Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΣΟΦΙΣΤΗΣ

216a     {ΘΕΟ.} Κατὰ τὴν χθὲς ὁμολογίαν, ὦ Σώκρατες, ἥκομεν

αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν

γένος ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ

Ζήνωνα [ἑταίρων], μάλα δὲ ἄνδρα φιλόσοφον.

(5)     {ΣΩ.} Ἆρ’ οὖν, ὦ Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν

ἄγων κατὰ τὸν Ὁμήρου λόγον λέληθας; ὅς φησιν ἄλλους

216bτε θεοὺς τοῖς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδοῦς δικαίας,

καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν γιγνό-

μενον ὕβρεις τε καὶ εὐνομίας τῶν ἀνθρώπων καθορᾶν. τάχ’

οὖν ἂν καὶ σοί τις οὗτος τῶν κρειττόνων συνέποιτο, φαύλους

(5)ἡμᾶς ὄντας ἐν τοῖς λόγοις ἐποψόμενός τε καὶ ἐλέγξων, θεὸς

ὤν τις ἐλεγκτικός.

     {ΘΕΟ.} Οὐχ οὗτος ὁ τρόπος, ὦ Σώκρατες, τοῦ ξένου,

ἀλλὰ μετριώτερος τῶν περὶ τὰς ἔριδας ἐσπουδακότων. καί

μοι δοκεῖ θεὸς μὲν ἁνὴρ οὐδαμῶς εἶναι, θεῖος μήν· πάντας

216cγὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω.

     {ΣΩ.} Καὶ καλῶς γε, ὦ φίλε. τοῦτο μέντοι κινδυνεύει τὸ

γένος οὐ πολύ τι ῥᾷον ὡς ἔπος εἰπεῖν εἶναι διακρίνειν ἢ τὸ

τοῦ θεοῦ· πάνυ γὰρ ἇνδρες οὗτοι παντοῖοι φανταζόμενοι διὰ

(5)τὴν τῶν ἄλλων ἄγνοιαν "<ἐπιστρωφῶσι πόληας>," οἱ μὴ

πλαστῶς ἀλλ’ ὄντως φιλόσοφοι, καθορῶντες ὑψόθεν τὸν

τῶν κάτω βίον, καὶ τοῖς μὲν δοκοῦσιν εἶναι τοῦ μηδενὸς

[τίμιοι], τοῖς δ’ ἄξιοι τοῦ παντός· καὶ τοτὲ μὲν πολιτικοὶ

216dφαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δ’ ἔστιν οἷς δόξαν

παράσχοιντ’ ἂν ὡς παντάπασιν ἔχοντες μανικῶς. τοῦ μέντοι

ξένου ἡμῖν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον αὐτῷ, τί ταῦθ’

217aοἱ περὶ τὸν ἐκεῖ τόπον ἡγοῦντο καὶ ὠνόμαζον.

     {ΘΕΟ.} Τὰ ποῖα δή;

     {ΣΩ.} Σοφιστήν, πολιτικόν, φιλόσοφον.

     {ΘΕΟ.} Τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν δια-

(5)πορηθεὶς ἐρέσθαι διενοήθης;

     {ΣΩ.} Τόδε· πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ

καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι

καθ’ ἓν ὄνομα [γένος] ἑκάστῳ προσῆπτον;

     {ΘΕΟ.} Ἀλλ’ οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν

(10)αὐτά· ἢ πῶς, ὦ ξένε, λέγωμεν;

217b     {ΞΕ.} Οὕτως, ὦ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ

χαλεπὸν εἰπεῖν ὅτι γε τρί’ ἡγοῦντο· καθ’ ἕκαστον μὴν διορί-

σασθαι σαφῶς τί ποτ’ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον ἔργον.

     {ΘΕΟ.} Καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων

(5)ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρ’ ἐλθεῖν

διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ

νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς· ἐπεὶ διακηκοέναι γέ

φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν.

217c     {ΣΩ.} Μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων

χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δ’ ἡμῖν φράζε. πότερον

εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων

τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βουληθῇς, ἢ δι’ ἐρωτήσεων, οἷόν

(5)ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους

παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος

πρεσβύτου;

217d     {ΞΕ.} Τῷ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐηνίως προς-

διαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον· εἰ δὲ μή, τὸ καθ’

αὑτόν.

     {ΣΩ.} Ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκ-

(5)λέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως· συμβούλῳ

μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε,

ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν.

     {ΞΕ.} Ὦ Σώκρατες, αἰδώς τίς μ’ ἔχει τὸ νῦν πρῶτον συγ-

γενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι

217eτὴν συνουσίαν, ἀλλ’ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν

κατ’ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιού-

μενον· τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν

ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους

(5)ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε καὶ

σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ

218aἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι

δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι καὶ

σὺ τὰ νῦν μοι διακελεύῃ.

     {ΘΕΑΙ.} Δρᾶ τοίνυν, ὦ ξένε, οὕτω καὶ καθάπερ εἶπε

(5)Σωκράτης πᾶσιν κεχαρισμένος ἔσῃ.

     {ΞΕ.} Κινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι,

Θεαίτητε· πρὸς δὲ σὲ ἤδη τὸ μετὰ τοῦτο, ὡς ἔοικε, γίγνοιτο

ἂν ὁ λόγος. ἂν δ’ ἄρα τι τῷ μήκει πονῶν ἄχθῃ, μὴ ἐμὲ

αἰτιᾶσθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρους.

218b     {ΘΕΑΙ.} Ἀλλ’ οἶμαι μὲν δὴ νῦν οὕτως οὐκ ἀπερεῖν· ἂν δ’

ἄρα τι τοιοῦτον γίγνηται, καὶ τόνδε παραληψόμεθα Σωκράτη,

τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλικιώτην καὶ συγ-

γυμναστήν, ᾧ συνδιαπονεῖν μετ’ ἐμοῦ τὰ πολλὰ οὐκ ἄηθες.

(5)     {ΞΕ.} Εὖ λέγεις, καὶ ταῦτα μὲν ἰδίᾳ βουλεύσῃ προϊόντος

τοῦ λόγου· κοινῇ δὲ μετ’ ἐμοῦ σοι συσκεπτέον ἀρχομένῳ

πρῶτον, ὡς ἐμοὶ φαίνεται, νῦν ἀπὸ τοῦ σοφιστοῦ, ζητοῦντι

218cκαὶ ἐμφανίζοντι λόγῳ τί ποτ’ ἔστι. νῦν γὰρ δὴ σύ τε κἀγὼ

τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφ’

ᾧ καλοῦμεν ἑκάτερος τάχ’ ἂν ἰδίᾳ παρ’ ἡμῖν αὐτοῖς ἔχοιμεν·

δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων ἢ

(5)τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου. τὸ δὲ φῦλον

ὃ νῦν ἐπινοοῦμεν ζητεῖν οὐ πάντων ῥᾷστον συλλαβεῖν τί

ποτ’ ἔστιν, ὁ σοφιστής· ὅσα δ’ αὖ τῶν μεγάλων δεῖ δια-

πονεῖσθαι καλῶς, περὶ τῶν τοιούτων δέδοκται πᾶσιν καὶ πάλαι

218dτὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν μελετᾶν, πρὶν

ἐν αὐτοῖς τοῖς μεγίστοις. νῦν οὖν, ὦ Θεαίτητε, ἔγωγε καὶ

νῷν οὕτω συμβουλεύω, χαλεπὸν καὶ δυσθήρευτον ἡγησαμένοις

εἶναι τὸ τοῦ σοφιστοῦ γένος πρότερον ἐν ἄλλῳ ῥᾴονι τὴν

(5)μέθοδον αὐτοῦ προμελετᾶν, εἰ μὴ σύ ποθεν εὐπετεστέραν

ἔχεις εἰπεῖν ἄλλην ὁδόν.

     {ΘΕΑΙ.} Ἀλλ’ οὐκ ἔχω.

     {ΞΕ.} Βούλει δῆτα περί τινος τῶν φαύλων μετιόντες

πειραθῶμεν παράδειγμα αὐτὸ θέσθαι τοῦ μείζονος;

218e     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τί δῆτα προταξαίμεθ’ ἂν εὔγνωστον μὲν καὶ σμι-

κρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τῶν μειζόνων; οἷον

ἀσπαλιευτής· ἆρ’ οὐ πᾶσί τε γνώριμον καὶ σπουδῆς οὐ πάνυ

(5)τι πολλῆς τινος ἐπάξιον;

     {ΘΕΑΙ.} Οὕτως.

219a     {ΞΕ.} Μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ ἀνεπιτή-

δειον ἡμῖν ἔχειν πρὸς ὃ βουλόμεθα.

     {ΘΕΑΙ.} Καλῶς ἂν ἔχοι.

     {ΞΕ.} Φέρε δή, τῇδε ἀρχώμεθα αὐτοῦ. καί μοι λέγε·

(5)πότερον ὡς τεχνίτην αὐτὸν ἤ τινα ἄτεχνον, ἄλλην δὲ

δύναμιν ἔχοντα θήσομεν;

     {ΘΕΑΙ.} Ἥκιστά γε ἄτεχνον.

     {ΞΕ.} Ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο.

     {ΘΕΑΙ.} Πῶς;

(10)     {ΞΕ.} Γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα

θεραπεία, τό τε αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὃ δὴ

219bσκεῦος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταῦτα δικαιότατ’

ἂν ἑνὶ προσαγορεύοιτ’ ἂν ὀνόματι.

     {ΘΕΑΙ.} Πῶς καὶ τίνι;

     {ΞΕ.} Πᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν

(5)ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού

φαμεν.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Τὰ δέ γε νυνδὴ [ἃ] διήλθομεν ἅπαντα εἶχεν εἰς

τοῦτο τὴν αὑτῶν δύναμιν.

(10)     {ΘΕΑΙ.} Εἶχε γὰρ οὖν.

     {ΞΕ.} Ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προς-

είπωμεν.

219c     {ΘΕΑΙ.} Ἔστω.

     {ΞΕ.} Τὸ δὴ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ

τὸ τῆς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ

θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα

(5)καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι, τὰ δὲ τοῖς

χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστ’ ἄν που διὰ ταῦτα συν-

άπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν διαπρέψειεν.

     {ΘΕΑΙ.} Ναί· πρέποι γὰρ ἄν.

219d     {ΞΕ.} Κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν

τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, ὦ Θεαίτητε, τιθῶμεν;

     {ΘΕΑΙ.} Ἐν κτητικῇ που δῆλον.

     {ΞΕ.} Κτητικῆς δὲ ἆρ’ οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς

(5)ἑκόντας μεταβλητικὸν ὂν διά τε δωρεῶν καὶ μισθώσεων καὶ

ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατ’ ἔργα ἢ κατὰ λόγους χειρού-

μενον σύμπαν, χειρωτικὸν ἂν εἴη;

     {ΘΕΑΙ.} Φαίνεται γοῦν ἐκ τῶν εἰρημένων.

     {ΞΕ.} Τί δέ; τὴν χειρωτικὴν ἆρ’ οὐ διχῇ τμητέον;

(10)     {ΘΕΑΙ.} Πῇ;

219e     {ΞΕ.} Τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ

κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν

(5)διχῇ.

     {ΘΕΑΙ.} Λέγε ὅπῃ.

     {ΞΕ.} Τὸ μὲν ἀψύχου γένους διελομένους, τὸ δ’ ἐμψύχου.

     {ΘΕΑΙ.} Τί μήν; εἴπερ ἔστον γε ἄμφω.

220a     {ΞΕ.} Πῶς δὲ οὐκ ἔστον; καὶ δεῖ γε ἡμᾶς τὸ μὲν

τῶν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατ’ ἔνια τῆς κολυμ-

βητικῆς ἄττα μέρη καὶ τοιαῦτ’ ἄλλα βραχέα, χαίρειν

ἐᾶσαι, τὸ δέ, τῶν ἐμψύχων ζῴων οὖσαν θήραν, προσειπεῖν

(5)ζῳοθηρικήν.

     {ΘΕΑΙ.} Ἔστω.

     {ΞΕ.} Ζῳοθηρικῆς δὲ ἆρ’ οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν

δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι

διῃρημένον, πεζοθηρικόν, τὸ δ’ ἕτερον νευστικοῦ ζῴου πᾶν

(10)ἐνυγροθηρικόν;

     {ΘΕΑΙ.} Πάνυ γε.

220b     {ΞΕ.} Νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ

ἔνυδρον;

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν ἡ θήρα

(5)λέγεταί πού τις ὀρνιθευτική.

     {ΘΕΑΙ.} Λέγεται γὰρ οὖν.

     {ΞΕ.} Τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τί δέ; ταύτην αὖ τὴν θήραν ἆρ’ οὐκ ἂν κατὰ

(10)μέγιστα μέρη δύο διέλοιμεν;

     {ΘΕΑΙ.} Κατὰ ποῖα;

     {ΞΕ.} Καθ’ ἃ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιεῖται τὴν θήραν,

τὸ δὲ πληγῇ.

     {ΘΕΑΙ.} Πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον;

220c     {ΞΕ.} Τὸ μέν, ὅτι πᾶν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργῃ τι

περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν.

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ

(5)τὰ τοιαῦτα μῶν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν;

     {ΘΕΑΙ.} Οὐδέν.

     {ΞΕ.} Τοῦτο μὲν ἄρα ἑρκοθηρικὸν τῆς ἄγρας τὸ μέρος

φήσομεν ἤ τι τοιοῦτον.

     {ΘΕΑΙ.} Ναί.

(10)     {ΞΕ.} Τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγῇ γιγνόμενον

220dἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προς-

ειπεῖν ἑνὶ λόγῳ νῦν χρεών· ἢ τί τις ἄν, ὦ Θεαίτητε, εἴποι

κάλλιον;

     {ΘΕΑΙ.} Ἀμελῶμεν τοῦ ὀνόματος· ἀρκεῖ γὰρ καὶ τοῦτο.

(5)     {ΞΕ.} Τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι

πρὸς πυρὸς φῶς γιγνόμενον ὑπ’ αὐτῶν τῶν περὶ τὴν θήραν

πυρευτικὴν ῥηθῆναι συμβέβηκεν.

     {ΘΕΑΙ.} Πάνυ γε.

     {ΞΕ.} Τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγ-

(10)κιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν.

220e     {ΘΕΑΙ.} Λέγεται γὰρ οὖν.

     {ΞΕ.} Τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆς πληκτικῆς τὸ μὲν

ἄνωθεν εἰς τὸ κάτω γιγνόμενον διὰ τὸ τοῖς τριόδουσιν οὕτω

μάλιστα χρῆσθαι τριοδοντία τις οἶμαι κέκληται.

(5)     {ΘΕΑΙ.} Φασὶ γοῦν τινές.

     {ΞΕ.} Τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπεῖν εἶδος.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Τὸ τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳ τε γιγνό-

μενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τις ἂν τύχῃ τοῦ σώματος, ὥσπερ

221aτοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ

θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω

ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον· οὗ τί φήσομεν, ὦ

Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι;

(5)     {ΘΕΑΙ.} Δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐξευρεῖν,

τοῦτ’ αὐτὸ νῦν ἀποτετελέσθαι.

     {ΞΕ.} Νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύ τε κἀγὼ

221bσυνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον

περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς. συμπάσης γὰρ τέχνης

τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρωτικόν,

χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ ζῳοθηρικόν,

(5)ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικοῦ δὲ τὸ κάτωθεν

τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ πληκτικόν, πληκ-

τικῆς δὲ ἀγκιστρευτικόν· τούτου δὲ τὸ περὶ τὴν κάτωθεν

221cἄνω πληγὴν ἀνασπωμένην, ἀπ’ αὐτῆς τῆς πράξεως ἀφο-

μοιωθὲν τοὔνομα, ἡ νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα ἐπίκλην

γέγονεν.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.

(5)     {ΞΕ.} Φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν

ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτ’ ἔστιν.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Καὶ μὴν ἐκεῖνό γ’ ἦν τὸ ζήτημα πρῶτον, πότερον

ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.

(10)     {ΘΕΑΙ.} Ναί.

221d     {ΞΕ.} Καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ

παντάπασιν ὡς ἀληθῶς σοφιστήν;

     {ΘΕΑΙ.} Οὐδαμῶς ἰδιώτην· μανθάνω γὰρ ὃ λέγεις, ὡς

παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.

(5)     {ΞΕ.} Ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε,

θετέον.

     {ΘΕΑΙ.} Τίνα ποτ’ οὖν δὴ ταύτην;

     {ΞΕ.} Ἆρ’ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα

ὄντα συγγενῆ;

(10)     {ΘΕΑΙ.} Τίνα τοῦ;

     {ΞΕ.} Τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.

221e     {ΘΕΑΙ.} Τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.

     {ΞΕ.} Δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστι-

κοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν

ἐνύδρων· τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι

πολυειδὲς εἴη.

222a     {ΘΕΑΙ.} Πάνυ γε.

     {ΞΕ.} Μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστὴς καὶ [ὁ]

ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.

     {ΘΕΑΙ.} Ἐοίκατον γοῦν.

(5)     {ΞΕ.} Ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ

θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα

θηρευσόμενος.

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Ὁ δέ γε ἐπὶ [τὴν] γῆν καὶ ποταμοὺς ἑτέρους αὖ

(10)τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν

τούτοις θρέμματα χειρωσόμενος.

222b     {ΘΕΑΙ.} Πῶς λέγεις;

     {ΞΕ.} Τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ

μέρει.

     {ΘΕΑΙ.} Ποῖον ἑκάτερον;

(5)     {ΞΕ.} Τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.

     {ΘΕΑΙ.} Εἶτ’ ἔστι τις θήρα τῶν ἡμέρων;

     {ΞΕ.} Εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ

χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι,

τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν

(10)ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν· τούτων ὁπότερ’

ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.

222c     {ΘΕΑΙ.} Ἀλλ’ ἡμᾶς τε ἥμερον, ὦ ξένε, ἡγοῦμαι ζῷον,

θήραν τε ἀνθρώπων εἶναι λέγω.

     {ΞΕ.} Διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.

     {ΘΕΑΙ.} Κατὰ τί λέγοντες;

(5)     {ΞΕ.} Τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραν-

νικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν,

ὁρισάμενοι.

     {ΘΕΑΙ.} Καλῶς.

     {ΞΕ.} Τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προς-

(10)ομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν

222dτέχνην προσειπόντες.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη.

     {ΘΕΑΙ.} Ποῖα;

(5)     {ΞΕ.} Τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον.

     {ΘΕΑΙ.} Γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον.

     {ΞΕ.} Οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνητικόν

ἐστιν, τὸ δὲ δωροφορικόν;

     {ΘΕΑΙ.} Οὐ μανθάνω.

(10)     {ΞΕ.} Τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω

προσέσχες.

     {ΘΕΑΙ.} Τοῦ πέρι;

222e     {ΞΕ.} Ὅτι τοῖς θηρευθεῖσι δῶρα προσεπιδιδόασιν.

     {ΘΕΑΙ.} Ἀληθέστατα λέγεις.

     {ΞΕ.} Τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος.

     {ΘΕΑΙ.} Πάνυ γε.

(5)     {ΞΕ.} Τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ

χάριτος καὶ παντάπασι δι’ ἡδονῆς τὸ δέλεαρ πεποιημένον καὶ

τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολακικήν, ὡς

223aἐγᾦμαι, πάντες φαῖμεν ἂν [ἢ] ἡδυντικήν τινα τέχνην εἶναι.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς

ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα οὐ

(5)τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τίνι δὴ τούτῳ; πειρῶ λέγειν.

     {ΘΕΑΙ.} Δῆλον δή· τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν

ἀνηυρηκέναι. τοῦτ’ οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομ’ ἂν

(10)ἡγοῦμαι καλεῖν αὐτόν.

223b     {ΞΕ.} Κατὰ δὴ τὸν νῦν, ὦ Θεαίτητε, λόγον, ὡς ἔοικεν,

ἡ τέχνης οἰκειωτικῆς, [χειρωτικῆς], [κτητικῆς,] θηρευτικῆς,

ζῳοθηρίας, [πεζοθηρίας,] χερσαίας, [ἡμεροθηρικῆς,] ἀνθρω-

ποθηρίας, [πιθανοθηρίας], ἰδιοθηρίας, [μισθαρνικῆς,] νομις-

(5)ματοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων

γιγνομένη θήρα προσρητέον, ὡς ὁ νῦν λόγος ἡμῖν συμβαίνει,

σοφιστική.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

223c     {ΞΕ.} Ἔτι δὲ καὶ τῇδε ἴδωμεν· οὐ γάρ τι φαύλης μέτοχόν

ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλ’ εὖ μάλα ποικίλης. καὶ

γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ

τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλ’ ἕτερον εἶναί τι γένος.

(5)     {ΘΕΑΙ.} Πῇ δή;

     {ΞΕ.} Τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ

μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.

     {ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

     {ΞΕ.} Τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν

(10)δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;

     {ΘΕΑΙ.} Εἰρήσθω.

     {ΞΕ.} Καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.

223d     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην,

τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.

     {ΘΕΑΙ.} Πάνυ γε.

(5)     {ΞΕ.} Τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν

ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγο-

ρεύεται;

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον

(10)ὠνῇ καὶ πράσει ἐμπορική;

     {ΘΕΑΙ.} Τί δ’ οὔ;

223e     {ΞΕ.} Τῆς δ’ ἐμπορικῆς ἆρ’ οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις

τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλοῦν

διὰ νομίσματος ἀλλάττεται;

     {ΘΕΑΙ.} Πῶς τοῦτο λέγεις;

(5)     {ΞΕ.} Τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε

ἕτερόν που συνίεμεν.

     {ΘΕΑΙ.} Ναί.

224a     {ΞΕ.} Μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως

ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγο-

μένην [καὶ πιπρασκομένην], καὶ γραφικὴν καὶ θαυματοποιικὴν

καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ

(5)σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ

πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως

ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.

     {ΘΕΑΙ.} Ἀληθέστατα λέγεις.

224b     {ΞΕ.} Οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε

ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;

     {ΘΕΑΙ.} Σφόδρα γε.

     {ΞΕ.} Τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρ’ οὐ τὸ μὲν ἐπι-

(5)δεικτικὴ δικαιότατα λέγοιτ’ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον

τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν

ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ

224cτὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς

ἀρετῆς ἄλλῳ προσρητέον.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι·

(5)τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.

     {ΘΕΑΙ.} Καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημ-

μελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν

γένος;

     {ΞΕ.} Οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέ-

(10)γοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς,

224dἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς

πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.

     {ΘΕΑΙ.} Μάλα γε.

     {ΞΕ.} Τρίτον δέ γ’ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος

(5)ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς

μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν

προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.

     {ΘΕΑΙ.} Τί δ’ οὐ μέλλω;

224e     {ΞΕ.} Καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν,

καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ

τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς

φαίνῃ, σοφιστικόν.

(5)     {ΘΕΑΙ.} Ἀνάγκη· τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.

     {ΞΕ.} Ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ

νῦν μεταδιωκόμενον γένος.

225a     {ΘΕΑΙ.} Ποίῳ δή;

     {ΞΕ.} Τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.

     {ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

     {ΞΕ.} Οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.

(5)     {ΘΕΑΙ.} Καθ’ ὁποῖα λέγε.

     {ΞΕ.} Τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.

     {ΘΕΑΙ.} Ἔστιν.

     {ΞΕ.} Τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα

γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον

(10)τιθεμένους οἷον βιαστικόν.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο

225bεἴπῃ πλὴν ἀμφισβητητικόν;

     {ΘΕΑΙ.} Οὐδέν.

     {ΞΕ.} Τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.

     {ΘΕΑΙ.} Πῇ;

(5)     {ΞΕ.} Καθ’ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία

μήκη λόγων καὶ περὶ [τὰ] δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὸ δ’ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτή-

σεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν

(10)ἀντιλογικόν;

     {ΘΕΑΙ.} Οὐδέν.

     {ΞΕ.} Τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια

225cἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράτ-

τεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς

ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθ’ ὑπὸ τῶν ἔμπροσθεν

ἔτυχεν οὔτε νῦν ὑφ’ ἡμῶν τυχεῖν ἄξιον.

(5)     {ΘΕΑΙ.} Ἀληθῆ· κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ

διῄρηται.

     {ΞΕ.} Τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ

ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρ’ οὐκ

ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;

(10)     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

225d     {ΞΕ.} Τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ

χρηματιστικὸν ὂν τυγχάνει.

     {ΘΕΑΙ.} Παντάπασί γε.

     {ΞΕ.} Τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν

(5)αὐτῶν πειραθῶμεν εἰπεῖν.

     {ΘΕΑΙ.} Οὐκοῦν χρή.

     {ΞΕ.} Δοκῶ μὴν τό γε δι’ ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς

ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς

πολλοῖς τῶν ἀκουόντων οὐ μεθ’ ἡδονῆς ἀκουόμενον καλεῖσθαι

(10)κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.

     {ΘΕΑΙ.} Λέγεται γὰρ οὖν οὕτω πως.

225e     {ΞΕ.} Τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων

χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.

     {ΘΕΑΙ.} Καὶ [τί] τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι

πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον

(5)τὸν μεταδιωκόμενον ὑφ’ ἡμῶν σοφιστήν;

226a     {ΞΕ.} Οὐδὲν ἀλλ’ ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν,

ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς,

τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς

ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.

(5)     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο

τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;

     {ΘΕΑΙ.} Οὐκοῦν ἀμφοῖν χρή.

226b     {ΞΕ.} Χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον,

τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε· τῶν

οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;

     {ΘΕΑΙ.} Καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;

(5)     {ΞΕ.} Τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ

βράττειν καὶ διακρίνειν.

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν,

καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα.

(10)ἦ γάρ;

226c     {ΘΕΑΙ.} Τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παρα-

δείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;

     {ΞΕ.} Διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν

οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.

     {ΘΕΑΙ.} Τίνα προσειπόντες;

     {ΞΕ.} Διακριτικήν.

     {ΘΕΑΙ.} Ἔστω.

(10)     {ΞΕ.} Σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν

εἴδη.

     {ΘΕΑΙ.} Ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.

226d     {ΞΕ.} Καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν

χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ’ ὅμοιον ἀφ’

ὁμοίου.

     {ΘΕΑΙ.} Σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.

(5)     {ΞΕ.} Τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ

καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον

ἀποβαλλούσης ἔχω.

     {ΘΕΑΙ.} Λέγε τί.

     {ΞΕ.} Πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται

(10)παρὰ πάντων καθαρμός τις.

     {ΘΕΑΙ.} Λέγεται γὰρ οὖν.

226e     {ΞΕ.} Οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς

ἂν ἴδοι;

     {ΘΕΑΙ.} Ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε

καθορῶ νῦν.

(5)     {ΞΕ.} Καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρ-

σεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.

     {ΘΕΑΙ.} Ποῖα καὶ τίνι;

     {ΞΕ.} Τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμνας-

227aτικῆς ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ

τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται· καὶ

τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμη-

τικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ

(5)γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.

     {ΘΕΑΙ.} Μάλα γε.

     {ΞΕ.} Παντάπασι μὲν οὖν, ὦ Θεαίτητε. ἀλλὰ γὰρ τῇ

τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν

ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ

(10)δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ

227bἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς

κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ

θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιό-

τερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ φθειριστικῆς

(5)δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλ’ ὡς τὸ πολὺ

χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα

συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον

227cεἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν

εὐπρεπέστατον εἶναι δόξει· μόνον ἐχέτω χωρὶς τῶν τῆς

ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει.

τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπι-

(5)κεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται

μανθάνομεν.

     {ΘΕΑΙ.} Ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη

καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ

τὸ σῶμα χωρὶς ὄν.

(10)     {ΞΕ.} Πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε

227dπειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.

     {ΘΕΑΙ.} Καθ’ ὁποῖ’ ἂν ὑφηγῇ πειράσομαί σοι συν-

τέμνειν.

     {ΞΕ.} Πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;

(5)     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Καὶ μὴν καθαρμός γ’ ἦν τὸ λείπειν μὲν θάτερον,

ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.

     {ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

     {ΞΕ.} Καὶ ψυχῆς ἄρα, καθ’ ὅσον ἂν εὑρίσκωμεν κακίας

(10)ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγ-

ξόμεθα.

     {ΘΕΑΙ.} Καὶ μάλα γε.

     {ΞΕ.} Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.

     {ΘΕΑΙ.} Ποῖα;

228a     {ΞΕ.} Τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος

ἐγγιγνόμενον.

     {ΘΕΑΙ.} Οὐκ ἔμαθον.

     {ΞΕ.} Νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;

(5)     {ΘΕΑΙ.} Οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρί-

νασθαι.

     {ΞΕ.} Πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει

συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;

     {ΘΕΑΙ.} Οὐδέν.

(10)     {ΞΕ.} Ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ

δυσειδὲς ἐνὸν γένος;

228b     {ΘΕΑΙ.} Οὐδαμῶς ἄλλο.

     {ΞΕ.} Τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς

καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως

ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;

(5)     {ΘΕΑΙ.} Καὶ σφόδρα γε.

     {ΞΕ.} Συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες

ὀρθῶς ἐροῦμεν.

(10)     {ΘΕΑΙ.} Ὀρθότατα μὲν οὖν.

228c     {ΞΕ.} Τί δ’; ὅς’ [ἂν] κινήσεως μετασχόντα καὶ σκοπόν

τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ’ ἑκάστην ὁρμὴν

παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ

φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον

(5)ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;

     {ΘΕΑΙ.} Δῆλον ὡς ὑπὸ ἀμετρίας.

     {ΞΕ.} Ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν

ἀγνοοῦσαν.

     {ΘΕΑΙ.} Σφόδρα γε.

(10)     {ΞΕ.} Τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης

228dψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν

παραφροσύνη.

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.

(5)     {ΘΕΑΙ.} Ἔοικεν.

     {ΞΕ.} Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ

γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος

αὐτῆς σαφέστατα ὄν.

     {ΘΕΑΙ.} Ναί.

(10)     {ΞΕ.} Τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν

ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.

228e     {ΘΕΑΙ.} Κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφε-

γνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν

μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν

ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος

(5)αἶσχος θετέον.

     {ΞΕ.} Οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο

τέχνα τινὲ ἐγενέσθην;

     {ΘΕΑΙ.} Τίνε τούτω;

229a     {ΞΕ.} Περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.

     {ΘΕΑΙ.} Φαίνεσθον.

     {ΞΕ.} Οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν

ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα

(5)Δίκῃ.

     {ΘΕΑΙ.} Τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην

δόξαν.

     {ΞΕ.} Τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ

διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;

(10)     {ΘΕΑΙ.} Οὐδεμίαν.

229b     {ΞΕ.} Φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος

φατέον [εἶναι] ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω;

σκόπει.

     {ΘΕΑΙ.} Σκοπῶ.

(5)     {ΞΕ.} Καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν

ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν

διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ’ ἑνὶ [γένει]

(10)τῶν αὑτῆς ἑκατέρῳ.

     {ΘΕΑΙ.} Τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;

229c     {ΞΕ.} Ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφω-

ρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον

μέρεσιν.

     {ΘΕΑΙ.} Ποῖον δή;

(5)     {ΞΕ.} Τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι· δι’ οὗ κινδυνεύει

πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.

     {ΘΕΑΙ.} Ἀληθῆ.

     {ΞΕ.} Καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας

ἀμαθίαν τοὔνομα προσρηθῆναι.

(10)     {ΘΕΑΙ.} Πάνυ γε.

     {ΞΕ.} Τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο

ἀπαλλάττοντι λεκτέον;

229d     {ΘΕΑΙ.} Οἶμαι μὲν [οὖν], ὦ ξένε, τὸ μὲν ἄλλο δημιουρ-

γικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν δι’ ἡμῶν

κεκλῆσθαι.

     {ΞΕ.} Καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν.

(5)ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρ’ ἄτομον ἤδη ἐστὶ

πᾶν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας.

     {ΘΕΑΙ.} Οὐκοῦν χρὴ σκοπεῖν.

     {ΞΕ.} Δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι.

     {ΘΕΑΙ.} Κατὰ τί;

229e     {ΞΕ.} Τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα

τις ἔοικεν ὁδὸς εἶναι, τὸ δ’ ἕτερον αὐτῆς μόριον λειότερον.

     {ΘΕΑΙ.} Τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν;

     {ΞΕ.} Τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, ᾧ πρὸς τοὺς ὑεῖς

(5)μάλιστ’ ἐχρῶντό τε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν

230aαὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ μαλθα-

κωτέρως παραμυθούμενοι· τὸ δ’ οὖν σύμπαν αὐτὸ ὀρθότατα

εἴποι τις ἂν νουθετητικήν.

     {ΘΕΑΙ.} Ἔστιν οὕτως.

(5)     {ΞΕ.} Τὸ δέ γε, εἴξασί τινες αὖ λόγον ἑαυτοῖς δόντες

ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν οὐδέν

ποτ’ ἂν ἐθέλειν τὸν οἰόμενον εἶναι σοφὸν τούτων ὧν οἴοιτο

πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνου τὸ νουθετητικὸν

εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν.

(10)     {ΘΕΑΙ.} Ὀρθῶς γε νομίζοντες.

230b     {ΞΕ.} Τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ

στέλλονται.

     {ΘΕΑΙ.} Τίνι δή;

     {ΞΕ.} Διερωτῶσιν ὧν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων

(5)μηδέν· εἶθ’ ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι,

καὶ συνάγοντες δὴ τοῖς λόγοις εἰς ταὐτὸν τιθέασι παρ’

ἀλλήλας, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑταῖς ἅμα περὶ

τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας. οἱ δ’ ὁρῶντες

ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμεροῦνται,

230cκαὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὑτοὺς μεγάλων καὶ σκλη-

ρῶν δοξῶν ἀπαλλάττονται πασῶν [τε] ἀπαλλαγῶν ἀκούειν τε

ἡδίστην καὶ τῷ πάσχοντι βεβαιότατα γιγνομένην. νομίζοντες

γάρ, ὦ παῖ φίλε, οἱ καθαίροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ

(5)σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης

τροφῆς ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ἂν τὰ ἐμποδίζοντα

ἐντός τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν ἐκεῖνοι,

μὴ πρότερον αὐτὴν ἕξειν τῶν προσφερομένων μαθημάτων

230dὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην

καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους δόξας ἐξελών,

καθαρὸν ἀποφήνῃ καὶ ταῦτα ἡγούμενον ἅπερ οἶδεν εἰδέναι

μόνα, πλείω δὲ μή.

(5)     {ΘΕΑΙ.} Βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων αὕτη.

     {ΞΕ.} Διὰ ταῦτα δὴ πάντα ἡμῖν, ὦ Θεαίτητε, καὶ τὸν

ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν καθάρ-

σεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ τυγχάνῃ

230eβασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόν

τε καὶ αἰσχρὸν γεγονέναι ταῦτα ἃ καθαρώτατον καὶ κάλλιστον

ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

(5)     {ΞΕ.} Τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνῃ τίνας

231aφήσομεν; ἐγὼ μὲν γὰρ φοβοῦμαι σοφιστὰς φάναι.

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας.

     {ΘΕΑΙ.} Ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν

(5)εἰρημένα.

     {ΞΕ.} Καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ. τὸν

δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ

ποιεῖσθαι τὴν φυλακήν· ὀλισθηρότατον γὰρ τὸ γένος. ὅμως

δὲ ἔστω· οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι

231bγενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν.

     {ΘΕΑΙ.} Οὔκουν τό γε εἰκός.

     {ΞΕ.} Ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς

δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική,

(5)διδασκαλικῆς δὲ παιδευτική· τῆς δὲ παιδευτικῆς ὁ περὶ τὴν

μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ

παραφανέντι μηδὲν ἄλλ’ ἡμῖν εἶναι λεγέσθω πλὴν ἡ γένει

γενναία σοφιστική.

     {ΘΕΑΙ.} Λεγέσθω μέν· ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ

231cπεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον

εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν.

     {ΞΕ.} Εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι

χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν

(5)λόγον· ὀρθὴ γὰρ ἡ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥᾴδιον εἶναι

διαφεύγειν. νῦν οὖν καὶ μάλιστα ἐπιθετέον αὐτῷ.

     {ΘΕΑΙ.} Καλῶς λέγεις.

     {ΞΕ.} Πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ πρὸς

231dἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα

ἡμῖν ὁ σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ πρῶτον

ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς

μαθήματα.

     {ΘΕΑΙ.} Πάνυ γε.

     {ΞΕ.} Τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;

     {ΘΕΑΙ.} Ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα

(10)ἡμῖν [ἦν].

     {ΞΕ.} Ὀρθῶς ἐμνημόνευσας. πέμπτον δ’ ἐγὼ πειράσομαι

231eμνημονεύειν· τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής,

τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.

     {ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

     {ΞΕ.} Τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δ’

(5)ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ

ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

232a     {ΞΕ.} Ἆρ’ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαί-

νηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα

τοῦτο ὡς οὐκ ἔσθ’ ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ πάσχων αὐτὸ πρός

τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς ὃ πάντα τὰ

(5)μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθ’ ἑνὸς

τὸν ἔχοντα αὐτὰ προσαγορεύει;

     {ΘΕΑΙ.} Κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.

232b     {ΞΕ.} Μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει δι’ ἀργίαν

πάσχωμεν, ἀλλ’ ἀναλάβωμεν [ἓν] πρῶτον τῶν περὶ τὸν

σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη

αὐτὸν μηνῦον.

(5)     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τί δ’; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον

γίγνεσθαι;

(10)     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι

ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ

232cπῃ. φέρε, περὶ τῶν θείων, ὅς’ ἀφανῆ τοῖς πολλοῖς, ἆρ’

ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;

     {ΘΕΑΙ.} Λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.

     {ΞΕ.} Τί δ’ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ

(5)τὰ τοιαῦτα;

     {ΘΕΑΙ.} Τί γάρ;

     {ΞΕ.} Ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν

γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι,

σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι

(10)ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;

     {ΘΕΑΙ.} Παντάπασί γε.

232d     {ΞΕ.} Τί δ’ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν,

ἆρ’ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;

     {ΘΕΑΙ.} Οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο

μὴ τοῦτο ὑπισχνουμένοις.

(5)     {ΞΕ.} Τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην

τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν,

δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ

μαθεῖν.

     {ΘΕΑΙ.} Τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ

232eτῶν ἄλλων τεχνῶν εἰρηκέναι.

     {ΞΕ.} Καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ

τῆς ἀντιλογικῆς τέχνης ἆρ’ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων

πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικ’ εἶναι;

(5)     {ΘΕΑΙ.} Φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.

     {ΞΕ.} Σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα

γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς

δὲ ἀμβλύτερον.

233a     {ΘΕΑΙ.} Τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ

που κατανοῶ τὸ νῦν ἐρωτώμενον.

     {ΞΕ.} Εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.

     {ΘΕΑΙ.} Μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.

(5)     {ΞΕ.} Πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς

ἀνεπιστήμων ὢν δύναιτ’ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;

     {ΘΕΑΙ.} Οὐδαμῶς.

     {ΞΕ.} Τί ποτ’ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως

θαῦμα;

(10)     {ΘΕΑΙ.} Τοῦ δὴ πέρι;

233b     {ΞΕ.} Καθ’ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν

παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι.

δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαί-

νοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν

(5)ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτ’

ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς

γίγνεσθαι.

     {ΘΕΑΙ.} Σχολῇ μεντἄν.

     {ΞΕ.} Νῦν δέ γ’ ἐθέλουσιν;

(10)     {ΘΕΑΙ.} Καὶ μάλα.

233c     {ΞΕ.} Δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν

αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;

(5)     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὐκ ἀδύνατον;

(10)     {ΞΕ.} Δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ

σοφιστὴς ἡμῖν ἀλλ’ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.

233d     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν

εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.

     {ΞΕ.} Λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ

τούτων.

(5)     {ΘΕΑΙ.} Τὸ ποῖον δή;

     {ΞΕ.} Τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα

ἀποκρίνασθαι.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Εἴ τις φαίη μὴ λέγειν μηδ’ ἀντιλέγειν, ἀλλὰ ποιεῖν

(10)καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα_

233e     {ΘΕΑΙ.} Πῶς πάντα εἶπες;

     {ΞΕ.} Τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γ’ ἡμῖν εὐθὺς ἀγνοεῖς·

τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.

     {ΘΕΑΙ.} Οὐ γὰρ οὖν.

(5)     {ΞΕ.} Λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν

τἆλλα ζῷα καὶ δένδρα.

     {ΘΕΑΙ.} Πῶς λέγεις;

     {ΞΕ.} Εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν

φαίη_

234a     {ΘΕΑΙ.} Τίνα δὴ λέγων τὴν ποίησιν; οὐ γὰρ δὴ γεωργόν

γε ἐρεῖς τινα· καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν.

     {ΞΕ.} Φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ

θεῶν καὶ τῶν ἄλλων συμπάντων· καὶ τοίνυν καὶ ταχὺ ποιή-

(5)σας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται.

     {ΘΕΑΙ.} Παιδιὰν λέγεις τινά.

     {ΞΕ.} Τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα

ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ

παιδιὰν νομιστέον;

(10)     {ΘΕΑΙ.} Πάντως που.

234b     {ΞΕ.} Παιδιᾶς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέστερον

εἶδος ἢ τὸ μιμητικόν;

     {ΘΕΑΙ.} Οὐδαμῶς· πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν

πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.

(5)     {ΞΕ.} Οὐκοῦν τόν γ’ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ

τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα

καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ

δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ

γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ

(10)δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.

234c     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τί δὲ δή; περὶ τοὺς λόγους ἆρ’ οὐ προσδοκῶμεν

εἶναί τινα ἄλλην τέχνην, ᾗ αὖ δυνατὸν [ὂν] [αὖ] τυγχάνει

τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας

(5)ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας

εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέ-

γεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντ’ εἶναι;

234d     {ΘΕΑΙ.} Τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;

     {ΞΕ.} Τοὺς πολλοὺς οὖν, ὦ Θεαίτητε, τῶν τότε ἀκουόντων

ἆρ’ οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ

προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ

(5)διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν

ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ

μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα

234eπάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν

ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων;

     {ΘΕΑΙ.} Ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. οἶμαι δὲ

καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.

(5)     {ΞΕ.} Τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ

νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν.

περὶ δ’ οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε· πότερον ἤδη τοῦτο

235aσαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, ἢ

διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς

εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων

τυγχάνει;

(5)     {ΘΕΑΙ.} Καὶ πῶς ἄν, ὦ ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς

ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις

μερῶν εἷς.

     {ΞΕ.} Γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὐ θετέον;

(10)     {ΞΕ.} Ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτ’

235bἀνεῖναι· σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ

τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε

οὐκέτ’ ἐκφεύξεται τόδε γε.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

(5)     {ΞΕ.} Τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν

τις εἷς.

     {ΘΕΑΙ.} Κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.

     {ΞΕ.} Δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλο-

ποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς

(10)ὁ σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα

235cὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι

τὴν ἄγραν· ἐὰν δ’ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ,

συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν

μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο

(5)γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω

δυναμένων μετιέναι καθ’ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.

     {ΘΕΑΙ.} Λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.

     {ΞΕ.} Κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως

235dἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς·

τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθ’ ἡμῖν οὖσα τυγχάνει,

καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.

     {ΘΕΑΙ.} Σὺ δ’ ἀλλ’ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ

(5)δύο λέγεις.

     {ΞΕ.} Μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην.

ἔστι δ’ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος

συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς

235eτούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν

τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.

     {ΘΕΑΙ.} Τί δ’; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτ’ ἐπιχειροῦσι

δρᾶν;

(5)     {ΞΕ.} Οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν

ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν

ἀληθινὴν συμμετρίαν, οἶσθ’ ὅτι σμικρότερα μὲν τοῦ δέοντος

236aτὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτ’ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν,

τὰ δ’ ἐγγύθεν ὑφ’ ἡμῶν ὁρᾶσθαι.

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Ἆρ’ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ

(5)νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς

τοῖς εἰδώλοις ἐναπεργάζονται;

     {ΘΕΑΙ.} Παντάπασί γε.

     {ΞΕ.} Τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα

καλεῖν;

(10)     {ΘΕΑΙ.} Ναί.

236b     {ΞΕ.} Καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον

ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν;

     {ΘΕΑΙ.} Κλητέον.

     {ΞΕ.} Τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ

(5)θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα

ἱκανῶς ὁρᾶν, μηδ’ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρ’

οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ

236cμέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τὴν δὴ φάντασμα ἀλλ’ οὐκ εἰκόνα ἀπεργαζομένην

τέχνην ἆρ’ οὐ φανταστικὴν ὀρθότατ’ ἂν προσαγορεύοιμεν;

(5)     {ΘΕΑΙ.} Πολύ γε.

     {ΞΕ.} Τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς,

εἰκαστικὴν καὶ φανταστικήν.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Ὃ δέ γε καὶ τότ’ ἠμφεγνόουν, [ἐν] ποτέρᾳ τὸν

(10)σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς,

236dἀλλ’ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ

καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι

καταπέφευγεν.

     {ΘΕΑΙ.} Ἔοικεν.

(5)     {ΞΕ.} Ἆρ’ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη

τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ

ταχὺ συμφῆσαι;

     {ΘΕΑΙ.} Πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας;

     {ΞΕ.} Ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ

236eσκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ

μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι

μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ

εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο

(5)φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ

237aΘεαίτητε, χαλεπόν.

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν

εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης

(5)δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ

τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ

μετὰ μέτρων_

     Οὐ γὰρ μή ποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα·

     ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήμενος εἶργε νόημα.

237bπαρ’ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων

ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν

αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.

     {ΘΕΑΙ.} Τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον

(5)ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην

τὴν ὁδὸν ἄγε.

     {ΞΕ.} Ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε· τὸ μηδαμῶς

ὂν τολμῶμέν που φθέγγεσθαι;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

(10)     {ΞΕ.} Μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλ’ εἰ σπουδῇ

237cδέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ

τοὔνομ’ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί

καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ

δεικνύναι;

(5)     {ΘΕΑΙ.} Χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ

παντάπασιν ἄπορον.

     {ΞΕ.} Ἀλλ’ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί [τι]

τὸ μὴ ὂν οὐκ οἰστέον.

     {ΘΕΑΙ.} Πῶς γὰρ ἄν;

(10)     {ΞΕ.} Οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδ’ ἐπὶ τὸ τὶ φέρων

ὀρθῶς ἄν τις φέροι.

     {ΘΕΑΙ.} Πῶς δή;

237d     {ΞΕ.} Καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ "τὶ" τοῦτο

[ῥῆμα] ἐπ’ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν,

ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων,

ἀδύνατον· ἦ γάρ;

(5)     {ΘΕΑΙ.} Ἀδύνατον.

     {ΞΕ.} Ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα

ἕν γέ τι λέγειν;

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Ἑνὸς γὰρ δὴ τό γε "τὶ" φήσεις σημεῖον εἶναι, τὸ

(10)δὲ "τινὲ" δυοῖν, τὸ δὲ "τινὲς" πολλῶν.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

237e     {ΞΕ.} Τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε,

παντάπασι μηδὲν λέγειν.

     {ΘΕΑΙ.} Ἀναγκαιότατον μὲν οὖν.

     {ΞΕ.} Ἆρ’ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον

(5)λέγειν μέν [τι], λέγειν μέντοι μηδέν, ἀλλ’ οὐδὲ λέγειν

φατέον, ὅς γ’ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι;

     {ΘΕΑΙ.} Τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι.

238a     {ΞΕ.} <Μήπω μέγ’ εἴπῃς>· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ

ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ

αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.

     {ΘΕΑΙ.} Πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.

(5)     {ΞΕ.} Τῷ μὲν ὄντι που προσγένοιτ’ ἄν τι τῶν ὄντων ἕτερον.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι

φήσομεν δυνατὸν εἶναι;

     {ΘΕΑΙ.} Καὶ πῶς;

(10)     {ΞΕ.} Ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.

238b     {ΘΕΑΙ.} Εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.

     {ΞΕ.} Μὴ τοίνυν μηδ’ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος

μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.

     {ΘΕΑΙ.} Οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς

(5)φησιν ὁ λόγος.

     {ΞΕ.} Πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ

καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν

χωρὶς ἀριθμοῦ;

     {ΘΕΑΙ.} Λέγε πῇ;

(10)     {ΞΕ.} Μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος

238cἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;

     {ΘΕΑΙ.} Σαφέστατά γε.

(5)     {ΞΕ.} Καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν

ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.

     {ΘΕΑΙ.} Λέγεις ἀληθέστατα.

     {ΞΕ.} Συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς

οὔτ’ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθ’ αὑτό, ἀλλ’

(10)ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

238d     {ΞΕ.} Ἆρ’ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν

ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;

     {ΘΕΑΙ.} Τίνα δή;

     {ΞΕ.} Ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι

(5)καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως,

ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν

αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;

     {ΘΕΑΙ.} Πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.

     {ΞΕ.} Οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν

238eγὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν

μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν

γὰρ φημί. συνίης τοι.

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε

αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ;

     {ΘΕΑΙ.} Συνέπομαι. πῶς γὰρ οὔ;

     {ΞΕ.} Οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία

239aτοῖς πρόσθεν ἔλεγον;

     {ΘΕΑΙ.} Φαίνῃ.

     {ΞΕ.} Τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον

ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς

ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν <αὐτὸ>

(10)καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν

προσαγορεύοιτο.

     {ΘΕΑΙ.} Παντάπασί γε.

239b     {ΞΕ.} Τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ

πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος

ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ

σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλ’ εἶα δὴ νῦν

(5)ἐν σοὶ σκεψώμεθα.

     {ΘΕΑΙ.} Πῶς φῄς;

     {ΞΕ.} Ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα

δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε

πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν

(10)φθέγξασθαί τι περὶ αὐτοῦ.

239c     {ΘΕΑΙ.} Πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία

τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθ’ ὁρῶν πάσχοντα αὐτὸς

ἐπιχειροίην.

     {ΞΕ.} Ἀλλ’ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως

(5)δ’ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου

λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς

τόπον καταδέδυκεν.

     {ΘΕΑΙ.} Καὶ μάλα δὴ φαίνεται.

     {ΞΕ.} Τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν

239dτέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβα-

νόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν

εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν

εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ

(5)νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.

     {ΘΕΑΙ.} Δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ

κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα

καὶ τἆλλα ὅσα που τοιαῦτ’ ἔσθ’ ἕτερα.

239e     {ΞΕ.} Φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.

     {ΘΕΑΙ.} Πῶς;

(5)     {ΞΕ.} Τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατό-

πτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων,

ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα

240aοὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δ’ ἐκ τῶν

λόγων ἐρωτήσει σε μόνον.

     {ΘΕΑΙ.} Ποῖον;

     {ΞΕ.} Τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ

(5)προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν

ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.

     {ΘΕΑΙ.} Τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν

γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;

     {ΞΕ.} Ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ

240bτοιοῦτον εἶπες;

     {ΘΕΑΙ.} Οὐδαμῶς ἀληθινόν γε, ἀλλ’ ἐοικὸς μέν.

     {ΞΕ.} Ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;

     {ΘΕΑΙ.} Οὕτως.

(5)     {ΞΕ.} Τί δέ; τὸ μὴ ἀληθινὸν ἆρ’ ἐναντίον ἀληθοῦς;

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Οὐκ ὄντως [οὐκ] ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό

γε μὴ ἀληθινὸν ἐρεῖς.

     {ΘΕΑΙ.} Ἀλλ’ ἔστι γε μήν πως.

(10)     {ΞΕ.} Οὔκουν ἀληθῶς γε, φῄς.

     {ΘΕΑΙ.} Οὐ γὰρ οὖν· πλήν γ’ εἰκὼν ὄντως.

     {ΞΕ.} Οὐκ ὂν ἄρα [οὐκ] ὄντως ἐστὶν ὄντως ἣν λέγομεν

εἰκόνα;

240c     {ΘΕΑΙ.} Κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν

τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.

     {ΞΕ.} Πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ

τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν

(5)ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.

     {ΘΕΑΙ.} Ὁρῶ καὶ μάλα.

     {ΞΕ.} Τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν

αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;

     {ΘΕΑΙ.} Πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;

240d     {ΞΕ.} Ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ

τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ

δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης,

ἢ τί ποτ’ ἐροῦμεν;

(5)     {ΘΕΑΙ.} Τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν;

     {ΞΕ.} Ψευδὴς δ’ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξά-

ζουσα, ἢ πῶς;

     {ΘΕΑΙ.} Οὕτως· τἀναντία.

     {ΞΕ.} Λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;

(10)     {ΘΕΑΙ.} Ἀνάγκη.

240e     {ΞΕ.} Πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως

εἶναι τὰ μηδαμῶς ὄντα;

     {ΘΕΑΙ.} Εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί

ποτέ τίς τι καὶ κατὰ βραχύ.

(5)     {ΞΕ.} Τί δ’; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα

δοξάζεται;

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ τοῦτο δὴ ψεῦδος;

     {ΘΕΑΙ.} Καὶ τοῦτο.

(10)     {ΞΕ.} Καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθή-

241aσεται τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.

     {ΘΕΑΙ.} Πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;

     {ΞΕ.} Σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει.

ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν

(5)[ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα] προς-

διωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν,

ὦ Θεαίτητε, ἃ λέγει;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει

λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν

241bἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προς-

άπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους

νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.

     {ΞΕ.} Ὀρθῶς ἀπεμνημόνευσας. ἀλλ’ ὅρα δὴ [βουλεύεσθαι]

(5)τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ

ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ

γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.

     {ΘΕΑΙ.} Καὶ μάλα.

     {ΞΕ.} Μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν

241cὡς ἔπος εἰπεῖν ἀπεράντων.

     {ΘΕΑΙ.} Ἀδύνατόν γ’ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν

ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.

     {ΞΕ.} Τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;

(5)     {ΘΕΑΙ.} Οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν

οἷοί τ’ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.

     {ΞΕ.} Ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγα-

πήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως

ἰσχυροῦ λόγου;

(10)     {ΘΕΑΙ.} Πῶς γὰρ οὐχ ἕξω;

241d     {ΞΕ.} Τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.

     {ΘΕΑΙ.} Τί δή;

(5)     {ΞΕ.} Τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν

ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς

ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.

     {ΘΕΑΙ.} Φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.

     {ΞΕ.} Πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυ-

241eφλῷ; τούτων γὰρ μήτ’ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ

ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης,

εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων

αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ κατα-

(5)γέλαστος εἶναι τά [γ’] ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.

     {ΘΕΑΙ.} Ἀληθέστατα.

242a     {ΞΕ.} Διὰ ταῦτα μέντοι τολμητέον ἐπιτίθεσθαι τῷ πα-

τρικῷ λόγῳ νῦν, ἢ τὸ παράπαν ἐατέον, εἰ τοῦτό τις εἴργει

δρᾶν ὄκνος.

     {ΘΕΑΙ.} Ἀλλ’ ἡμᾶς τοῦτό γε μηδὲν μηδαμῇ εἴρξῃ.

(5)     {ΞΕ.} Τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι.

     {ΘΕΑΙ.} Λέγε μόνον.

     {ΞΕ.} Εἶπόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταῦτ’

ἔλεγχον ἀεί τε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νῦν.

     {ΘΕΑΙ.} Εἶπες.

(10)     {ΞΕ.} Φοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταῦτά σοι

μανικὸς εἶναι δόξω παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω καὶ

242bκάτω. σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησόμεθα,

ἐάνπερ ἐλέγχωμεν.

     {ΘΕΑΙ.} Ὡς τοίνυν ἔμοιγε μηδαμῇ δόξων μηδὲν πλημ-

μελεῖν, ἂν ἐπὶ τὸν ἔλεγχον τοῦτον καὶ τὴν ἀπόδειξιν ἴῃς,

(5)θαρρῶν ἴθι τούτου γε ἕνεκα.

     {ΞΕ.} Φέρε δή, τίνα ἀρχήν τις ἂν ἄρξαιτο παρακινδυνευ-

τικοῦ λόγου; δοκῶ μὲν γὰρ τήνδ’, ὦ παῖ, τὴν ὁδὸν ἀναγκαιο-

τάτην ἡμῖν εἶναι τρέπεσθαι.

     {ΘΕΑΙ.} Ποίαν δή;

(10)     {ΞΕ.} Τὰ δοκοῦντα νῦν ἐναργῶς ἔχειν ἐπισκέψασθαι πρῶ-

242cτον μή πῃ τεταραγμένοι μὲν ὦμεν περὶ ταῦτα, ῥᾳδίως δ’

ἀλλήλοις ὁμολογῶμεν ὡς εὐκρινῶς ἔχοντες.

     {ΘΕΑΙ.} Λέγε σαφέστερον ὃ λέγεις.

     {ΞΕ.} Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ

(5)πᾶς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι

πόσα τε καὶ ποῖά ἐστιν.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν

ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις

242dἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους

τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ

ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοι-

κίζει τε αὐτὰ καὶ ἐκδίδωσι· τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος,

(5)ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος

τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες

δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμ-

242eπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά

τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον

γὰρ ἀεὶ συμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν·

αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν,

(5)ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’

243aἈφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός

τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε,

χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς

ἀνδράσιν ἐπιτιμᾶν· ἐκεῖνο δὲ ἀνεπίφθονον ἀποφήνασθαι_

(5)     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ὅτι λίαν τῶν πολλῶν ἡμῶν ὑπεριδόντες ὠλιγώρησαν·

οὐδὲν γὰρ φροντίσαντες εἴτ’ ἐπακολουθοῦμεν αὐτοῖς λέγουσιν

243bεἴτε ἀπολειπόμεθα, περαίνουσι τὸ σφέτερον αὐτῶν ἕκαστοι.

     {ΘΕΑΙ.} Πῶς λέγεις;

     {ΞΕ.} Ὅταν τις αὐτῶν φθέγξηται λέγων ὡς ἔστιν ἢ

γέγονεν ἢ γίγνεται πολλὰ ἢ ἓν ἢ δύο, καὶ θερμὸν αὖ ψυχρῷ

(5)συγκεραννύμενον, ἄλλοθί πῃ διακρίσεις καὶ συγκρίσεις ὑπο-

τιθείς, τούτων, ὦ Θεαίτητε, ἑκάστοτε σύ τι πρὸς θεῶν

συνίης ὅτι λέγουσιν; ἐγὼ μὲν γὰρ ὅτε μὲν ἦν νεώτερος,

τοῦτό τε τὸ νῦν ἀπορούμενον ὁπότε τις εἴποι, τὸ μὴ ὄν,

ἀκριβῶς ᾤμην συνιέναι. νῦν δὲ ὁρᾷς ἵν’ ἐσμὲν αὐτοῦ πέρι

(10)τῆς ἀπορίας.

243c     {ΘΕΑΙ.} Ὁρῶ.

     {ΞΕ.} Τάχα τοίνυν ἴσως οὐχ ἧττον κατὰ τὸ ὂν ταὐτὸν

τοῦτο πάθος εἰληφότες ἐν τῇ ψυχῇ περὶ μὲν τοῦτο εὐπορεῖν

φαμεν καὶ μανθάνειν ὁπόταν τις αὐτὸ φθέγξηται, περὶ δὲ

(5)θάτερον οὔ, πρὸς ἀμφότερα ὁμοίως ἔχοντες.

     {ΘΕΑΙ.} Ἴσως.

     {ΞΕ.} Καὶ περὶ τῶν ἄλλων δὴ τῶν προειρημένων ἡμῖν

ταὐτὸν τοῦτο εἰρήσθω.

     {ΘΕΑΙ.} Πάνυ γε.

(10)     {ΞΕ.} Τῶν μὲν τοίνυν πολλῶν πέρι καὶ μετὰ τοῦτο σκεψό-

243dμεθ’, ἂν δόξῃ, περὶ δὲ τοῦ μεγίστου τε καὶ ἀρχηγοῦ πρώτου

νῦν σκεπτέον.

     {ΘΕΑΙ.} Τίνος δὴ λέγεις; ἢ δῆλον ὅτι τὸ ὂν φῂς πρῶτον

δεῖν διερευνήσασθαι τί ποθ’ οἱ λέγοντες αὐτὸ δηλοῦν

(5)ἡγοῦνται;

     {ΞΕ.} Κατὰ πόδα γε, ὦ Θεαίτητε, ὑπέλαβες. λέγω γὰρ

δὴ ταύτῃ δεῖν ποιεῖσθαι τὴν μέθοδον ἡμᾶς, οἷον αὐτῶν

παρόντων ἀναπυνθανομένους ὧδε· "Φέρε, ὁπόσοι θερμὸν

καὶ ψυχρὸν ἤ τινε δύο τοιούτω τὰ πάντ’ εἶναί φατε, τί ποτε

243eἄρα τοῦτ’ ἐπ’ ἀμφοῖν φθέγγεσθε, λέγοντες ἄμφω καὶ ἑκάτερον

εἶναι; τί τὸ εἶναι τοῦτο ὑπολάβωμεν ὑμῶν; πότερον τρίτον

παρὰ τὰ δύο ἐκεῖνα, καὶ τρία τὸ πᾶν ἀλλὰ μὴ δύο ἔτι καθ’

ὑμᾶς τιθῶμεν; οὐ γάρ που τοῖν γε δυοῖν καλοῦντες θάτερον

(5)ὂν ἀμφότερα ὁμοίως εἶναι λέγετε· σχεδὸν γὰρ ἂν ἀμφοτέρως

ἕν, ἀλλ’ οὐ δύο εἴτην."

     {ΘΕΑΙ.} Ἀληθῆ λέγεις.

     {ΞΕ.} "Ἀλλ’ ἆρά γε τὰ ἄμφω βούλεσθε καλεῖν ὄν;"

     {ΘΕΑΙ.} Ἴσως.

244a     {ΞΕ.} "Ἀλλ’, ὦ φίλοι," φήσομεν, "κἂν οὕτω τὰ δύο

λέγοιτ’ ἂν σαφέστατα ἕν."

     {ΘΕΑΙ.} Ὀρθότατα εἴρηκας.

     {ΞΕ.} "Ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ

(5)ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν

ὂν φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι

γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δ’ ἠπορή-

καμεν. διδάσκετε οὖν πρῶτον τοῦτ’ αὐτὸ ἡμᾶς, ἵνα μὴ

δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρ’ ὑμῶν, τὸ δὲ

244bτούτου γίγνηται πᾶν τοὐναντίον." ταῦτα δὴ λέγοντές τε

καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι

πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, ὦ παῖ, τὶ πλημ-

μελήσομεν;

(5)     {ΘΕΑΙ.} Ἥκιστά γε.

     {ΞΕ.} Τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρ’ οὐ

πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τόδε τοίνυν ἀποκρινέσθων. "Ἕν πού φατε μόνον

(10)εἶναι;" _ "Φαμὲν γάρ," φήσουσιν. ἦ γάρ;

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} "Τί δέ; ὂν καλεῖτέ τι;"

     {ΘΕΑΙ.} Ναί.

244c     {ΞΕ.} "Πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν

ὀνόμασιν, ἢ πῶς;"

     {ΘΕΑΙ.} Τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτ’, ὦ ξένε, ἀπόκρισις;

     {ΞΕ.} Δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν

(5)ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν

οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον

πλὴν ἓν καταγέλαστόν που.

(10)     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς

244dἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει

πού τινε.

(5)     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, ἢ μηδενὸς

ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει,

συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ

οὐδενὸς ὄν.

(10)     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ τοῦ ὀνόματος αὖ

τὸ ἓν ὄν.

     {ΘΕΑΙ.} Ἀνάγκη.

     {ΞΕ.} Τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν

(15)φήσουσι τούτῳ;

244e     {ΘΕΑΙ.} Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν;

     {ΞΕ.} Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει,

          Πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,

          μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον

(5)          οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ,

τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ

ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς;

     {ΘΕΑΙ.} Οὕτως.

245a     {ΞΕ.} Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς

ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ

πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι.

     {ΘΕΑΙ.} Τί δ’ οὔ;

(5)     {ΞΕ.} Τὸ δὲ πεπονθὸς ταῦτα ἆρ’ οὐκ ἀδύνατον αὐτό γε τὸ

ἓν αὐτὸ εἶναι;

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Ἀμερὲς δήπου δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ

τὸν ὀρθὸν λόγον εἰρῆσθαι.

(10)     {ΘΕΑΙ.} Δεῖ γὰρ οὖν.

245b     {ΞΕ.} Τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμ-

φωνήσει τῷ [ὅλῳ] λόγῳ.

     {ΘΕΑΙ.} Μανθάνω.

     {ΞΕ.} Πότερον δὴ πάθος ἔχον τὸ ὂν τοῦ ἑνὸς οὕτως ἕν τε

(5)ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν;

     {ΘΕΑΙ.} Χαλεπὴν προβέβληκας αἵρεσιν.

     {ΞΕ.} Ἀληθέστατα μέντοι λέγεις. πεπονθός τε γὰρ τὸ

ὂν ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα

δὴ τὰ πάντα ἑνὸς ἔσται.

(10)     {ΘΕΑΙ.} Ναί.

245c     {ΞΕ.} Καὶ μὴν ἐάν γε τὸ ὂν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι

τὸ ὑπ’ ἐκείνου πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ

συμβαίνει.

     {ΘΕΑΙ.} Πάνυ γε.

(5)     {ΞΕ.} Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον

οὐκ ὂν ἔσται τὸ ὄν.

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦ τε

ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.

(10)     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτά τε

245dταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μηδ’ ἂν γενέσθαι

ποτὲ ὄν.

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον· ὥστε οὔτε οὐσίαν

(5)οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν [τὸ ἓν ἢ] τὸ ὅλον

ἐν τοῖς οὖσι μὴ τιθέντα.

     {ΘΕΑΙ.} Παντάπασιν ἔοικε ταῦθ’ οὕτως ἔχειν.

     {ΞΕ.} Καὶ μὴν οὐδ’ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι·

ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν ᾖ, τοσοῦτον ὅλον ἀναγκαῖον

(10)αὐτὸ εἶναι.

     {ΘΕΑΙ.} Κομιδῇ γε.

     {ΞΕ.} Καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον

245eεἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι

λέγοντι.

     {ΘΕΑΙ.} Δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα· συν-

άπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον

(5)περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.

     {ΞΕ.} Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι

καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω·

τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν’ ἐκ πάντων ἴδωμεν

246aὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτ’

ἔστιν.

     {ΘΕΑΙ.} Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

     {ΞΕ.} Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις

(5)εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα

ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμ-

βάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρί-

(10)ζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν

246bτινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ

τίς [τι] φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ

παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

     {ΘΕΑΙ.} Ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ

(5)τούτων συχνοῖς προσέτυχον.

     {ΞΕ.} Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα

εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα

καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι·

τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπ’ αὐτῶν ἀλήθειαν

246cκατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντ’ οὐσίας

φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα

ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ συνέστηκεν.

     {ΘΕΑΙ.} Ἀληθῆ.

(5)     {ΞΕ.} Παρ’ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν

λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.

     {ΘΕΑΙ.} Πῶς οὖν δὴ ληψόμεθα;

     {ΞΕ.} Παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον,

ἡμερώτεροι γάρ· παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων

246dβίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλ’ ὧδέ

μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους

(5)αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν,

ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρί-

νασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον

ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ

τἀληθὲς ζητοῦμεν.

246e     {ΘΕΑΙ.} Ὀρθότατα.

     {ΞΕ.} Κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί

σοι, καὶ τὸ λεχθὲν παρ’ αὐτῶν ἀφερμήνευε.

     {ΘΕΑΙ.} Ταῦτ’ ἔσται.

(5)     {ΞΕ.} Λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;

     {ΘΕΑΙ.} Πάνυ γε.

     {ΞΕ.} Τιθέντες τι τῶν ὄντων ψυχήν;

247a     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν

φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;

     {ΘΕΑΙ.} Τί μήν;

(5)     {ΞΕ.} Ἀλλ’ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην

αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;

     {ΘΕΑΙ.} Ναί, καὶ ταῦτα σύμφασιν.

     {ΞΕ.} Ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ

ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.

(10)     {ΘΕΑΙ.} Φασὶ μὲν οὖν.

247b     {ΞΕ.} Οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς

ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ

ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι

αὐτῶν ἢ πάντα ἀόρατα;

(5)     {ΘΕΑΙ.} Σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.

     {ΞΕ.} Τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;

     {ΘΕΑΙ.} Τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ

τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι,

φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύ-

247cνονται τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ

πάντ’ εἶναι σώματα διισχυρίζεσθαι.

     {ΞΕ.} Σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν

ἇνδρες· ἐπεὶ τούτων οὐδ’ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν

(5)σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντ’ ἂν πᾶν ὃ μὴ

δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ

παράπαν ἐστίν.

     {ΘΕΑΙ.} Σχεδὸν οἷα διανοοῦνται λέγεις.

     {ΞΕ.} Πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς· εἰ γάρ τι καὶ

247dσμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ.

τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπ’ ἐκείνοις ὅσα ἔχει σῶμα

συμφυὲς γεγονός, εἰς ὃ βλέποντες ἀμφότερα εἶναι λέγουσι,

τοῦτο αὐτοῖς ῥητέον. τάχ’ οὖν ἴσως ἂν ἀποροῖεν· εἰ δή

(5)τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρ’

ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδ’ εἶναι τὸ ὄν.

     {ΘΕΑΙ.} Τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.

     {ΞΕ.} Λέγω δὴ τὸ καὶ ὁποιανοῦν [τινα] κεκτημένον δύναμιν

247eεἴτ’ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτ’ εἰς τὸ παθεῖν

καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ,

πᾶν τοῦτο ὄντως εἶναι· τίθεμαι γὰρ ὅρον [ὁρίζειν] τὰ ὄντα

ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.

(5)     {ΘΕΑΙ.} Ἀλλ’ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι

τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.

     {ΞΕ.} Καλῶς· ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖν τε καὶ τούτοις

248aἕτερον ἂν φανείη. πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν ἐνταῦθα

μενέτω συνομολογηθέν.

     {ΘΕΑΙ.} Μένει.

     {ΞΕ.} Πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν φίλους·

(5)σὺ δ’ ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.

     {ΘΕΑΙ.} Ταῦτ’ ἔσται.

     {ΞΕ.} Γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε;

ἦ γάρ;

     {ΘΕΑΙ.} Ναί.

(10)     {ΞΕ.} Καὶ σώματι μὲν ἡμᾶς γενέσει δι’ αἰσθήσεως κοι-

νωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν,

ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε

ἄλλως.

248b     {ΘΕΑΙ.} Φαμὲν γὰρ οὖν.

     {ΞΕ.} Τὸ δὲ δὴ κοινωνεῖν, ὦ πάντων ἄριστοι, τί τοῦθ’ ὑμᾶς

ἐπ’ ἀμφοῖν λέγειν φῶμεν; ἆρ’ οὐ τὸ νυνδὴ παρ’ ἡμῶν ῥηθέν;

     {ΘΕΑΙ.} Τὸ ποῖον;

(5)     {ΞΕ.} Πάθημα ἢ ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν πρὸς

ἄλληλα συνιόντων γιγνόμενον. τάχ’ οὖν, ὦ Θεαίτητε, αὐτῶν

τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεις, ἐγὼ δὲ ἴσως

διὰ συνήθειαν.

     {ΘΕΑΙ.} Τίν’ οὖν δὴ λέγουσι λόγον;

248c     {ΞΕ.} Οὐ συγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς

γηγενεῖς οὐσίας πέρι.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ

(5)ἡ τοῦ πάσχειν ἢ δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις;

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Πρὸς δὴ ταῦτα τόδε λέγουσιν, ὅτι γενέσει μὲν

μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δυνάμεως, πρὸς δὲ οὐσίαν

τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.

(10)     {ΘΕΑΙ.} Οὐκοῦν λέγουσί τι;

     {ΞΕ.} Πρὸς ὅ γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρ’ αὐτῶν

248dἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν

γιγνώσκειν, τὴν δ’ οὐσίαν γιγνώσκεσθαι.

     {ΘΕΑΙ.} Φασὶ μὴν τοῦτό γε.

     {ΞΕ.} Τί δέ; τὸ γιγνώσκειν ἢ τὸ γιγνώσκεσθαί φατε

(5)ποίημα ἢ πάθος ἢ ἀμφότερον; ἢ τὸ μὲν πάθημα, τὸ δὲ

θάτερον; ἢ παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μετα-

λαμβάνειν;

     {ΘΕΑΙ.} Δῆλον ὡς οὐδέτερον οὐδετέρου· τἀναντία γὰρ ἂν

τοῖς ἔμπροσθεν λέγοιεν.

(10)     {ΞΕ.} Μανθάνω· τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται

248eποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν.

τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς

γνώσεως, καθ’ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ

τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.

(5)     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ

ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς

249aὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν

καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;

     {ΘΕΑΙ.} Δεινὸν μεντἄν, ὦ ξένε, λόγον συγχωροῖμεν.

     {ΞΕ.} Ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;

(5)     {ΘΕΑΙ.} Καὶ πῶς;

     {ΞΕ.} Ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντ’ αὐτῷ λέγομεν, οὐ

μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;

     {ΘΕΑΙ.} Καὶ τίν’ ἂν ἕτερον ἔχοι τρόπον;

     {ΞΕ.} Ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν [ἔχειν],

(10)ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;

249b     {ΘΕΑΙ.} Πάντα ἔμοιγε ἄλογα ταῦτ’ εἶναι φαίνεται.

     {ΞΕ.} Καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς

ὄντα.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

(5)     {ΞΕ.} Συμβαίνει δ’ οὖν, ὦ Θεαίτητε, ἀκινήτων τε ὄντων

νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντ’ εἶναι

συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων

(10)ἐξαιρήσομεν.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ

249cσοι χωρὶς στάσεως γενέσθαι ποτ’ ἄν;

     {ΘΕΑΙ.} Οὐδαμῶς.

     {ΞΕ.} Τί δ’; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα ἢ γενόμενον

ἂν καὶ ὁπουοῦν;

(5)     {ΘΕΑΙ.} Ἥκιστα.

     {ΞΕ.} Καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς

ἂν ἐπιστήμην ἢ φρόνησιν ἢ νοῦν ἀφανίζων ἰσχυρίζηται περί

τινος ὁπῃοῦν.

     {ΘΕΑΙ.} Σφόδρα γε.

(10)     {ΞΕ.} Τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα,

ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν ἢ καὶ τὰ πολλὰ

249dεἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε αὖ

πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ

κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ

ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.

(5)     {ΘΕΑΙ.} Ἀληθέστατα.

     {ΞΕ.} Τί οὖν; ἆρ’ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειλη-

φέναι τῷ λόγῳ τὸ ὄν;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Βαβαὶ μέντ’ ἂν ἄρα, ὦ Θεαίτητε, ὥς μοι δοκοῦμεν

(10)νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.

249e     {ΘΕΑΙ.} Πῶς αὖ καὶ τί τοῦτ’ εἴρηκας;

     {ΞΕ.} Ὦ μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ

τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν

αὐτοῖς;

(5)     {ΘΕΑΙ.} Ἐμοὶ γοῦν· ὅπῃ δ’ αὖ λελήθαμεν οὕτως ἔχοντες,

οὐ πάνυ συνίημι.

     {ΞΕ.} Σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες

250aδικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς

λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.

     {ΘΕΑΙ.} Ποῖα; ὑπόμνησόν με.

     {ΞΕ.} Πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο

(5)ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ

προΐωμεν.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Εἶεν δή, κίνησιν καὶ στάσιν ἆρ’ οὐκ ἐναντιώτατα

λέγεις ἀλλήλοις;

(10)     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ

ἑκάτερον;

250b     {ΘΕΑΙ.} Φημὶ γὰρ οὖν.

     {ΞΕ.} Ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν

εἶναι συγχωρῇς;

     {ΘΕΑΙ.} Οὐδαμῶς.

(5)     {ΞΕ.} Ἀλλ’ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;

     {ΘΕΑΙ.} Καὶ πῶς;

     {ΞΕ.} Τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς,

ὡς ὑπ’ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην,

συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν,

(10)οὕτως εἶναι προσεῖπας ἀμφότερα;

250c     {ΘΕΑΙ.} Κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί

τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.

     {ΞΕ.} Οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ

ὂν ἀλλ’ ἕτερον δή τι τούτων.

(5)     {ΘΕΑΙ.} Ἔοικεν.

     {ΞΕ.} Κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε

κινεῖται.

     {ΘΕΑΙ.} Σχεδόν.

     {ΞΕ.} Ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον

(10)ἐναργές τι περὶ αὐτοῦ παρ’ ἑαυτῷ βεβαιώσασθαι;

     {ΘΕΑΙ.} Ποῖ γάρ;

     {ΞΕ.} Οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ

250dκινεῖται, πῶς οὐχ ἕστηκεν; ἢ τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ

αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων

ἀναπέφανται. ἦ δυνατὸν οὖν τοῦτο;

     {ΘΕΑΙ.} Πάντων μὲν οὖν ἀδυνατώτατον.

(5)     {ΞΕ.} Τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφ’ ὅτι

ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

250e     {ΞΕ.} Μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ

τὸ ὄν;

     {ΘΕΑΙ.} Ἐμοὶ μέν, ὦ ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι

φαινόμεθα.

(5)     {ΞΕ.} Τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον·

ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλή-

φατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε

ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως

251aἀναφαίνεσθαι· καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν

γοῦν λόγον ὅπῃπερ ἂν οἷοί τε ὦμεν εὐπρεπέστατα διωσόμεθα

οὕτως ἀμφοῖν ἅμα.

     {ΘΕΑΙ.} Καλῶς.

(5)     {ΞΕ.} Λέγωμεν δὴ καθ’ ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι

ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.

     {ΘΕΑΙ.} Οἷον δὴ τί; παράδειγμα εἰπέ.

     {ΞΕ.} Λέγομεν ἄνθρωπον δήπου πόλλ’ ἄττα ἐπονομάζοντες,

τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη

(10)καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον

251bἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα

ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον

ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.

     {ΘΕΑΙ.} Ἀληθῆ λέγεις.

(5)     {ΞΕ.} Ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς

ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν· εὐθὺς γὰρ ἀντιλαβέσθαι

παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν

πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν

251cἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον

ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι,

πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις

ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ

(5)τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις

τοῦτο αὐτὸ ἀνηυρηκέναι.

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς

251dπώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς

τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα,

τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.

     {ΘΕΑΙ.} Τὰ ποῖα δή;

(5)     {ΞΕ.} Πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προς-

άπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλ’ ὡς ἄμεικτα ὄντα

καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρ’

ἡμῖν λόγοις τιθῶμεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς

δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων,

251eὦ Θεαίτητε, τί ποτ’ ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;

     {ΘΕΑΙ.} Ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα

ἀποκρίνασθαι.

     {ΞΕ.} Τί οὖν οὐ καθ’ ἓν ἀποκρινόμενος ἐφ’ ἑκάστου τὰ

(5)συμβαίνοντα ἐσκέψω;

     {ΘΕΑΙ.} Καλῶς λέγεις.

     {ΞΕ.} Καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον

μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν.

οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;

252a     {ΘΕΑΙ.} Οὐ γὰρ οὖν.

     {ΞΕ.} Τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοι-

νωνοῦν;

     {ΘΕΑΙ.} Οὐκ ἔσται.

(5)     {ΞΕ.} Ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα

γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν

ὡς ἓν ἱστάντων καὶ ὅσοι κατ’ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ

ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί· πάντες γὰρ οὗτοι τό γε

εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ

(10)ὄντως ἑστηκότ’ εἶναι.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

252b     {ΞΕ.} Καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα,

τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς

πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντι-

θέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον,

(5)ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν,

εἴπερ μηδεμία ἔστι σύμμειξις.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα

μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος

(10)ἑτέρου θάτερον προσαγορεύειν.

252c     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Τῷ τε "<εἶναί>" που περὶ πάντα ἀναγκάζονται

χρῆσθαι καὶ τῷ "<χωρὶς>" καὶ τῷ "<τῶν ἄλλων>" καὶ τῷ

"<καθ’ αὑτὸ>" καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες

(5)εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων

δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν

τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγ-

γόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ

πορεύονται.

252d     {ΘΕΑΙ.} Κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.

     {ΞΕ.} Τί δ’, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν

ἐπικοινωνίας;

     {ΘΕΑΙ.} Τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.

(5)     {ΞΕ.} Πῶς;

     {ΘΕΑΙ.} Ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτ’ ἂν καὶ

στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπ’

ἀλλήλοιν.

     {ΞΕ.} Ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις

(10)ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τὸ τρίτον δὴ μόνον λοιπόν.

     {ΘΕΑΙ.} Ναί.

252e     {ΞΕ.} Καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ

μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.

(5)     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν

τῶν τριῶν θήσει.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δ’ οὔ, σχεδὸν

253aοἷον τὰ γράμματα πεπονθότ’ ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ

μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον

(5)δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν

ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.

     {ΘΕΑΙ.} Καὶ μάλα γε.

     {ΞΕ.} Πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἢ

τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό;

(10)     {ΘΕΑΙ.} Τέχνης.

     {ΞΕ.} Ποίας;

     {ΘΕΑΙ.} Τῆς γραμματικῆς.

253b     {ΞΕ.} Τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους

ἆρ’ οὐχ οὕτως; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ

τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς ἄμουσος;

     {ΘΕΑΙ.} Οὕτως.

(5)     {ΞΕ.} Καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν

τοιαῦτα εὑρήσομεν ἕτερα.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τί δ’; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ

μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρ’ οὐ μετ’ ἐπιστήμης τινὸς

(10)ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα

δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα

253cοὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντ’ ἄττ’ αὔτ’

ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς

διαιρέσεσιν, εἰ δι’ ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;

     {ΘΕΑΙ.} Πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως

(5)τῆς μεγίστης;

     {ΞΕ.} Τίν’ οὖν αὖ [νῦν] προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην;

ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες

ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον

ἀνηυρηκέναι τὸν φιλόσοφον;

(10)     {ΘΕΑΙ.} Πῶς λέγεις;

253d     {ΞΕ.} Τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος

ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκ-

τικῆς φήσομεν ἐπιστήμης εἶναι;

     {ΘΕΑΙ.} Ναί, φήσομεν.

(5)     {ΞΕ.} Οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ

πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρίς, πάντῃ διατεταμένην

ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς

ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ δι’ ὅλων πολλῶν ἐν ἑνὶ

συνημμένην, καὶ πολλὰς χωρὶς πάντῃ διωρισμένας· τοῦτο δ’

253eἔστιν, ᾗ τε κοινωνεῖν ἕκαστα δύναται καὶ ὅπῃ μή, διακρίνειν

κατὰ γένος ἐπίστασθαι.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

     {ΞΕ.} Ἀλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλῳ δώ-

(5)σεις, ὡς ἐγᾦμαι, πλὴν τῷ καθαρῶς τε καὶ δικαίως φιλο-

σοφοῦντι.

     {ΘΕΑΙ.} Πῶς γὰρ ἂν ἄλλῳ δοίη τις;

     {ΞΕ.} Τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ καὶ νῦν

καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν χαλεπὸν

254aἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον ἥ τε τοῦ σοφιστοῦ

χαλεπότης ἥ τε τούτου.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Ὁ μὲν ἀποδιδράσκων εἰς τὴν τοῦ μὴ ὄντος σκοτει-

(5)νότητα, τριβῇ προσαπτόμενος αὐτῆς, διὰ τὸ σκοτεινὸν τοῦ

τόπου κατανοῆσαι χαλεπός· ἦ γάρ;

     {ΘΕΑΙ.} Ἔοικεν.

     {ΞΕ.} Ὁ δέ γε φιλόσοφος, τῇ τοῦ ὄντος ἀεὶ διὰ λογισμῶν

προσκείμενος ἰδέᾳ, διὰ τὸ λαμπρὸν αὖ τῆς χώρας οὐδαμῶς

(10)εὐπετὴς ὀφθῆναι· τὰ γὰρ τῆς τῶν πολλῶν ψυχῆς ὄμματα

254bκαρτερεῖν πρὸς τὸ θεῖον ἀφορῶντα ἀδύνατα.

     {ΘΕΑΙ.} Καὶ ταῦτα εἰκὸς οὐχ ἧττον ἐκείνων οὕτως ἔχειν.

     {ΞΕ.} Οὐκοῦν περὶ μὲν τούτου καὶ τάχα ἐπισκεψόμεθα

σαφέστερον, ἂν ἔτι βουλομένοις ἡμῖν ᾖ· περὶ δὲ τοῦ σοφιστοῦ

(5)που δῆλον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανῶς αὐτὸν θεασώμεθα.

     {ΘΕΑΙ.} Καλῶς εἶπες.

     {ΞΕ.} Ὅτ’ οὖν δὴ τὰ μὲν ἡμῖν τῶν γενῶν ὡμολόγηται

κοινωνεῖν ἐθέλειν ἀλλήλοις, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπ’ ὀλίγον,

τὰ δ’ ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν κωλύειν τοῖς

254cπᾶσι κεκοινωνηκέναι, τὸ δὴ μετὰ τοῦτο συνεπισπώμεθα τῷ

λόγῳ τῇδε σκοποῦντες, μὴ περὶ πάντων τῶν εἰδῶν, ἵνα μὴ

ταραττώμεθα ἐν πολλοῖς, ἀλλὰ προελόμενοι τῶν μεγίστων

λεγομένων ἄττα, πρῶτον μὲν ποῖα ἕκαστά ἐστιν, ἔπειτα

(5)κοινωνίας ἀλλήλων πῶς ἔχει δυνάμεως, ἵνα τό τε ὂν καὶ

μὴ ὂν εἰ μὴ πάσῃ σαφηνείᾳ δυνάμεθα λαβεῖν, ἀλλ’ οὖν

λόγου γε ἐνδεεῖς μηδὲν γιγνώμεθα περὶ αὐτῶν, καθ’ ὅσον

ὁ τρόπος ἐνδέχεται τῆς νῦν σκέψεως, ἐὰν ἄρα ἡμῖν πῃ

254dπαρεικάθῃ τὸ μὴ ὂν λέγουσιν ὡς ἔστιν ὄντως μὴ ὂν ἀθῴοις

ἀπαλλάττειν.

     {ΘΕΑΙ.} Οὐκοῦν χρή.

     {ΞΕ.} Μέγιστα μὴν τῶν γενῶν ἃ νυνδὴ διῇμεν τό τε ὂν

(5)αὐτὸ καὶ στάσις καὶ κίνησις.

     {ΘΕΑΙ.} Πολύ γε.

     {ΞΕ.} Καὶ μὴν τώ γε δύο φαμὲν αὐτοῖν ἀμείκτω πρὸς

ἀλλήλω.

     {ΘΕΑΙ.} Σφόδρα γε.

(10)     {ΞΕ.} Τὸ δέ γε ὂν μεικτὸν ἀμφοῖν· ἐστὸν γὰρ ἄμφω που.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τρία δὴ γίγνεται ταῦτα.

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Οὐκοῦν αὐτῶν ἕκαστον τοῖν μὲν δυοῖν ἕτερόν ἐστιν,

(15)αὐτὸ δ’ ἑαυτῷ ταὐτόν.

254e     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Τί ποτ’ αὖ νῦν οὕτως εἰρήκαμεν τό τε ταὐτὸν καὶ

θάτερον; πότερα δύο γένη τινὲ αὐτώ, τῶν μὲν τριῶν ἄλλω,

συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε

(5)ἀλλ’ οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν σκεπτέον, ἢ τό τε ταὐτὸν

255aτοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν

ἡμᾶς αὐτούς;

     {ΘΕΑΙ.} Ἴσως.

     {ΞΕ.} Ἀλλ’ οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθ’ ἕτερον

(5)οὔτε ταὐτόν ἐστι.

     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν,

τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι.

     {ΘΕΑΙ.} Τί δή;

(10)     {ΞΕ.} Κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται·

περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν

ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ

255bφύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.

     {ΘΕΑΙ.} Κομιδῇ γε.

     {ΞΕ.} Μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.

     {ΘΕΑΙ.} Ναί.

(5)     {ΞΕ.} Μὴ τοίνυν λέγωμεν κίνησίν γ’ εἶναι ταὐτὸν ἢ

θάτερον, μηδ’ αὖ στάσιν.

     {ΘΕΑΙ.} Μὴ γάρ.

     {ΞΕ.} Ἀλλ’ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον

ἡμῖν;

(10)     {ΘΕΑΙ.} Ἴσως.

     {ΞΕ.} Ἀλλ’ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαί-

νετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες

255cἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν.

     {ΘΕΑΙ.} Ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.

     {ΞΕ.} Ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.

     {ΘΕΑΙ.} Σχεδόν.

(5)     {ΞΕ.} Τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν

τιθῶμεν;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; ἢ

τοῦτο καὶ τὸ ὂν ὡς δύ’ ἄττα ὀνόματα ἐφ’ ἑνὶ γένει διανοεῖ-

(10)σθαι δεῖ;

     {ΘΕΑΙ.} Τάχ’ ἄν.

     {ΞΕ.} Ἀλλ’ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ

καθ’ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.

     {ΘΕΑΙ.} Τί δ’ οὔ;

255d     {ΞΕ.} Τὸ δέ γ’ ἕτερον ἀεὶ πρὸς ἕτερον· ἦ γάρ;

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ

διεφερέτην· ἀλλ’ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν

(5)ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς

ἕτερον· νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν

ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.

     {ΘΕΑΙ.} Λέγεις καθάπερ ἔχει.

     {ΞΕ.} Πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς

255eεἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι

διεληλυθυῖαν· ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ

(5)διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς

θατέρου.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθ’ ἓν ἀναλαμ-

βάνοντες.

(10)     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον

στάσεως. ἢ πῶς λέγομεν;

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Οὐ στάσις ἄρ’ ἐστίν.

(15)     {ΘΕΑΙ.} Οὐδαμῶς.

256a     {ΞΕ.} Ἔστι δέ γε διὰ τὸ μετέχειν τοῦ ὄντος.

     {ΘΕΑΙ.} Ἔστιν.

     {ΞΕ.} Αὖθις δὴ πάλιν ἡ κίνησις ἕτερον ταὐτοῦ ἐστιν.

     {ΘΕΑΙ.} Σχεδόν.

(5)     {ΞΕ.} Οὐ ταὐτὸν ἄρα ἐστίν.

     {ΘΕΑΙ.} Οὐ γὰρ οὖν.

     {ΞΕ.} Ἀλλὰ μὴν αὕτη γ’ ἦν ταὐτὸν διὰ τὸ μετέχειν αὖ

πάντ’ αὐτοῦ.

     {ΘΕΑΙ.} Καὶ μάλα.

(10)     {ΞΕ.} Τὴν κίνησιν δὴ ταὐτόν τ’ εἶναι καὶ μὴ ταὐτὸν ὁμολο-

γητέον καὶ οὐ δυσχεραντέον. οὐ γὰρ ὅταν εἴπωμεν αὐτὴν

ταὐτὸν καὶ μὴ ταὐτόν, ὁμοίως εἰρήκαμεν, ἀλλ’ ὁπόταν μὲν

256bταὐτόν, διὰ τὴν μέθεξιν ταὐτοῦ πρὸς ἑαυτὴν οὕτω λέγομεν,

ὅταν δὲ μὴ ταὐτόν, διὰ τὴν κοινωνίαν αὖ θατέρου, δι’ ἣν

ἀποχωριζομένη ταὐτοῦ γέγονεν οὐκ ἐκεῖνο ἀλλ’ ἕτερον, ὥστε

ὀρθῶς αὖ λέγεται πάλιν οὐ ταὐτόν.

(5)     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Οὐκοῦν κἂν εἴ πῃ μετελάμβανεν αὐτὴ κίνησις στά-

σεως, οὐδὲν ἂν ἄτοπον ἦν στάσιμον αὐτὴν προσαγορεύειν;

     {ΘΕΑΙ.} Ὀρθότατά γε, εἴπερ τῶν γενῶν συγχωρησόμεθα

τὰ μὲν ἀλλήλοις ἐθέλειν μείγνυσθαι, τὰ δὲ μή.

256c     {ΞΕ.} Καὶ μὴν ἐπί γε τὴν τούτου πρότερον ἀπόδειξιν

ἢ τῶν νῦν ἀφικόμεθα, ἐλέγχοντες ὡς ἔστι κατὰ φύσιν

ταύτῃ.

     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

(5)     {ΞΕ.} Λέγωμεν δὴ πάλιν· ἡ κίνησίς ἐστιν ἕτερον τοῦ

ἑτέρου, καθάπερ ταὐτοῦ τε ἦν ἄλλο καὶ τῆς στάσεως;

     {ΘΕΑΙ.} Ἀναγκαῖον.

     {ΞΕ.} Οὐχ ἕτερον ἄρ’ ἐστί πῃ καὶ ἕτερον κατὰ τὸν νυνδὴ

λόγον.

(10)     {ΘΕΑΙ.} Ἀληθῆ.

     {ΞΕ.} Τί οὖν δὴ τὸ μετὰ τοῦτο; ἆρ’ αὖ τῶν μὲν τριῶν

ἕτερον αὐτὴν φήσομεν εἶναι, τοῦ δὲ τετάρτου μὴ φῶμεν,

256dὁμολογήσαντες αὐτὰ εἶναι πέντε, περὶ ὧν καὶ ἐν οἷς

προυθέμεθα σκοπεῖν;

     {ΘΕΑΙ.} Καὶ πῶς; ἀδύνατον γὰρ συγχωρεῖν ἐλάττω τὸν

ἀριθμὸν τοῦ νυνδὴ φανέντος.

(5)     {ΞΕ.} Ἀδεῶς ἄρα τὴν κίνησιν ἕτερον εἶναι τοῦ ὄντος

διαμαχόμενοι λέγωμεν;

     {ΘΕΑΙ.} Ἀδεέστατα μὲν οὖν.

     {ΞΕ.} Οὐκοῦν δὴ σαφῶς ἡ κίνησις ὄντως οὐκ ὄν ἐστι καὶ

ὄν, ἐπείπερ τοῦ ὄντος μετέχει;

(10)     {ΘΕΑΙ.} Σαφέστατά γε.

     {ΞΕ.} Ἔστιν ἄρα ἐξ ἀνάγκης τὸ μὴ ὂν ἐπί τε κινήσεως

εἶναι καὶ κατὰ πάντα τὰ γένη· κατὰ πάντα γὰρ ἡ θατέρου

256eφύσις ἕτερον ἀπεργαζομένη τοῦ ὄντος ἕκαστον οὐκ ὂν ποιεῖ,

καὶ σύμπαντα δὴ κατὰ ταὐτὰ οὕτως οὐκ ὄντα ὀρθῶς ἐροῦμεν,

καὶ πάλιν, ὅτι μετέχει τοῦ ὄντος, εἶναί τε καὶ ὄντα.

     {ΘΕΑΙ.} Κινδυνεύει.

(5)     {ΞΕ.} Περὶ ἕκαστον ἄρα τῶν εἰδῶν πολὺ μέν ἐστι τὸ ὄν,

ἄπειρον δὲ πλήθει τὸ μὴ ὄν.

     {ΘΕΑΙ.} Ἔοικεν.

257a     {ΞΕ.} Οὐκοῦν καὶ τὸ ὂν αὐτὸ τῶν ἄλλων ἕτερον εἶναι

λεκτέον.

     {ΘΕΑΙ.} Ἀνάγκη.

     {ΞΕ.} Καὶ τὸ ὂν ἄρ’ ἡμῖν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ

(5)τοσαῦτα οὐκ ἔστιν· ἐκεῖνα γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν,

ἀπέραντα δὲ τὸν ἀριθμὸν τἆλλα οὐκ ἔστιν αὖ.

     {ΘΕΑΙ.} Σχεδὸν οὕτως.

     {ΞΕ.} Οὐκοῦν δὴ καὶ ταῦτα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει

κοινωνίαν ἀλλήλοις ἡ τῶν γενῶν φύσις. εἰ δέ τις ταῦτα

(10)μὴ συγχωρεῖ, πείσας ἡμῶν τοὺς ἔμπροσθεν λόγους οὕτω

πειθέτω τὰ μετὰ ταῦτα.

     {ΘΕΑΙ.} Δικαιότατα εἴρηκας.

257b     {ΞΕ.} Ἴδωμεν δὴ καὶ τόδε.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον

τι λέγομεν τοῦ ὄντος ἀλλ’ ἕτερον μόνον.

(5)     {ΘΕΑΙ.} Πῶς;

     {ΞΕ.} Οἷον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μᾶλλόν τί σοι

φαινόμεθα τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῦν τῷ ῥήματι;

     {ΘΕΑΙ.} Καὶ πῶς;

     {ΞΕ.} Οὐκ ἄρ’, ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν,

(10)συγχωρησόμεθα, τοσοῦτον δὲ μόνον, ὅτι τῶν ἄλλων τὶ μηνύει

257cτὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τῶν ἐπιόντων ὀνομάτων, μᾶλλον

δὲ τῶν πραγμάτων περὶ ἅττ’ ἂν κέηται τὰ ἐπιφθεγγόμενα

ὕστερον τῆς ἀποφάσεως ὀνόματα.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

(5)     {ΞΕ.} Τόδε δὲ διανοηθῶμεν, εἰ καὶ σοὶ συνδοκεῖ.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ἡ θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι

καθάπερ ἐπιστήμη.

     {ΘΕΑΙ.} Πῶς;

(10)     {ΞΕ.} Μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δ’ ἐπί τῳ γιγνό-

μενον μέρος αὐτῆς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ

257dἑαυτῆς ἰδίαν· διὸ πολλαὶ τέχναι τ’ εἰσὶ λεγόμεναι καὶ

ἐπιστῆμαι.

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς

(5)οὔσης ταὐτὸν πέπονθε τοῦτο.

     {ΘΕΑΙ.} Τάχ’ ἄν· ἀλλ’ ὅπῃ δὴ λέγωμεν;

     {ΞΕ.} Ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;

     {ΘΕΑΙ.} Ἔστιν.

     {ΞΕ.} Τοῦτ’ οὖν ἀνώνυμον ἐροῦμεν ἤ τιν’ ἔχον ἐπωνυμίαν;

(10)     {ΘΕΑΙ.} Ἔχον· ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα,

τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τῆς τοῦ καλοῦ φύσεως.

     {ΞΕ.} Ἴθι νυν τόδε μοι λέγε.

257e     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ἄλλο τι τῶν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν

καὶ πρός τι τῶν ὄντων αὖ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν

εἶναι τὸ μὴ καλόν;

(5)     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Ὄντος δὴ πρὸς ὂν ἀντίθεσις, ὡς ἔοικ’, εἶναί τις

συμβαίνει τὸ μὴ καλόν.

     {ΘΕΑΙ.} Ὀρθότατα.

     {ΞΕ.} Τί οὖν; κατὰ τοῦτον τὸν λόγον ἆρα μᾶλλον μὲν τὸ

(10)καλὸν ἡμῖν ἐστι τῶν ὄντων, ἧττον δὲ τὸ μὴ καλόν;

     {ΘΕΑΙ.} Οὐδέν.

258a     {ΞΕ.} Ὁμοίως ἄρα τὸ μὴ μέγα καὶ τὸ μέγα αὐτὸ εἶναι

λεκτέον;

     {ΘΕΑΙ.} Ὁμοίως.

     {ΞΕ.} Οὐκοῦν καὶ τὸ μὴ δίκαιον τῷ δικαίῳ κατὰ ταὐτὰ

(5)θετέον πρὸς τὸ μηδέν τι μᾶλλον εἶναι θάτερον θατέρου;

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Καὶ τἆλλα δὴ ταύτῃ λέξομεν, ἐπείπερ ἡ θατέρου

φύσις ἐφάνη τῶν ὄντων οὖσα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ

καὶ τὰ μόρια αὐτῆς μηδενὸς ἧττον ὄντα τιθέναι.

(10)     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Οὐκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως

258bκαὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν

ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὐσία ἐστίν, οὐκ ἐναν-

τίον ἐκείνῳ σημαίνουσα ἀλλὰ τοσοῦτον μόνον, ἕτερον ἐκείνου.

     {ΘΕΑΙ.} Σαφέστατά γε.

(5)     {ΞΕ.} Τίν’ οὖν αὐτὴν προσείπωμεν;

     {ΘΕΑΙ.} Δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν,

αὐτό ἐστι τοῦτο.

     {ΞΕ.} Πότερον οὖν, ὥσπερ εἶπες, ἔστιν οὐδενὸς τῶν ἄλλων

οὐσίας ἐλλειπόμενον, καὶ δεῖ θαρροῦντα ἤδη λέγειν ὅτι τὸ

(10)μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτοῦ φύσιν ἔχον, ὥσπερ τὸ μέγα

258cἦν μέγα καὶ τὸ καλὸν ἦν καλὸν καὶ τὸ μὴ μέγα [μὴ μέγα] καὶ

τὸ μὴ καλὸν [μὴ καλόν], οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν

ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν;

ἤ τινα ἔτι πρὸς αὐτό, ὦ Θεαίτητε, ἀπιστίαν ἔχομεν;

(5)     {ΘΕΑΙ.} Οὐδεμίαν.

     {ΞΕ.} Οἶσθ’ οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως

ἠπιστήκαμεν;

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Πλεῖον ἢ ’κεῖνος ἀπεῖπε σκοπεῖν, ἡμεῖς εἰς τὸ

(10)πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτῷ.

     {ΘΕΑΙ.} Πῶς;

258d     {ΞΕ.} Ὅτι ὁ μέν πού φησιν_

               Οὐ γὰρ μή ποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα,

               ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα.

     {ΘΕΑΙ.} Λέγει γὰρ οὖν οὕτως.

(5)     {ΞΕ.} Ἡμεῖς δέ γε οὐ μόνον τὰ μὴ ὄντα ὡς ἔστιν ἀπε-

δείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ μὴ ὄντος

ἀπεφηνάμεθα· τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν

258eτε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα,

τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμή-

σαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν.

     {ΘΕΑΙ.} Καὶ παντάπασί γε, ὦ ξένε, ἀληθέστατά μοι

(5)δοκοῦμεν εἰρηκέναι.

     {ΞΕ.} Μὴ τοίνυν ἡμᾶς εἴπῃ τις ὅτι τοὐναντίον τοῦ ὄντος

τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς

γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν,

259aεἴτ’ ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον·

ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ

καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον

καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν, ὅτι συμμείγνυταί τε

(5)ἀλλήλοις τὰ γένη καὶ τό τε ὂν καὶ θάτερον διὰ πάντων καὶ

δι’ ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος

ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ

μετέσχεν ἀλλ’ ἕτερον, ἕτερον δὲ τοῦ ὄντος ὂν ἔστι σαφέστατα

259bἐξ ἀνάγκης εἶναι μὴ ὄν· τὸ δὲ ὂν αὖ θατέρου μετειληφὸς

ἕτερον τῶν ἄλλων ἂν εἴη γενῶν, ἕτερον δ’ ἐκείνων ἁπάντων

ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ σύμπαντα τὰ ἄλλα πλὴν

αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ

(5)ἔστι, καὶ τἆλλα δὴ καθ’ ἕκαστον οὕτω καὶ σύμπαντα πολλαχῇ

μὲν ἔστι, πολλαχῇ δ’ οὐκ ἔστιν.

     {ΘΕΑΙ.} Ἀληθῆ.

     {ΞΕ.} Καὶ ταύταις δὴ ταῖς ἐναντιώσεσιν εἴτε ἀπιστεῖ τις,

σκεπτέον αὐτῷ καὶ λεκτέον βέλτιόν τι τῶν νῦν εἰρημένων·

259cεἴτε ὥς τι χαλεπὸν κατανενοηκὼς χαίρει τοτὲ μὲν ἐπὶ θάτερα

τοτὲ δ’ ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλῆς

σπουδῆς ἐσπούδακεν, ὡς οἱ νῦν λόγοι φασί. τοῦτο μὲν γὰρ

οὔτε τι κομψὸν οὔτε χαλεπὸν εὑρεῖν, ἐκεῖνο δ’ ἤδη καὶ χαλεπὸν

(5)ἅμα καὶ καλόν.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Ὃ καὶ πρόσθεν εἴρηται, τὸ ταῦτα ἐάσαντα ὡς

δυνατὰ τοῖς λεγομένοις οἷόν τ’ εἶναι καθ’ ἕκαστον

ἐλέγχοντα ἐπακολουθεῖν, ὅταν τέ τις ἕτερον ὄν πῃ ταὐτὸν

259dεἶναι φῇ καὶ ὅταν ταὐτὸν ὂν ἕτερον, ἐκείνῃ καὶ κατ’ ἐκεῖνο

ὅ φησι τούτων πεπονθέναι πότερον. τὸ δὲ ταὐτὸν ἕτερον

ἀποφαίνειν ἁμῇ γέ πῃ καὶ τὸ θάτερον ταὐτὸν καὶ τὸ μέγα

σμικρὸν καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία

(5)ἀεὶ προφέροντα ἐν τοῖς λόγοις, οὔτε τις ἔλεγχος οὗτος

ἀληθινὸς ἄρτι τε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος

νεογενὴς ὤν.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Καὶ γάρ, ὠγαθέ, τό γε πᾶν ἀπὸ παντὸς ἐπιχειρεῖν

259eἀποχωρίζειν ἄλλως τε οὐκ ἐμμελὲς καὶ δὴ καὶ παντάπασιν

ἀμούσου τινὸς καὶ ἀφιλοσόφου.

     {ΘΕΑΙ.} Τί δή;

     {ΞΕ.} Τελεωτάτη πάντων λόγων ἐστὶν ἀφάνισις τὸ δια-

(5)λύειν ἕκαστον ἀπὸ πάντων· διὰ γὰρ τὴν ἀλλήλων τῶν εἰδῶν

συμπλοκὴν ὁ λόγος γέγονεν ἡμῖν.

     {ΘΕΑΙ.} Ἀληθῆ.

260a     {ΞΕ.} Σκόπει τοίνυν ὡς ἐν καιρῷ νυνδὴ τοῖς τοιού-

τοις διεμαχόμεθα καὶ προσηναγκάζομεν ἐᾶν ἕτερον ἑτέρῳ

μείγνυσθαι.

     {ΘΕΑΙ.} Πρὸς δὴ τί;

(5)     {ΞΕ.} Πρὸς τὸ τὸν λόγον ἡμῖν τῶν ὄντων ἕν τι γενῶν

εἶναι. τούτου γὰρ στερηθέντες, τὸ μὲν μέγιστον, φιλοσοφίας

ἂν στερηθεῖμεν· ἔτι δ’ ἐν τῷ παρόντι δεῖ λόγον ἡμᾶς

διομολογήσασθαι τί ποτ’ ἔστιν, εἰ δὲ ἀφῃρέθημεν αὐτὸ μηδ’

εἶναι τὸ παράπαν, οὐδὲν ἂν ἔτι που λέγειν οἷοί τ’ ἦμεν.

260bἀφῃρέθημεν δ’ ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἶναι μεῖξιν

μηδενὶ πρὸς μηδέν.

     {ΘΕΑΙ.} Ὀρθῶς τοῦτό γε· λόγον δὲ δι’ ὅτι νῦν διομολογητέον

οὐκ ἔμαθον.

(5)     {ΞΕ.} Ἀλλ’ ἴσως τῇδ’ ἑπόμενος ῥᾷστ’ ἂν μάθοις.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Τὸ μὲν δὴ μὴ ὂν ἡμῖν ἕν τι τῶν ἄλλων γένος ὂν

ἀνεφάνη, κατὰ πάντα τὰ ὄντα διεσπαρμένον.

     {ΘΕΑΙ.} Οὕτως.

(10)     {ΞΕ.} Οὐκοῦν τὸ μετὰ τοῦτο σκεπτέον εἰ δόξῃ τε καὶ λόγῳ

μείγνυται.

     {ΘΕΑΙ.} Τί δή;

260c     {ΞΕ.} Μὴ μειγνυμένου μὲν αὐτοῦ τούτοις ἀναγκαῖον ἀληθῆ

πάντ’ εἶναι, μειγνυμένου δὲ δόξα τε ψευδὴς γίγνεται καὶ

λόγος· τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν ἢ λέγειν, τοῦτ’ ἔστι που

τὸ ψεῦδος ἐν διανοίᾳ τε καὶ λόγοις γιγνόμενον.

(5)     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Ὄντος δέ γε ψεύδους ἔστιν ἀπάτη.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ μὴν ἀπάτης οὔσης εἰδώλων τε καὶ εἰκόνων ἤδη

καὶ φαντασίας πάντα ἀνάγκη μεστὰ εἶναι.

(10)     {ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

     {ΞΕ.} Τὸν δέ γε σοφιστὴν ἔφαμεν ἐν τούτῳ που τῷ τόπῳ

260dκαταπεφευγέναι μέν, ἔξαρνον δὲ γεγονέναι τὸ παράπαν μηδ’

εἶναι ψεῦδος· τὸ γὰρ μὴ ὂν οὔτε διανοεῖσθαί τινα οὔτε λέγειν·

οὐσίας γὰρ οὐδὲν οὐδαμῇ τὸ μὴ ὂν μετέχειν.

     {ΘΕΑΙ.} Ἦν ταῦτα.

(5)     {ΞΕ.} Νῦν δέ γε τοῦτο μὲν ἐφάνη μετέχον τοῦ ὄντος,

ὥστε ταύτῃ μὲν ἴσως οὐκ ἂν μάχοιτο ἔτι· τάχα δ’ ἂν φαίη

τῶν εἰδῶν τὰ μὲν μετέχειν τοῦ μὴ ὄντος, τὰ δ’ οὔ, καὶ

λόγον δὴ καὶ δόξαν εἶναι τῶν οὐ μετεχόντων, ὥστε τὴν

εἰδωλοποιικὴν καὶ φανταστικήν, ἐν ᾗ φαμεν αὐτὸν εἶναι,

260eδιαμάχοιτ’ ἂν πάλιν ὡς παντάπασιν οὐκ ἔστιν, ἐπειδὴ δόξα

καὶ λόγος οὐ κοινωνεῖ τοῦ μὴ ὄντος· ψεῦδος γὰρ τὸ παράπαν

οὐκ εἶναι ταύτης μὴ συνισταμένης τῆς κοινωνίας. διὰ ταῦτ’

οὖν λόγον πρῶτον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον

(5)ὅτι ποτ’ ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ

261aμὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψεῦδος ὂν ἀποδείξωμεν,

ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ

ἔνοχός ἐστιν, ἢ καὶ ἀπολύσαντες ἐν ἄλλῳ γένει ζητῶμεν.

     {ΘΕΑΙ.} Κομιδῇ δέ γε, ὦ ξένε, ἔοικεν ἀληθὲς εἶναι τὸ

(5)περὶ τὸν σοφιστὴν κατ’ ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη

τὸ γένος. φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν

ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι

πρὶν ἐπ’ αὐτὸν ἐκεῖνον ἀφικέσθαι. νῦν γὰρ μόγις μὲν τὸ

μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ

261bπροβέβληται, καὶ δεῖ δὴ ψεῦδος ὡς ἔστι καὶ περὶ λόγον καὶ

περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσως ἕτερον, καὶ ἔτ’

ἄλλο μετ’ ἐκεῖνο· καὶ πέρας, ὡς ἔοικεν, οὐδὲν φανήσεταί

ποτε.

(5)     {ΞΕ.} Θαρρεῖν, ὦ Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνά-

μενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι. τί γὰρ ὅ γ’ ἀθυμῶν ἐν

τούτοις δράσειεν ἂν ἐν ἄλλοις, ἢ μηδὲν ἐν ἐκείνοις ἀνύτων

ἢ καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείς; σχολῇ που, τὸ κατὰ

261cτὴν παροιμίαν λεγόμενον, ὅ γε τοιοῦτος ἄν ποτε ἕλοι πόλιν.

νῦν δ’ ἐπεί, ὠγαθέ, τοῦτο ὃ λέγεις διαπεπέρανται, τό τοι

μέγιστον ἡμῖν τεῖχος ᾑρημένον ἂν εἴη, τὰ δ’ ἄλλα ἤδη ῥᾴω

καὶ σμικρότερα.

(5)     {ΘΕΑΙ.} Καλῶς εἶπες.

     {ΞΕ.} Λόγον δὴ πρῶτον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή,

λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτῶν

ἅπτεται τὸ μὴ ὂν ἢ παντάπασιν ἀληθῆ μέν ἐστιν ἀμφότερα

ταῦτα, ψεῦδος δὲ οὐδέποτε οὐδέτερον.

(10)     {ΘΕΑΙ.} Ὀρθῶς.

261d     {ΞΕ.} Φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων

ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα.

φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον.

     {ΘΕΑΙ.} Τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον;

(5)     {ΞΕ.} Εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε

τὰ μὲν ἐθέλει, τὰ δὲ μή.

     {ΘΕΑΙ.} Δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δ’ οὔ.

     {ΞΕ.} Τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα

261eκαὶ δηλοῦντά τι συναρμόττει, τὰ δὲ τῇ συνεχείᾳ μηδὲν

σημαίνοντα ἀναρμοστεῖ.

     {ΘΕΑΙ.} Πῶς τί τοῦτ’ εἶπας;

     {ΞΕ.} Ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν. ἔστι

(5)γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων

διττὸν γένος.

     {ΘΕΑΙ.} Πῶς;

262a     {ΞΕ.} Τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.

     {ΘΕΑΙ.} Εἰπὲ ἑκάτερον.

     {ΞΕ.} Τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που

λέγομεν.

(5)     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὸ δέ γ’ ἐπ’ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον

τῆς φωνῆς ἐπιτεθὲν ὄνομα.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

     {ΞΕ.} Οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγο-

(10)μένων οὐκ ἔστι ποτὲ λόγος, οὐδ’ αὖ ῥημάτων χωρὶς ὀνομάτων

λεχθέντων.

     {ΘΕΑΙ.} Ταῦτ’ οὐκ ἔμαθον.

262b     {ΞΕ.} Δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμο-

λόγεις· ἐπεὶ τοῦτ’ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε

λεγόμενα ταῦτα οὐκ ἔστι λόγος.

     {ΘΕΑΙ.} Πῶς;

(5)     {ΞΕ.} Οἷον "<βαδίζει>" "<τρέχει>" "<καθεύδει,>" καὶ

τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς

αὔτ’ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.

     {ΘΕΑΙ.} Πῶς γάρ;

     {ΞΕ.} Οὐκοῦν καὶ πάλιν ὅταν λέγηται "<λέων>" "<ἔλαφος>"

(10)"<ἵππος>," ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων

262cὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω

συνέστη λόγος· οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτ’ ἐκείνως

πρᾶξιν οὐδ’ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος

δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα

(5)κεράσῃ. τότε δ’ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς

ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ

σμικρότατος.

     {ΘΕΑΙ.} Πῶς ἄρ’ ὧδε λέγεις;

     {ΞΕ.} Ὅταν εἴπῃ τις· "<ἄνθρωπος μανθάνει>," λόγον

(10)εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον;

262d     {ΘΕΑΙ.} Ἔγωγε.

     {ΞΕ.} Δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνο-

μένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον

ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ

(5)λέγειν τε αὐτὸν ἀλλ’ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ

τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις

ἥρμοττεν, τὰ δ’ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν

262eοὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

     {ΞΕ.} Ἔτι δὴ σμικρὸν τόδε.

     {ΘΕΑΙ.} Τὸ ποῖον;

(5)     {ΞΕ.} Λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ

δὲ τινὸς ἀδύνατον.

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ;

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

(10)     {ΞΕ.} Προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς.

     {ΘΕΑΙ.} Δεῖ γοῦν.

     {ΞΕ.} Λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει

δι’ ὀνόματος καὶ ῥήματος· ὅτου δ’ ἂν ὁ λόγος ᾖ, σύ μοι

φράζειν.

263a     {ΘΕΑΙ.} Ταῦτ’ ἔσται κατὰ δύναμιν.

     {ΞΕ.} "<Θεαίτητος κάθηται>." μῶν μὴ μακρὸς ὁ λόγος;

     {ΘΕΑΙ.} Οὔκ, ἀλλὰ μέτριος.

     {ΞΕ.} Σὸν ἔργον δὴ φράζειν περὶ οὗ τ’ ἐστὶ καὶ ὅτου.

(5)     {ΘΕΑΙ.} Δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.

     {ΞΕ.} Τί δὲ ὅδ’ αὖ;

     {ΘΕΑΙ.} Ποῖος;

     {ΞΕ.} "<Θεαίτητος>, ᾧ νῦν ἐγὼ διαλέγομαι, <πέτεται>."

     {ΘΕΑΙ.} Καὶ τοῦτον οὐδ’ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν

(10)τε καὶ περὶ ἐμοῦ.

     {ΞΕ.} Ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι

τῶν λόγων.

263b     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;

     {ΘΕΑΙ.} Τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.

     {ΞΕ.} Λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν

(5)περὶ σοῦ.

     {ΘΕΑΙ.} Τί μήν;

     {ΞΕ.} Ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὰ μὴ ὄντ’ ἄρα ὡς ὄντα λέγει.

(10)     {ΘΕΑΙ.} Σχεδόν.

     {ΞΕ.} Ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ

ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.

     {ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

263c     {ΞΕ.} Ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν,

ἐξ ὧν ὡρισάμεθα τί ποτ’ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν

ἕνα τῶν βραχυτάτων εἶναι.

     {ΘΕΑΙ.} Νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.

(5)     {ΞΕ.} Ἔπειτα δέ γε τινός.

     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.

     {ΘΕΑΙ.} Πῶς γάρ;

     {ΞΕ.} Μηδενὸς [δέ] γε ὢν οὐδ’ ἂν λόγος εἴη τὸ παράπαν·

(10)ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς

εἶναι λόγον.

     {ΘΕΑΙ.} Ὀρθότατα.

263d     {ΞΕ.} Περὶ δὴ σοῦ λεγόμενα, [λεγόμενα] μέντοι θάτερα

ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν [ὡς] ἔοικεν ἡ

τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων

ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.

(5)     {ΘΕΑΙ.} Ἀληθέστατα μὲν οὖν.

     {ΞΕ.} Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν

οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθ’ ἡμῶν

ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;

     {ΘΕΑΙ.} Πῶς;

(10)     {ΞΕ.} Ὧδ’ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτ’ ἔστιν

263eκαὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.

     {ΘΕΑΙ.} Δίδου μόνον.

     {ΞΕ.} Οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν

ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος

(5)τοῦτ’ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Τὸ δέ γ’ ἀπ’ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν

μετὰ φθόγγου κέκληται λόγος;

     {ΘΕΑΙ.} Ἀληθῆ.

(10)     {ΞΕ.} Καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν_

     {ΘΕΑΙ.} Τὸ ποῖον;

     {ΞΕ.} Φάσιν τε καὶ ἀπόφασιν.

     {ΘΕΑΙ.} Ἴσμεν.

264a     {ΞΕ.} Ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται

μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό;

     {ΘΕΑΙ.} Καὶ πῶς;

     {ΞΕ.} Τί δ’ ὅταν μὴ καθ’ αὑτὸ ἀλλὰ δι’ αἰσθήσεως παρῇ

(5)τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρ’ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν

τι πλὴν φαντασίαν;

     {ΘΕΑΙ.} Οὐδέν.

     {ΞΕ.} Οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τού-

των δ’ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος,

264bδόξα δὲ διανοίας ἀποτελεύτησις, "<φαίνεται>" δὲ ὃ λέγομεν

σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ

λόγῳ συγγενῶν ὄντων ψευδῆ [τε] αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι.

     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

(5)     {ΞΕ.} Κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα

καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ

παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό;

     {ΘΕΑΙ.} Κατανοῶ.

     {ΞΕ.} Μὴ τοίνυν μηδ’ εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ

264cγὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατ’

εἴδη διαιρέσεων.

     {ΘΕΑΙ.} Ποίων δή;

     {ΞΕ.} Διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν

(5)εἰκαστικήν, τὴν δὲ φανταστικήν.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν

θήσομεν.

     {ΘΕΑΙ.} Ἦν ταῦτα.

(10)     {ΞΕ.} Καὶ τοῦθ’ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη

σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος

ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμ’ εἴη τὸ παράπαν

264dοὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι.

     {ΘΕΑΙ.} Λέγεις ἀληθῆ.

     {ΞΕ.} Νῦν δέ γ’ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται

δ’ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι

(5)καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν.

     {ΘΕΑΙ.} Ἐγχωρεῖ.

     {ΞΕ.} Καὶ μὴν ὅτι γ’ ἦν ὁ σοφιστὴς τούτων πότερον,

διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν.

     {ΘΕΑΙ.} Ναί.

(10)     {ΞΕ.} Πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ

264eπροτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ

τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν

αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες

265aφύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ

τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν

(5)τέχνην διαιρούμενοι;

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ

ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθ’ ἡμῖν;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

(10)     {ΞΕ.} Νῦν δέ γ’ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη,

δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην.

265bἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι,

φαμέν, ἀλλ’ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ;

     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

     {ΞΕ.} Ποιητικῆς δὴ πρῶτον δύ’ ἔστω μέρη.

(5)     {ΘΕΑΙ.} Ποίω;

     {ΞΕ.} Τὸ μὲν θεῖον, τὸ δ’ ἀνθρώπινον.

     {ΘΕΑΙ.} Οὔπω μεμάθηκα.

     {ΞΕ.} Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ’ ἀρχὰς λεχθέντα,

πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ

(10)πρότερον οὖσιν ὕστερον γίγνεσθαι.

     {ΘΕΑΙ.} Μεμνήμεθα.

265c     {ΞΕ.} Ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τ’ ἐπὶ

γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ

συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ

θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον

(5)οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι_

     {ΘΕΑΙ.} Ποίῳ τῳ;

     {ΞΕ.} Τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης

καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης

θείας ἀπὸ θεοῦ γιγνομένης;

265d     {ΘΕΑΙ.} Ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφό-

τερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων

οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς

νενόμικα.

(5)     {ΞΕ.} Καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα

τῶν εἰς τὸν ἔπειτ’ [ἂν] χρόνον ἄλλως πως δοξαζόντων εἶναι,

νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν

ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ

265eἄνευ τῶν παρ’ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφ’ ἅπερ νῦν

ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτ’ ἄν.

ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ,

τὰ δ’ ἐκ τούτων ὑπ’ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ,

(5)καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν

ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.

     {ΘΕΑΙ.} Ὀρθῶς.

     {ΞΕ.} Τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.

     {ΘΕΑΙ.} Πῶς;

266a     {ΞΕ.} Οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν

πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.

     {ΘΕΑΙ.} Τετμήσθω.

     {ΞΕ.} Τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται,

(5)δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δ’ αὖ τὰ πρὸς θεῶν,

θεῖα.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Τὰ δέ γ’ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν

ἀφ’ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δ’ ὑπολοίπω

(10)σχεδὸν μάλιστ’ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα

δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.

266b     {ΘΕΑΙ.} Λέγε ὅπῃ ἑκατέρα αὖθις.

     {ΞΕ.} Ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ

πεφυκότ’ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ

γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς;

(5)     {ΘΕΑΙ.} Οὕτως.

     {ΞΕ.} Τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλ’ οὐκ αὐτὰ

παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.

     {ΘΕΑΙ.} Ποῖα;

     {ΞΕ.} Τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθ’ ἡμέραν φαντάς-

(10)ματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος

266cἐγγίγνηται, διπλοῦν δὲ ἡνίκ’ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον

περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν

εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργά-

ζηται.

(5)     {ΘΕΑΙ.} Δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως,

αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.

     {ΞΕ.} Τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρ’ οὐκ αὐτὴν μὲν

οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τιν’ ἑτέραν,

οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;

266d     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα

τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν,

[αὐτουργική], τὸ δὲ εἴδωλον [εἰδωλοποιική].

(5)     {ΘΕΑΙ.} Νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς

εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ

θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.

     {ΞΕ.} Τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν

εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ

266eψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός.

     {ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

     {ΞΕ.} Οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν

αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο;

(5)     {ΘΕΑΙ.} Ναί.

267a     {ΞΕ.} Τὸ τοίνυν φανταστικὸν αὖθις διορίζωμεν δίχα.

     {ΘΕΑΙ.} Πῇ;

     {ΞΕ.} Τὸ μὲν δι’ ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτοῦ

παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος τὸ φάντασμα.

(5)     {ΘΕΑΙ.} Πῶς φῄς;

     {ΞΕ.} Ὅταν οἶμαι τὸ σὸν σχῆμά τις τῷ ἑαυτοῦ χρώμενος

σώματι προσόμοιον ἢ φωνὴν φωνῇ φαίνεσθαι ποιῇ, μίμησις

τοῦτο τῆς φανταστικῆς μάλιστα κέκληταί που.

     {ΘΕΑΙ.} Ναί.

(10)     {ΞΕ.} Μιμητικὸν δὴ τοῦτο αὐτῆς προσειπόντες ἀπονειμώ-

μεθα· τὸ δ’ ἄλλο πᾶν ἀφῶμεν μαλακισθέντες καὶ παρέντες

267bἑτέρῳ συναγαγεῖν τε εἰς ἓν καὶ πρέπουσαν ἐπωνυμίαν

ἀποδοῦναί τιν’ αὐτῷ.

     {ΘΕΑΙ.} Νενεμήσθω, τὸ δὲ μεθείσθω.

     {ΞΕ.} Καὶ μὴν καὶ τοῦτο ἔτι διπλοῦν, ὦ Θεαίτητε, ἄξιον

(5)ἡγεῖσθαι· δι’ ἃ δέ, σκόπει.

     {ΘΕΑΙ.} Λέγε.

     {ΞΕ.} Τῶν μιμουμένων οἱ μὲν εἰδότες ὃ μιμοῦνται τοῦτο

πράττουσιν, οἱ δ’ οὐκ εἰδότες. καίτοι τίνα μείζω διαίρεσιν

ἀγνωσίας τε καὶ γνώσεως θήσομεν;

(10)     {ΘΕΑΙ.} Οὐδεμίαν.

     {ΞΕ.} Οὐκοῦν τό γε ἄρτι λεχθὲν εἰδότων ἦν μίμημα; τὸ

γὰρ σὸν σχῆμα καὶ σὲ γιγνώσκων ἄν τις μιμήσαιτο.

267c     {ΘΕΑΙ.} Πῶς δ’ οὔ;

     {ΞΕ.} Τί δὲ δικαιοσύνης τὸ σχῆμα καὶ ὅλης συλλήβδην

ἀρετῆς; ἆρ’ οὐκ ἀγνοοῦντες μέν, δοξάζοντες δέ πῃ, σφόδρα

ἐπιχειροῦσιν πολλοὶ τὸ δοκοῦν σφίσιν τοῦτο ὡς ἐνὸν αὐτοῖς

(5)προθυμεῖσθαι φαίνεσθαι ποιεῖν, ὅτι μάλιστα ἔργοις τε καὶ

λόγοις μιμούμενοι;

     {ΘΕΑΙ.} Καὶ πάνυ γε πολλοί.

     {ΞΕ.} Μῶν οὖν πάντες ἀποτυγχάνουσι τοῦ δοκεῖν εἶναι

δίκαιοι μηδαμῶς ὄντες; ἢ τούτου πᾶν τοὐναντίον;

(10)     {ΘΕΑΙ.} Πᾶν.

267d     {ΞΕ.} Μιμητὴν δὴ τοῦτόν γε ἕτερον ἐκείνου λεκτέον οἶμαι,

τὸν ἀγνοοῦντα τοῦ γιγνώσκοντος.

     {ΘΕΑΙ.} Ναί.

     {ΞΕ.} Πόθεν οὖν ὄνομα ἑκατέρῳ τις αὐτῶν λήψεται

(5)πρέπον; ἢ δῆλον δὴ χαλεπὸν ὄν, διότι τῆς τῶν γενῶν κατ’

εἴδη διαιρέσεως παλαιά τις, ὡς ἔοικεν, ἀργία τοῖς ἔμπροσθεν

καὶ ἀσύννους παρῆν, ὥστε μηδ’ ἐπιχειρεῖν μηδένα διαιρεῖσθαι·

καθὸ δὴ τῶν ὀνομάτων ἀνάγκη μὴ σφόδρα εὐπορεῖν. ὅμως

δέ, κἂν εἰ τολμηρότερον εἰρῆσθαι, διαγνώσεως ἕνεκα τὴν

267eμὲν μετὰ δόξης μίμησιν δοξομιμητικὴν προσείπωμεν, τὴν δὲ

μετ’ ἐπιστήμης ἱστορικήν τινα μίμησιν.

     {ΘΕΑΙ.} Ἔστω.

     {ΞΕ.} Θατέρῳ τοίνυν χρηστέον· ὁ γὰρ σοφιστὴς οὐκ ἐν

(5)τοῖς εἰδόσιν ἦν ἀλλ’ ἐν τοῖς μιμουμένοις δή.

     {ΘΕΑΙ.} Καὶ μάλα.

     {ΞΕ.} Τὸν δοξομιμητὴν δὴ σκοπώμεθα ὥσπερ σίδηρον,

εἴτε ὑγιὴς εἴτε διπλόην ἔτ’ ἔχων τινά ἐστιν ἐν αὑτῷ.

     {ΘΕΑΙ.} Σκοπῶμεν.

(10)     {ΞΕ.} Ἔχει τοίνυν καὶ μάλα συχνήν. ὁ μὲν γὰρ εὐήθης

268aαὐτῶν ἐστιν, οἰόμενος εἰδέναι ταῦτα ἃ δοξάζει· τὸ δὲ

θατέρου σχῆμα διὰ τὴν ἐν τοῖς λόγοις κυλίνδησιν ἔχει

πολλὴν ὑποψίαν καὶ φόβον ὡς ἀγνοεῖ ταῦτα ἃ πρὸς τοὺς

ἄλλους ὡς εἰδὼς ἐσχημάτισται.

(5)     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν ἔστιν ἑκατέρου γένος ὧν εἴρηκας.

     {ΞΕ.} Οὐκοῦν τὸν μὲν ἁπλοῦν μιμητήν τινα, τὸν δὲ

εἰρωνικὸν μιμητὴν θήσομεν;

     {ΘΕΑΙ.} Εἰκὸς γοῦν.

     {ΞΕ.} Τούτου δ’ αὖ τὸ γένος ἓν ἢ δύο φῶμεν;

(10)     {ΘΕΑΙ.} Ὅρα σύ.

268b     {ΞΕ.} Σκοπῶ, καί μοι διττὼ καταφαίνεσθόν τινε· τὸν

μὲν δημοσίᾳ τε καὶ μακροῖς λόγοις πρὸς πλήθη δυνατὸν

εἰρωνεύεσθαι καθορῶ, τὸν δὲ ἰδίᾳ τε καὶ βραχέσι λόγοις

ἀναγκάζοντα τὸν προσδιαλεγόμενον ἐναντιολογεῖν αὐτὸν

(5)αὑτῷ.

     {ΘΕΑΙ.} Λέγεις ὀρθότατα.

     {ΞΕ.} Τίνα οὖν ἀποφαινώμεθα τὸν μακρολογώτερον εἶναι;

πότερα πολιτικὸν ἢ δημολογικόν;

     {ΘΕΑΙ.} Δημολογικόν.

(10)     {ΞΕ.} Τί δὲ τὸν ἕτερον ἐροῦμεν; σοφὸν ἢ σοφιστικόν;

     {ΘΕΑΙ.} Τὸ μέν που σοφὸν ἀδύνατον, ἐπείπερ οὐκ εἰδότα

268cαὐτὸν ἔθεμεν· μιμητὴς δ’ ὢν τοῦ σοφοῦ δῆλον ὅτι παρω-

νύμιον αὐτοῦ τι λήψεται, καὶ σχεδὸν ἤδη μεμάθηκα ὅτι

τοῦτον δεῖ προσειπεῖν ἀληθῶς αὐτὸν ἐκεῖνον τὸν παντάπασιν

ὄντως σοφιστήν.

(5)     {ΞΕ.} Οὐκοῦν συνδήσομεν αὐτοῦ, καθάπερ ἔμπροσθεν,

τοὔνομα συμπλέξαντες ἀπὸ τελευτῆς ἐπ’ ἀρχήν;

     {ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

     {ΞΕ.} Τὸ δὴ τῆς ἐναντιοποιολογικῆς εἰρωνικοῦ μέρους

τῆς δοξαστικῆς μιμητικόν, τοῦ φανταστικοῦ γένους ἀπὸ τῆς

268dεἰδωλοποιικῆς οὐ θεῖον ἀλλ’ ἀνθρωπικὸν τῆς ποιήσεως

ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, "ταύτης

τῆς γενεᾶς τε καὶ αἵματος" ὃς ἂν φῇ τὸν ὄντως σοφιστὴν

εἶναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρεῖ.

(5)     {ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.