Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΘΕΑΓΗΣ

121a     {ΔΗ.} Ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι,

εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως

ἐμοῦ ἕνεκα ποίησαι σχολήν.

     {ΣΩ.} Ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ

(5)γε ἕνεκα καὶ πάνυ. ἀλλ’ εἴ τι βούλει λέγειν, ἔξεστιν.

     {ΔΗ.} Βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου

στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;

     {ΣΩ.} Εἰ σοὶ δοκεῖ.

121b     {ΔΗ.} Ἴωμεν δή. Ὦ Σώκρατες, πάντα τὰ φυτὰ κιν-

δυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα

καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς

φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦ-

(5)μεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ

αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο

θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος

121cγίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων·

ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα.

καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδο-

ποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ

(5)τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι.

τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα

ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ_ἔστι μὲν γὰρ οὐκ ἀγεννής,

σφαλερὰ δέ_ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς

121dφησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες

αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς

ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ

πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυ-

(5)τοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν

σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον

122aμέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ

σπεύδει. τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος·

ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πεί-

θεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ

(5)διαφθαρῇ. νῦν οὖν ἥκω ἐπ’ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων

τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν

ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην

περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλ’

εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε

122bκαὶ χρή.

     {ΣΩ.} Ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμ-

βουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν

ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ·

(5)οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο

ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον

μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα

τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ

122cμὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω

που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμ-

βουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν

ἡγούμενοι.

(5)     {ΔΗ.} Ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ

ποιεῖν χρὴ οὕτω.

     {ΣΩ.} Καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε·

σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μει-

ρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα

122dἐπιθυμεῖν ἀλλ’ ἑτέρου, εἶτ’ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν

περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ

εἶναι ἀπ’ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ

ἔστιν οὗ ἐπιθυμεῖ.

(5)     {ΔΗ.} Κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.

     {ΣΩ.} Εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν

προσαγορεύωμεν;

     {ΔΗ.} Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες.

     {ΣΩ.} Καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ

122eἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς

γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός

τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;

     {ΘΕ.} Ναί.

(5)     {ΣΩ.} Σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ

ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;

     {ΘΕ.} Τοὺς ἐπιστήμονας ἔγωγε.

     {ΣΩ.} Τί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν

ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν

(10)πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν

καὶ τὴν ἄλλην ἀγωνίαν;

     {ΘΕ.} Ἐμέ γε.

123a     {ΣΩ.} Ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει

ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;

     {ΘΕ.} Ἔγωγε.

     {ΣΩ.} Τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.

(5)     {ΘΕ.} Οἶδεν καὶ οὗτος, ὦ Σώκρατες_ἐπεὶ πολλάκις ἐγὼ

αὐτῷ εἴρηκα_ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ

οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ

μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.

     {ΣΩ.} Ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα

123bὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρ-

τυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς

ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι

τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν·

(5)"Ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι

οὐκ ἐθέλει σε συνιστάναι παρ’ ὧν ἂν σὺ σοφὸς γένοιο;"

τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνη-

τικήν;

     {ΘΕ.} Ναί.

123c     {ΣΩ.} Εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ

τὰ ἅρματα κυβερνῶσιν εἶτ’ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ

ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν

εἶναι; ἆρ’ οὐχὶ ἡνιοχικήν;

(5)     {ΘΕ.} Ναί.

     {ΣΩ.} Ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώ-

νυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;

     {ΘΕ.} Οἶμαι ἔγωγε ἔχειν.

     {ΣΩ.} Πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε

(10)ὄνομα, ἢ καὶ τὸ ὄνομα;

     {ΘΕ.} Καὶ τὸ ὄνομα ἔγωγε.

     {ΣΩ.} Τί οὖν ἔστιν; εἰπέ.

123d     {ΘΕ.} Τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν

εἶναι ἀλλ’ ἢ σοφίαν;

     {ΣΩ.} Οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία

δοκεῖ σοι εἶναι;

(5)     {ΘΕ.} Οὐκ ἔμοιγε.

     {ΣΩ.} Ἀλλὰ σοφία;

     {ΘΕ.} Ναί.

     {ΣΩ.} Ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους

ἄρχειν;

(10)     {ΘΕ.} Ναί.

     {ΣΩ.} Οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;

     {ΘΕ.} Ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Ἆρ’ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;

     {ΘΕ.} Αὕτη μὲν οὖν.

(15)     {ΣΩ.} Ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος

123eἐπιστάμεθα ἄρχειν;

     {ΘΕ.} Ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.

     {ΣΩ.} Μῶν ᾗ τῶν καμνόντων;

     {ΘΕ.} Οὐ δῆτα.

(5)     {ΣΩ.} Ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;

     {ΘΕ.} Ναί.

     {ΣΩ.} Ἀλλ’ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς

ἄρχειν;

     {ΘΕ.} Οὔ.

(10)     {ΣΩ.} Μουσικὴ γὰρ αὕτη γε;

     {ΘΕ.} Πάνυ γε.

     {ΣΩ.} Ἀλλ’ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;

     {ΘΕ.} Οὔ.

     {ΣΩ.} Γυμναστικὴ γὰρ αὕτη γε;

(15)     {ΘΕ.} Ναί.

     {ΣΩ.} Ἀλλ’ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ

ἐγὼ σοὶ τὰ ἔμπροσθεν.

124a     {ΘΕ.} Ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;

     {ΘΕ.} Ναί, ἀλλ’ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν

ἄλλων τῶν ἐν τῇ πόλει.

(5)     {ΣΩ.} Ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι

λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγών-

των καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων·

αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;

     {ΘΕ.} Ναί.

124b     {ΣΩ.} Οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ

ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν,

οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;

     {ΘΕ.} Ναί.

(5)     {ΣΩ.} Ἀλλ’ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν

γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων

καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως

λέγεις τὴν σοφίαν.

     {ΘΕ.} Ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.

124c     {ΣΩ.} Ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀπο-

κτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε

δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων,

ἢ ἄλλων τινῶν;

(5)     {ΘΕ.} Οὔκ, ἀλλὰ τούτων.

     {ΣΩ.} Τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν

τούτων ἦρχεν;

     {ΘΕ.} Ναί.

     {ΣΩ.} Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ

(10)ἤδη ἀκήκοας γενέσθαι;

     {ΘΕ.} Ἔγωγε.

     {ΣΩ.} Οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;

124d     {ΘΕ.} Ναί.

     {ΣΩ.} Τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον

ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;

     {ΘΕ.} Ἔγωγε.

(5)     {ΣΩ.} Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει

ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;

     {ΘΕ.} Πῶς γὰρ οὔ;

     {ΣΩ.} Εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε

καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;

(10)     {ΘΕ.} Τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;

124e     {ΣΩ.} Ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ

ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος

διὰ τὴν αὐτὴν ἀρχήν;

     {ΘΕ.} Οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;

(5)     {ΣΩ.} Οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ

πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ,

τυραννικῆς, καὶ τύραννος εἶναι;

     {ΘΕ.} Φαίνεται.

     {ΣΩ.} Οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;

(10)     {ΘΕ.} Ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.

     {ΣΩ.} Ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι

125aἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς [διδασκάλου]

τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ

πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν

δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα

(5)φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν_ὁρᾷς; _

ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα

ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν

τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;

125b     {ΔΗ.} Ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς

δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.

     {ΣΩ.} Ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.

     {ΔΗ.} Πυνθάνου δή.

(5)     {ΣΩ.} Τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες;

Εὐριπίδης γάρ πού φησιν_

                         σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·

εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· "Ὦ Εὐριπίδη, τῶν τί

125cσοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;" ὥσπερ

ἂν εἰ εἰπόντα_

                         σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,

ἠρόμεθα "Τῶν τί σοφῶν;" τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρ’ ἂν

(5)ἄλλο τι ἢ τῶν τὰ γεωργικά;

     {ΘΕ.} Οὔκ, ἀλλὰ τοῦτο.

     {ΣΩ.} Τί δὲ εἰ εἶπε_

                         σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,

εἰ ἠρόμεθα· "Τῶν τί σοφῶν;" τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ

(10)ὅτι τῶν μαγείρων;

     {ΘΕ.} Ναί.

     {ΣΩ.} Τί δ’ εἰ_

                         σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ

εἶπεν, εἰ ἠρόμεθα· "Τῶν τί σοφῶν;" ἆρα οὐκ ἂν τῶν

125dπαλαίειν ἔφη;

     {ΘΕ.} Ναί.

     {ΣΩ.} Ἐπειδὴ δὲ εἶπε_

                         σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,

(5)ἡμῶν ἐρωτώντων· "Τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;"

τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;

     {ΘΕ.} Ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε.

     {ΣΩ.} Ἀλλὰ βούλει ἐγώ σοι εἴπω;

     {ΘΕ.} Εἰ σὺ βούλει.

(10)     {ΣΩ.} Ταῦτ’ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην

ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;

     {ΘΕ.} Ἔγωγε.

     {ΣΩ.} Τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς

125eἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης

καὶ "ἐπίσταται τυραννικά," ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής,

ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;

     {ΘΕ.} Πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.

(5)     {ΣΩ.} Τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ

πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ

τύραννος ἂν εἴης;

     {ΘΕ.} Εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι,

126aμάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ

σύ γ’ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι_ἔτι δέ γε

ἴσως μᾶλλον θεὸς γενέσθαι_ἀλλ’ οὐ τούτου ἔλεγον ἐπι-

θυμεῖν.

(5)     {ΣΩ.} Ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; οὐ τῶν

πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;

     {ΘΕ.} Οὐ βίᾳ γε οὐδ’ ὥσπερ οἱ τύραννοι ἀλλ’ ἑκόντων,

ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.

     {ΣΩ.} Ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς

(10)καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;

     {ΘΕ.} Νὴ Δία τούτους λέγω.

     {ΣΩ.} Τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς

126bγενέσθαι; παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι

ἱππεύς; ἦ παρ’ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;

     {ΘΕ.} Μὰ Δία οὐκ ἔγωγε.

     {ΣΩ.} Ἀλλὰ παρ’ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ

(5)οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ

ἀλλοτρίοις πολλοῖς.

     {ΘΕ.} Δῆλον ὅτι.

     {ΣΩ.} Τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι;

οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι

(10)τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ

126cοἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;

     {ΘΕ.} Ἔμοιγε δοκεῖ.

     {ΣΩ.} Λέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς

γενέσθαι, οἴει παρ’ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι

(5)ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ

πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ

ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν

καὶ βαρβάροις; ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς

ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλ’ οὐκ αὐτοῖς τούτοις;

126d     {ΘΕ.} Ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς

λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν

βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέ-

στατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι. ἀνόητος ἂν

(5)οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν

αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι

οἷός τ’ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.

     {ΣΩ.} Τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ

σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη

126eμὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο

σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων

αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου,

τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρ’ αὐτῶν

(5)μανθάνειν; ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι,

ἢ τοὺς κιθαριστάς; ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις

ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;

     {ΘΕ.} Μὰ Δία οὐκ ἔγωγε.

127a     {ΣΩ.} Νῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν

θαυμάζεις, καὶ μέμφῃ εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι

πέμποι; ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ

ὅτῳ ἂν βούλῃ συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ

(5)ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον

εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλῳ τῳ

συνών.

     {ΘΕ.} Τί οὖν, ὦ Σώκρατες; οὐ καὶ σὺ τῶν καλῶν κἀγα-

θῶν εἰ ἀνδρῶν; εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ

(10)οὐδένα ἄλλον ζητῶ.

127b     {ΣΩ.} Τί τοῦτο λέγεις, Θέαγες;

     {ΔΗ.} Ὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν

ἐμοὶ χαριῇ· ὡς ἐγὼ οὐκ ἔσθ’ ὅτι τούτου μεῖζον ἂν ἕρμαιον

ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ

(5)ἐθέλοις τούτῳ συνεῖναι. καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν

ὡς σφόδρα βούλομαι. ἀλλ’ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ

τ’ ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ

συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλ-

127cλάξετε φροντίδων. ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή

τινι ἄλλῳ ἐντύχῃ οἵῳ τοῦτον διαφθεῖραι.

     {ΘΕ.} Μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γ’ ἐμοῦ φοβοῦ, εἴπερ

οἷός τ’ εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.

(5)     {ΔΗ.} Πάνυ καλῶς λέγεις. ὦ Σώκρατες, πρὸς σὲ δ’ ἂν

ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς

διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειό-

τατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ

127dἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς.

     {ΣΩ.} Ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω,

εἴπερ οἴει ὑπ’ ἐμοῦ μάλιστ’ ἄν σοι τοῦτον ὠφεληθῆναι_οὐ

γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ

(5)ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται_ὁπόθεν δὲ ἔδοξέ

σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τ’ εἴην

ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ

ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο

127eπάνυ θαυμάζω. σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ,

ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας,

καὶ τιμᾷ ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα

καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων

(5)οὐδὲν ἐνορᾷ οὐδέτερος ὑμῶν. ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν

πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους

δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους

ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας

128aὁ Λεοντῖνος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί,

οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι

τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους_οἷς

ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι_

(5)τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας

αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ

μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. τούτων τινὰς εἰκὸς

ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δ’ οὐκ

128bεἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ

καλῶν μαθημάτων_ἐπεὶ ἐβουλόμην ἄν_ἀλλὰ καὶ λέγω

δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος

πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. τοῦτο

(5)μέντοι τὸ μάθημα παρ’ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν

προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν.

     {ΘΕ.} Ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ

[τι] ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν_ἐπεὶ τό γ’ ἐμὸν ἕτοιμον,

128cἐὰν οὗτος ἐθέλῃ_ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει.

ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων

οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ

συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους

(5)φαίνονται ὧν πρότερον χείρους.

     {ΣΩ.} Οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;

     {ΘΕ.} Ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ

οἷός τ’ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.

128d     {ΣΩ.} Οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτ’ ἔστιν, ἐγὼ

δέ σοι φράσω. ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ

ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ

ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου

(5)ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν

φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀπο-

τρέπει καὶ οὐκ ἐᾷ πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας

παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν

128eγενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνα-

κοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς

αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή,

καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι "Λέγοντός σου

(5)μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει."

"Ἴσως," ἔφη, "σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν

μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφελη-

θήσομαι." ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ

129aἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. εἰ δὲ βούλεσθε,

τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ

Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει εὐθὺ τοῦ δαιμονίου,

ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπ-

(5)εδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.

     {ΘΕ.} Τί;

     {ΣΩ.} "Ὦ Κλειτόμαχε," ἔφη, "ἐγὼ μέντοι ἔρχομαι ἀπο-

θανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι." τί

δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος; ἐγὼ φράσω. ὅτε

129bἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ

Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου,

ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος

ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, "Τί λέγεις," ἔφη, "ὦ Σώ-

(5)κρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω

δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω." καί μοι ἐγένετο ἡ φωνή,

καὶ εἶπον πρὸς αὐτόν, "Μηδαμῶς," ἔφην, "ἀναστῇς· γέγονε

γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον." καὶ ὃς ἐπέσχε.

129cκαὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· "Εἶμι

δή, Σώκρατες." αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν

ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενός με λαθεῖν,

ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας

(5)ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διε-

πράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος. ὅθεν δὴ τοῦτο εἶπεν

πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος

διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ

129dπολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ

στρατοπέδου. καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν

ἀκοῦσαι· πεῖραν δ’ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα

τὶ λέγει. ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ

(5)καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλ-

λου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. ἐγὼ οὖν

οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γ’ ἐλᾶν, καὶ

περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι.

129e     Ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ

δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετ’ ἐμοῦ συν-

διατριβόντων τὸ ἅπαν δύναται. πολλοῖς μὲν γὰρ ἐναν-

τιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετ’ ἐμοῦ διατρί-

(5)βουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν·

πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν

συνόντες. οἷς δ’ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ

δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ

γὰρ παραχρῆμα ἐπιδιδόασιν. καὶ τούτων αὖ τῶν ἐπιδι-

130aδόντων οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν

ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετ’ ἐμοῦ χρόνον ὦσιν, θαυ-

μάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν

διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ

(5)Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετ’ ἐμοῦ

πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία

τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετ’

ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θου-

130bκυδίδου. ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι δι’ ἀπεχθείας

ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ

ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, "Θουκυδίδην δέ," ἔφη,

"ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλε-

(5)παίνειν ὡς τὶ ὄντα." "Ἔστι γάρ," ἔφην ἐγώ, "οὕτως."

"Τί δέ, οὐκ οἶδεν," ἔφη, "πρὶν σοὶ συγγενέσθαι οἷον ἦν

τὸ ἀνδράποδον;" "Οὐκ ἔοικέν γε," ἔφην ἐγώ, "νὴ τοὺς

θεούς." "Ἀλλὰ μὴν καὶ αὐτός γε," ἔφη, "καταγελάστως

130cἔχω, ὦ Σώκρατες." "Τί μάλιστα;" ἔφην ἐγώ. "Ὅτι,"

ἔφη, "πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τ’ ἦ διαλέ-

γεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε

καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων,

(5)νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαι-

δευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι."

"Πότερον δέ," ἦν δ’ ἐγώ, "ἐξαίφνης σε προύλιπεν αὕτη

ἡ δύναμις ἢ κατὰ σμικρόν;" "Κατὰ σμικρόν," ἦ δ’ ὅς.

130d"Ἡνίκα δέ σοι παρεγένετο," ἦν δ’ ἐγώ, "πότερον μαθόντι

παρ’ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ;" "Ἐγώ σοι

ἐρῶ," ἔφη, "ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς

δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς

(5)οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ

μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ

ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον

ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς

130eσέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ

πλεῖστον ἐπεδίδουν ὁπότε παρ’ αὐτόν σε καθοίμην ἐχόμενός

σου καὶ ἁπτόμενος· νῦν δέ," ἦ δ’ ὅς, "πᾶσα ἐκείνη ἡ ἕξις

ἐξερρύηκε."

(5)     Ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν

μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ

μή, οὔ. ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρ’ ἐκείνων τινὶ

παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν

ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρ’ ἐμοῦ ὅτι ἂν

(10)τύχῃ τοῦτο πρᾶξαι.

131a     {ΘΕ.} Ἐμοὶ μὲν τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἡμᾶς οὑτωσὶ

ποιῆσαι, ἀποπειραθῆναι τοῦ δαιμονίου τούτου συνόντας

ἀλλήλοις. καὶ ἐὰν μὲν παρείκῃ ἡμῖν, ταῦτα βέλτιστα·

εἰ δὲ μή, τότε ἤδη παραχρῆμα βουλευσόμεθα ὅτι δράσομεν,

(5)εἴτε ἄλλῳ συνεσόμεθα, εἴτε καὶ αὐτὸ τὸ θεῖον τὸ σοὶ γιγνό-

μενον πειρασόμεθα παραμυθεῖσθαι εὐχαῖσί τε καὶ θυσίαις

καὶ ἄλλῳ ὅτῳ ἂν οἱ μάντεις ἐξηγῶνται.

     {ΔΗ.} Μηκέτι πρὸς ταῦτα ἀντείπῃς, ὦ Σώκρατες, τῷ

μειρακίῳ· εὖ γὰρ λέγει Θεάγης.

(10)     {ΣΩ.} Ἀλλ’ εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν, οὕτω ποιῶμεν.