπιστήμην

τινὰ τοῦ θύειν τε καὶ εὔχεσθαι;

     {ΕΥΘ.} Ἔγωγε.

     {ΣΩ.} Οὐκοῦν τὸ θύειν δωρεῖσθαί ἐστι τοῖς θεοῖς, τὸ δ’

εὔχεσθαι αἰτεῖν τοὺς θεούς;

(10)     {ΕΥΘ.} Καὶ μάλα, ὦ Σώκρατες.

14d     {ΣΩ.} Ἐπιστήμη ἄρα αἰτήσεως καὶ δόσεως θεοῖς ὁσιότης

ἂν εἴη ἐκ τούτου τοῦ λόγου.

     {ΕΥΘ.} Πάνυ καλῶς, ὦ Σώκρατες, συνῆκας ὃ εἶπον.

     {ΣΩ.} Ἐπιθυμητὴς γάρ εἰμι, ὦ φίλε, τῆς σῆς σοφίας καὶ

(5)προσέχω τὸν νοῦν αὐτῇ, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτι ἂν

εἴπῃς. ἀλλά μοι λέξον τίς αὕτη ἡ ὑπηρεσία ἐστὶ τοῖς θεοῖς;

αἰτεῖν τε φῂς αὐτοὺς καὶ διδόναι ἐκείνοις;

     {ΕΥΘ.} Ἔγωγε.

     {ΣΩ.} Ἆρ’ οὖν οὐ τό γε ὀρθῶς αἰτεῖν ἂν εἴη ὧν δεόμεθα

(10)παρ’ ἐκείνων, ταῦτα αὐτοὺς αἰτεῖν;

     {ΕΥΘ.} Ἀλλὰ τί;

14e     {ΣΩ.} Καὶ αὖ τὸ διδόναι ὀρθῶς, ὧν ἐκεῖνοι τυγχάνουσιν

δεόμενοι παρ’ ἡμῶν, ταῦτα ἐκείνοις αὖ ἀντιδωρεῖσθαι; οὐ

γάρ που τεχνικόν γ’ ἂν εἴη δωροφορεῖν διδόντα τῳ ταῦτα ὧν

οὐδὲν δεῖται.

(5)     {ΕΥΘ.} Ἀληθῆ λέγεις, ὦ Σώκρατες.

     {ΣΩ.} Ἐμπορικὴ ἄρα τις ἂν εἴη, ὦ Εὐθύφρων, τέχνη ἡ

ὁσιότης θεοῖς καὶ ἀνθρώποις παρ’ ἀλλήλων.

     {ΕΥΘ.} Ἐμπορική, εἰ οὕτως ἥδιόν σοι ὀνομάζειν.

     {ΣΩ.} Ἀλλ’ οὐδὲν ἥδιον ἔμοιγε, εἰ μὴ τυγχάνει ἀληθὲς ὄν.

(10)φράσον δέ μοι, τίς ἡ ὠφελία τοῖς θεοῖς τυγχάνει οὖσα ἀπὸ

τῶν δώρων ὧν παρ’ ἡμῶν λαμβάνουσιν; ἃ μὲν γὰρ διδόασι

15aπαντὶ δῆλον· οὐδὲν γὰρ ἡμῖν ἐστιν ἀγαθὸν ὅτι ἂν μὴ

ἐκεῖνοι δῶσιν. ἃ δὲ παρ’ ἡμῶν λαμβάνουσιν, τί ὠφελοῦνται; ἢ

τοσοῦτον αὐτῶν πλεονεκτοῦμεν κατὰ τὴν ἐμπορίαν, ὥστε πάντα

τὰ ἀγαθὰ παρ’ αὐτῶν λαμβάνομεν, ἐκεῖνοι δὲ παρ’ ἡμῶν οὐδέν;

(5)     {ΕΥΘ.} Ἀλλ’ οἴει, ὦ Σώκρατες, τοὺς θεοὺς ὠφελεῖσθαι

ἀπὸ τούτων ἃ παρ’ ἡμῶν λαμβάνουσιν;

     {ΣΩ.} Ἀλλὰ τί δήποτ’ ἂν εἴη ταῦτα, ὦ Εὐθύφρων, τὰ παρ’

ἡμῶν δῶρα τοῖς θεοῖς;

     {ΕΥΘ.} Τί δ’ οἴει ἄλλο ἢ τιμή τε καὶ γέρα καί, ὅπερ ἐγὼ

(10)ἄρτι ἔλεγον, χάρις;

15b     {ΣΩ.} Κεχαρισμένον ἄρα ἐστίν, ὦ Εὐθύφρων, τὸ ὅσιον,

ἀλλ’ οὐχὶ ὠφέλιμον οὐδὲ φίλον τοῖς θεοῖς;

     {ΕΥΘ.} Οἶμαι ἔγωγε πάντων γε μάλιστα φίλον.

     {ΣΩ.} Τοῦτο ἄρ’ ἐστὶν αὖ, ὡς ἔοικε, τὸ ὅσιον, τὸ τοῖς

(5)θεοῖς φίλον.

     {ΕΥΘ.} Μάλιστά γε.

     {ΣΩ.} Θαυμάσῃ οὖν ταῦτα λέγων ἐάν σοι οἱ λόγοι φαίνων-

ται μὴ μένοντες ἀλλὰ βαδίζοντες, καὶ ἐμὲ αἰτιάσῃ τὸν

Δαίδαλον βαδίζοντας αὐτοὺς ποιεῖν, αὐτὸς ὢν πολύ γε

(10)τεχνικώτερος τοῦ Δαιδάλου καὶ κύκλῳ περιιόντα ποιῶν; ἢ

οὐκ αἰσθάνῃ ὅτι ὁ λόγος ἡμῖν περιελθὼν πάλιν εἰς ταὐτὸν

15cἥκει; μέμνησαι γάρ που ὅτι ἐν τῷ πρόσθεν τό τε ὅσιον καὶ

τὸ θεοφιλὲς οὐ ταὐτὸν ἡμῖν ἐφάνη ἀλλ’ ἕτερα ἀλλήλων· ἢ

οὐ μέμνησαι;

     {ΕΥΘ.} Ἔγωγε.

(5)     {ΣΩ.} Νῦν οὖν οὐκ ἐννοεῖς ὅτι τὸ τοῖς θεοῖς φίλον φῂς

ὅσιον εἶναι; τοῦτο δ’ ἄλλο τι ἢ θεοφιλὲς γίγνεται; ἢ οὔ;

     {ΕΥΘ.} Πάνυ γε.

     {ΣΩ.} Οὐκοῦν ἢ ἄρτι οὐ καλῶς ὡμολογοῦμεν, ἢ εἰ τότε

καλῶς, νῦν οὐκ ὀρθῶς τιθέμεθα.

(10)     {ΕΥΘ.} Ἔοικεν.

     {ΣΩ.} Ἐξ ἀρχῆς ἄρα ἡμῖν πάλιν σκεπτέον τί ἐστι τὸ

ὅσιον, ὡς ἐγὼ πρὶν ἂν μάθω ἑκὼν εἶναι οὐκ ἀποδειλιάσω.

15dἀλλὰ μή με ἀτιμάσῃς ἀλλὰ παντὶ τρόπῳ προσσχὼν τὸν

νοῦν ὅτι μάλιστα νῦν εἰπὲ τὴν ἀλήθειαν· οἶσθα γὰρ εἴπερ

τις ἄλλος ἀνθρώπων, καὶ οὐκ ἀφετέος εἶ ὥσπερ ὁ Πρωτεὺς

πρὶν ἂν εἴπῃς. εἰ γὰρ μὴ ᾔδησθα σαφῶς τό τε ὅσιον καὶ τὸ

(5)ἀνόσιον, οὐκ ἔστιν ὅπως ἄν ποτε ἐπεχείρησας ὑπὲρ ἀνδρὸς

θητὸς ἄνδρα πρεσβύτην πατέρα διωκάθειν φόνου, ἀλλὰ καὶ

τοὺς θεοὺς ἂν ἔδεισας παρακινδυνεύειν μὴ οὐκ ὀρθῶς αὐτὸ

ποιήσοις, καὶ τοὺς ἀνθρώπους ᾐσχύνθης· νῦν δὲ εὖ οἶδα ὅτι

15eσαφῶς οἴει εἰδέναι τό τε ὅσιον καὶ μή. εἰπὲ οὖν, ὦ βέλτιστε

Εὐθύφρων, καὶ μὴ ἀποκρύψῃ ὅτι αὐτὸ ἡγῇ.

     {ΕΥΘ.} Εἰς αὖθις τοίνυν, ὦ Σώκρατες· νῦν γὰρ σπεύδω

ποι, καί μοι ὥρα ἀπιέναι.

(5)     {ΣΩ.} Οἷα ποιεῖς, ὦ ἑταῖρε. ἀπ’ ἐλπίδος με καταβαλὼν

μεγάλης ἀπέρχῃ ἣν εἶχον, ὡς παρὰ σοῦ μαθὼν τά τε ὅσια

καὶ μὴ καὶ τῆς πρὸς Μέλητον γραφῆς ἀπαλλάξομαι, ἐνδειξά-

16aμενος ἐκείνῳ ὅτι σοφὸς ἤδη παρ’ Εὐθύφρονος τὰ θεῖα γέγονα

καὶ ὅτι οὐκέτι ὑπ’ ἀγνοίας αὐτοσχεδιάζω οὐδὲ καινοτομῶ

περὶ αὐτά, καὶ δὴ καὶ τὸν ἄλλον βίον ὅτι ἄμεινον βιω-

σοίμην.