Платоновское философское общество | |
|
ἽΠΠΑΡΧΟΣ ἢ ΦΙΛΟΚΕΡΔΗΣ 225a {ΣΩ.} Τί γὰρ τὸ φιλοκερδές; τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς; {ΕΤ.} Ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων. (5) {ΣΩ.} Πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες; εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς. {ΕΤ.} Ἀλλ’ οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ 225bπονηροὺς καὶ ἥττους τοῦ κέρδους, γιγνώσκοντας ὅτι οὐδενὸς ἄξιά ἐστιν ἀφ’ ὧν τολμῶσι κερδαίνειν, ὅμως τολμᾶν φιλο- κερδεῖν δι’ ἀναισχυντίαν. {ΣΩ.} Ἆρ’ οὖν τοιόνδε λέγεις τὸν φιλοκερδῆ, οἷον ἐὰν (5)φυτεύων γεωργὸς ἀνὴρ καὶ γιγνώσκων ὅτι οὐδενὸς ἄξιον τὸ φυτόν, ἀξιοῖ ἀπὸ τούτου ἐκτραφέντος κερδαίνειν; ἆρα τοιοῦτον αὐτὸν λέγεις; {ΕΤ.} Ἀπὸ παντὸς ὅ γε φιλοκερδής, ὦ Σώκρατες, οἴεται δεῖν κερδαίνειν. (10) {ΣΩ.} Μή μοι οὕτως εἰκῇ, ὥσπερ τι ἠδικημένος ὑπό τινος, 225cἀλλὰ προσέχων ἐμοὶ τὸν νοῦν ἀπόκριναι, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς πάλιν ἠρώτων· οὐχὶ ὁμολογεῖς τὸν φιλοκερδῆ ἐπι- στήμονα εἶναι περὶ τῆς ἀξίας τούτου ὅθεν κερδαίνειν ἀξιοῖ; {ΕΤ.} Ἔγωγε. (5) {ΣΩ.} Τίς οὖν ἐπιστήμων περὶ φυτῶν τῆς ἀξίας, ἐν ὁποίᾳ ἄξια φυτευθῆναι καὶ ὥρᾳ καὶ χώρᾳ; ἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν, ὧν οἱ δεξιοὶ περὶ τὰς δίκας καλλιεποῦνται. 225d {ΕΤ.} Ἐγὼ μὲν οἶμαι γεωργόν. {ΣΩ.} Τὸ οὖν ἀξιοῦν κερδαίνειν ἄλλο τι λέγεις ἢ οἴεσθαι δεῖν κερδαίνειν; {ΕΤ.} Τοῦτο λέγω. (5) {ΣΩ.} Μὴ τοίνυν με ἐπιχείρει ἐξαπατᾶν, ἄνδρα πρεσβύ- 226aτερον ἤδη οὕτω νέος ὤν, ἀποκρινόμενος ὥσπερ νυνδὴ ἃ οὐδ’ αὐτὸς οἴει, ἀλλ’ ὡς ἀληθῶς εἰπέ· ἆρ’ ἔστιν ὅντινα οἴει γεωργικὸν ἄνδρα γιγνόμενον, καὶ γιγνώσκοντα ὅτι οὐδενὸς ἄξιον φυτεύει τὸ φυτόν, οἴεσθαι ἀπὸ τούτου κερδαίνειν; (5) {ΕΤ.} Μὰ Δί’ οὐκ ἔγωγε. {ΣΩ.} Τί δέ; ἱππικὸν ἄνδρα γιγνώσκοντα ὅτι οὐδενὸς ἄξια σιτία τῷ ἵππῳ παρέχει, ἀγνοεῖν αὐτὸν οἴει ὅτι τὸν ἵππον διαφθείρει; {ΕΤ.} Οὐκ ἔγωγε. 226b {ΣΩ.} Οὐκ ἄρα οἴεταί γε ἀπὸ τούτων κερδαίνειν τῶν σιτίων τῶν μηδενὸς ἀξίων. {ΕΤ.} Οὐχί. {ΣΩ.} Τί δέ; κυβερνήτην μηδενὸς ἄξια ἱστία καὶ πηδάλια (5)τῇ νηὶ παρεσκευασμένον ἀγνοεῖν οἴει ὅτι ζημιωθήσεται καὶ κινδυνεύσει καὶ αὐτὸς ἀπολέσθαι καὶ τὴν ναῦν ἀπολέσαι καὶ ἃ ἂν ἄγῃ πάντα; {ΕΤ.} Οὐκ ἔγωγε. {ΣΩ.} Οὐκ ἄρα οἴεταί γε κερδαίνειν ἀπὸ τῶν σκευῶν τῶν 226cμηδενὸς ἀξίων. {ΕΤ.} Οὐ γάρ. {ΣΩ.} Ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ (5)ἀξιοῖ κερδαίνειν; {ΕΤ.} Οὐδαμῶς. {ΣΩ.} Ἀλλ’ αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαρι- στὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς (10)ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν; 226d {ΕΤ.} Οὔκουν φαίνεταί γε. {ΣΩ.} Τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς; οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, [ἀλλ’] οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν· ἀλλ’ οὕτω (5)μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστ’ ἀνθρώπων οὐδεὶς φιλοκερδής. {ΕΤ.} Ἀλλ’ ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ 226eσμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν. {ΣΩ.} Οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν· τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν (5)ὅτι ἀδύνατον. {ΕΤ.} Ἔμοιγε δοκεῖ. {ΣΩ.} Οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι. {ΕΤ.} Φαίνεται. (10) {ΣΩ.} Ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος; {ΕΤ.} Ναί. {ΣΩ.} Κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ; 227a {ΕΤ.} Ἔγωγε. {ΣΩ.} Ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι; {ΕΤ.} Οὐδενί. {ΣΩ.} Ἀλλὰ κακόν; (5) {ΕΤ.} Ναί. {ΣΩ.} Βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι. {ΕΤ.} Βλάπτονται. {ΣΩ.} Κακὸν ἄρα ἡ ζημία. {ΕΤ.} Ναί. (10) {ΣΩ.} Ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος. {ΕΤ.} Ἐναντίον. {ΣΩ.} Ἀγαθὸν ἄρα τὸ κέρδος. {ΕΤ.} Ναί. 227b {ΣΩ.} Τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς. {ΕΤ.} Ἔοικεν. {ΣΩ.} Οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς; (5) {ΕΤ.} Ἔγωγε. {ΣΩ.} Ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν; {ΕΤ.} Μὰ Δί’ οὐκ ἔγωγε. {ΣΩ.} Ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς. {ΕΤ.} Ναί. (10) {ΣΩ.} Ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ 227cἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν; {ΕΤ.} Ἔμοιγε φαίνεται. (5) {ΣΩ.} Τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν; {ΕΤ.} Ναί. {ΣΩ.} Πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι; (10) {ΕΤ.} Εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν 227dφιλοκερδῆ. ὀρθῶς δ’ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπ’ αὐτῶν, ἀφ’ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν. {ΣΩ.} Ἀλλ’ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογή- (5)σαμεν εἶναι ὠφελεῖσθαι. {ΕΤ.} Τί οὖν δὴ τοῦτο; {ΣΩ.} Ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί. {ΕΤ.} Ναί. (10) {ΣΩ.} Οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν. 227e {ΕΤ.} Οὐκ ἀφ’ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν. {ΣΩ.} Βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι; {ΕΤ.} Οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω. (5) {ΣΩ.} Ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι; {ΕΤ.} Ὑπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ. {ΣΩ.} Ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα (10)πονηρὸν εἶναι; {ΕΤ.} Οὐκ ἔμοιγε. 228a {ΣΩ.} Οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι; {ΕΤ.} Φημί. {ΣΩ.} Ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι; (5) {ΕΤ.} Ὡμολογήσαμεν γάρ. {ΣΩ.} Ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν. {ΕΤ.} Οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω (10)στρέφεις. 228b {ΣΩ.} Εὐφήμει· οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ. {ΕΤ.} Τίνι τούτῳ; καὶ τί μάλιστα; {ΣΩ.} Πολίτῃ μὲν ἐμῷ τε καὶ σῷ, Πεισιστράτου δὲ ὑεῖ (5)τοῦ ἐκ Φιλαϊδῶν, Ἱππάρχῳ, ὃς τῶν Πεισιστράτου παίδων ἦν πρεσβύτατος καὶ σοφώτατος, ὃς ἄλλα τε πολλὰ καὶ καλὰ ἔργα σοφίας ἀπεδείξατο, καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν εἰς τὴν γῆν ταυτηνί, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς Πανα- θηναίοις ἐξ ὑπολήψεως ἐφεξῆς αὐτὰ διιέναι, ὥσπερ νῦν ἔτι 228cοἵδε ποιοῦσιν, καὶ ἐπ’ Ἀνακρέοντα τὸν Τήιον πεντηκόντορον στείλας ἐκόμισεν εἰς τὴν πόλιν, Σιμωνίδην δὲ τὸν Κεῖον ἀεὶ περὶ αὑτὸν εἶχεν, μεγάλοις μισθοῖς καὶ δώροις πείθων· ταῦτα δ’ ἐποίει βουλόμενος παιδεύειν τοὺς πολίτας, ἵν’ ὡς (5)βελτίστων ὄντων αὐτῶν ἄρχοι, οὐκ οἰόμενος δεῖν οὐδενὶ σοφίας φθονεῖν, ἅτε ὢν καλός τε κἀγαθός. ἐπειδὴ δὲ αὐτῷ οἱ περὶ τὸ ἄστυ τῶν πολιτῶν πεπαιδευμένοι ἦσαν καὶ 228dἐθαύμαζον αὐτὸν ἐπὶ σοφίᾳ, ἐπιβουλεύων αὖ τοὺς ἐν τοῖς ἀγροῖς παιδεῦσαι ἔστησεν αὐτοῖς Ἑρμᾶς κατὰ τὰς ὁδοὺς ἐν μέσῳ τοῦ ἄστεος καὶ τῶν δήμων ἑκάστων, κἄπειτα τῆς σοφίας τῆς αὑτοῦ, ἥν τ’ ἔμαθεν καὶ ἣν αὐτὸς ἐξηῦρεν, ἐκλεξά- (5)μενος ἃ ἡγεῖτο σοφώτατα εἶναι, ταῦτα αὐτὸς ἐντείνας εἰς ἐλεγεῖον αὑτοῦ ποιήματα καὶ ἐπιδείγματα τῆς σοφίας ἐπ- 228eέγραψεν, ἵνα πρῶτον μὲν τὰ ἐν Δελφοῖς γράμματα τὰ σοφὰ ταῦτα μὴ θαυμάζοιεν οἱ πολῖται αὐτοῦ, τό τε "Γνῶθι σαυτόν" καὶ τὸ "Μηδὲν ἄγαν" καὶ τἆλλα τὰ τοιαῦτα, ἀλλὰ τὰ Ἱππάρχου ῥήματα μᾶλλον σοφὰ ἡγοῖντο, ἔπειτα παριόντες (5)ἄνω καὶ κάτω καὶ ἀναγιγνώσκοντες καὶ γεῦμα λαμβάνοντες αὐτοῦ τῆς σοφίας φοιτῷεν ἐκ τῶν ἀγρῶν καὶ ἐπὶ τὰ λοιπὰ παιδευθησόμενοι. ἐστὸν δὲ δύο τὠπιγράμματε· ἐν μὲν τοῖς 229aἐπ’ ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά_ μνῆμα τόδ’ Ἱππάρχου· στεῖχε δίκαια φρονῶν (5)φησίν. ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα· ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει_ 229b μνῆμα τόδ’ Ἱππάρχου· μὴ φίλον ἐξαπάτα. ἐγὼ οὖν σὲ ἐμοὶ ὄντα φίλον οὐ δήπου τολμῴην ἂν ἐξαπατᾶν καὶ ἐκείνῳ τοιούτῳ ὄντι ἀπιστεῖν, οὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου, (5)καὶ πάντων ἂν τῶν παλαιῶν ἤκουσας ὅτι ταῦτα μόνον τὰ ἔτη τυραννὶς ἐγένετο ἐν Ἀθήναις, τὸν δ’ ἄλλον χρόνον ἐγγύς τι ἔζων Ἀθηναῖοι ὥσπερ ἐπὶ Κρόνου βασιλεύοντος. λέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ 229cγενέσθαι οὐ δι’ ἃ οἱ πολλοὶ ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας_ἐπεὶ τοῦτό γε εὔηθες_ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαι- δεῦσθαι ὑπ’ ἐκείνου, μέγα δ’ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστο- (5)γείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον. ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν 229dἉρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε_καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι_τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα (5)συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον. {ΕΤ.} Κινδυνεύεις τοίνυν, ὦ Σώκρατες, ἢ οὐ φίλον με ἡγεῖσθαι ἤ, εἰ ἡγῇ φίλον, οὐ πείθεσθαι Ἱππάρχῳ· ἐγὼ γὰρ 229eὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς_οὐκ οἶδ’ ὅντινα μέντοι τρόπον_ ἐν τοῖς λόγοις, οὐ δύναμαι πεισθῆναι. {ΣΩ.} Ἀλλὰ μὴν καὶ ὥσπερ πεττεύων ἐθέλω σοι ἐν τοῖς λόγοις ἀναθέσθαι ὅτι βούλει τῶν εἰρημένων, ἵνα μὴ οἴῃ (5)ἐξαπατᾶσθαι. πότερον γὰρ τοῦτό σοι ἀναθῶμαι, ὡς οὐχὶ τῶν ἀγαθῶν πάντες ἐπιθυμοῦσιν ἄνθρωποι; {ΕΤ.} Μή μοί γε. {ΣΩ.} Ἀλλ’ ὡς τὸ ζημιοῦσθαι καὶ ἡ ζημία οὐ κακόν; {ΕΤ.} Μή μοί γε. (10) {ΣΩ.} Ἀλλ’ ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον; 230a {ΕΤ.} Μηδὲ τοῦτο. {ΣΩ.} Ἀλλ’ ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν; {ΕΤ.} Οὔτι πᾶν γε· τουτί μοι ἀνάθου. (5) {ΣΩ.} Δοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν. {ΕΤ.} Ἔμοιγε. {ΣΩ.} Ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο· ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν. κέρδος δέ γε οὐδὲν (10)μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἦ γάρ; {ΕΤ.} Πῶς με ἐρωτᾷς; {ΣΩ.} Ἐγὼ φράσω. σιτίον ἐστίν τι ἀγαθόν τε καὶ κακόν; 230b {ΕΤ.} Ναί. {ΣΩ.} Ἆρ’ οὖν μᾶλλόν τι αὐτῶν ἐστι τὸ ἕτερον τοῦ ἑτέρου σιτίον, ἢ ὁμοίως τοῦτό γε, σιτία, ἐστὸν ἀμφότερα καὶ ταύτῃ γε οὐδὲν διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, κατὰ τὸ σιτίον εἶναι, (5)ἀλλὰ ᾗ τὸ μὲν αὐτῶν ἀγαθόν, τὸ δὲ κακόν; {ΕΤ.} Ναί. {ΣΩ.} Οὐκοῦν καὶ ποτὸν καὶ τἆλλα πάντα, ὅσα τῶν ὄντων ταὐτὰ ὄντα τὰ μὲν πέπονθεν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, οὐδὲν ἐκείνῃ γε διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, ᾗ τὸ 230cαὐτό ἐστιν; ὥσπερ ἄνθρωπος δήπου ὁ μὲν χρηστός ἐστιν, ὁ δὲ πονηρός. {ΕΤ.} Ναί. {ΣΩ.} Ἀλλ’ ἄνθρωπός γε οἶμαι οὐδέτερος οὐδετέρου οὔτε (5)μᾶλλον οὔτε ἧττόν ἐστιν, οὔτε ὁ χρηστὸς τοῦ πονηροῦ οὔτε ὁ πονηρὸς τοῦ χρηστοῦ. {ΕΤ.} Ἀληθῆ λέγεις. {ΣΩ.} Οὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν; (10) {ΕΤ.} Ἀνάγκη. {ΣΩ.} Οὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν· οὔκουν μᾶλλόν γε κέρδος φαίνεται 230dοὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν. {ΕΤ.} Ναί. {ΣΩ.} Οὐδετέρῳ γὰρ αὐτῶν οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον πρόσεστιν. (5) {ΕΤ.} Οὐ γὰρ δή. {ΣΩ.} Τῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη; {ΕΤ.} Ἀδύνατον. {ΣΩ.} Ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα (10)καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν; 230eὥσπερ ἂν εἰ [ἃ] σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε· τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που (5)ἡμῖν ὁμολογοῖς. ἦ γάρ; {ΕΤ.} Ἔγωγε. {ΣΩ.} Καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ 231aἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν· καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι (5)δὴ καὶ τοῦτο κέρδος ἐστίν; εἰ δ’ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρί- νασθαι, ἀλλ’ ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ; 231b {ΕΤ.} Ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος. {ΣΩ.} Ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλ’ εὐωχηθείς, νόσον κτήσηται; {ΕΤ.} Μὰ Δί’ οὐκ ἔγωγε. (5) {ΣΩ.} Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν; {ΕΤ.} Κέρδος. {ΣΩ.} Οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι. (10) {ΕΤ.} Οὐ μέντοι. {ΣΩ.} Πότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδ’ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται; {ΕΤ.} Φαίνεται, ἐάν γε ἀγαθόν. 231c {ΣΩ.} Ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται; {ΕΤ.} Ἔμοιγε δοκεῖ. {ΣΩ.} Ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν. (5) {ΕΤ.} Ἀπορῶ ἔγωγε ὅτι εἴπω. {ΣΩ.} Οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπό- κριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι; {ΕΤ.} Οὔτι κακόν γε λέγω, ἀλλ’ ἐὰν χρυσίον ἢ ἀργύριον (10)ἔλαττον ἀναλώσας πλέον λάβῃ. 231d {ΣΩ.} Καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν; {ΕΤ.} Ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου (5)γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον. {ΣΩ.} Καὶ μὴν πλέον γ’ εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος; {ΕΤ.} Οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου. {ΣΩ.} Δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν (10)ἀξίαν. νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι. 231e {ΕΤ.} Σφόδρα· ἔχει γὰρ οὕτως. {ΣΩ.} Τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές. {ΕΤ.} Ναί. (5) {ΣΩ.} Τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι; {ΕΤ.} Ναί, κεκτῆσθαι. {ΣΩ.} Τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον; {ΕΤ.} Τὸ ὠφέλιμον δήπου. 232a {ΣΩ.} Οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν; {ΕΤ.} Ναί. {ΣΩ.} Οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον; (5) {ΕΤ.} Ἔοικεν. {ΣΩ.} Μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν; {ΕΤ.} Οἶμαί γε. {ΣΩ.} Εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, (10)ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή. {ΕΤ.} Ναίχι. 232b {ΣΩ.} Οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι; {ΕΤ.} Ἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν. (5) {ΣΩ.} Ἀλλ’ ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν· νῦν δ’ οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα. {ΕΤ.} Ὁμολογῶ γὰρ οὖν. {ΣΩ.} Τοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ (10)ὁμολογεῖς ἅπαντα ἅπαντας· ἢ οὔ; {ΕΤ.} Ὁμολογῶ. 232c {ΣΩ.} Ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν. {ΕΤ.} Εἶπον. {ΣΩ.} Οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι (5)φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί. {ΕΤ.} Φαίνεται. {ΣΩ.} Οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλο- κερδεῖ εἶναι· τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν. |