Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΛΥΣΙΣ

203a     Ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ Λυκείου τὴν ἔξω

τείχους ὑπ’ αὐτὸ τὸ τεῖχος· ἐπειδὴ δ’ ἐγενόμην κατὰ τὴν

πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε

τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ

(5)τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι. καί με προσιόντα ὁ

Ἱπποθάλης ἰδών, Ὦ Σώκρατες, ἔφη, ποῖ δὴ πορεύῃ καὶ

203bπόθεν;

     Ἐξ Ἀκαδημείας, ἦν δ’ ἐγώ, πορεύομαι εὐθὺ Λυκείου.

     Δεῦρο δή, ἦ δ’ ὅς, εὐθὺ ἡμῶν. οὐ παραβάλλεις; ἄξιον

μέντοι.

(5)     Ποῖ, ἔφην ἐγώ, λέγεις, καὶ παρὰ τίνας τοὺς ὑμᾶς;

     Δεῦρο, ἔφη, δείξας μοι ἐν τῷ καταντικρὺ τοῦ τείχους περί-

βολόν τέ τινα καὶ θύραν ἀνεῳγμένην. διατρίβομεν δέ, ἦ δ’

ὅς, αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.

204a     Ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;

     Παλαίστρα, ἔφη, νεωστὶ ᾠκοδομημένη· ἡ δὲ διατριβὴ τὰ

πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.

     Καλῶς γε, ἦν δ’ ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι;

(5)     Σὸς ἑταῖρός γε, ἦ δ’ ὅς, καὶ ἐπαινέτης, Μίκκος.

     Μὰ Δία, ἦν δ’ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλ’ ἱκανὸς

σοφιστής.

     Βούλει οὖν ἕπεσθαι, ἔφη, ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι

[αὐτοῦ];

204b     Πρῶτον ἡδέως ἀκούσαιμ’ ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ

καλός.

     Ἄλλος, ἔφη, ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες.

     Σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες; τοῦτό μοι εἰπέ.

(5)     Καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν. καὶ ἐγὼ εἶπον· Ὦ παῖ

Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του

εἴτε μή· οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ

πορευόμενος τοῦ ἔρωτος. εἰμὶ δ’ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος

204cκαὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ

τ’ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον.

     Καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν

Κτήσιππος, Ἀστεῖόν γε, ἦ δ’ ὅς, ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες,

(5)καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δ’ οὗτος καὶ σμικρὸν

χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων

θαμὰ λέγοντος. ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ

204dὦτα καὶ ἐμπέπληκε Λύσιδος· ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία

ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα

ἀκούειν. καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ

πάνυ τι δεινά ἐστιν, ἀλλ’ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπι-

(5)χειρήσῃ καταντλεῖν καὶ συγγράμματα. καὶ ὅ ἐστιν τούτων

δεινότερον, ὅτι καὶ ᾄδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν

ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι. νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ

ἐρυθριᾷ.

204e     Ἔστιν δέ, ἦν δ’ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαί-

ρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων.

     Οὐ γὰρ πάνυ, ἔφη, τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλ’ ἔτι

πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώ-

(5)σκεσθαι αὐτοῦ. ἐπεὶ εὖ οἶδ’ ὅτι πολλοῦ δεῖς τὸ εἶδος ἀγνοεῖν

τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι.

     Λεγέσθω, ἦν δ’ ἐγώ, οὗτινος ἔστιν.

     Δημοκράτους, ἔφη, τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.

     Εἶεν, ἦν δ’ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν

(10)τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες· καί μοι ἴθι ἐπίδειξαι ἃ

205aκαὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν

περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.

     Τούτων δέ τι, ἔφη, σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;

     Πότερον, ἦν δ’ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;

(5)     Οὐκ ἔγωγε, ἔφη, ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ

συγγράφειν.

     Οὐχ ὑγιαίνει, ἔφη ὁ Κτήσιππος, ἀλλὰ ληρεῖ τε καὶ

μαίνεται.

     Καὶ ἐγὼ εἶπον· Ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι

205bἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ

τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ

παιδικά.

     Ὅδε δήπου σοι, ἔφη, ἐρεῖ· ἀκριβῶς γὰρ ἐπίσταται καὶ

(5)μέμνηται, εἴπερ, ὡς λέγει, ὑπ’ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.

     Νὴ τοὺς θεούς, ἔφη ὁ Κτήσιππος, πάνυ γε. καὶ γάρ

ἐστι καταγέλαστα, ὦ Σώκρατες. τὸ γὰρ ἐραστὴν ὄντα καὶ

διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον

205cμὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ

καταγέλαστον; ἃ δὲ ἡ πόλις ὅλη ᾄδει περὶ Δημοκράτους καὶ

Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προ-

γόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ

(5)Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε

καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα. τὸν γὰρ

τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει,

ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν

205dὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς

τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾄδουσι, καὶ

ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες· ταῦτ’ ἐστὶν ἃ οὗτος λέγων

τε καὶ ᾄδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.

(5)     Καὶ ἐγὼ ἀκούσας εἶπον· Ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν

νενικηκέναι ποιεῖς τε καὶ ᾄδεις εἰς σαυτὸν ἐγκώμιον;

     Ἀλλ’ οὐκ εἰς ἐμαυτόν, ἔφη, ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε

ᾄδω.

     Οὐκ οἴει γε, ἦν δ’ ἐγώ.

(10)     Τὸ δὲ πῶς ἔχει; ἔφη.

205e     Πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.

ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι

ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ

νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες· ἐὰν δέ σε διαφύγῃ,

(5)ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν,

τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος

206aκαταγέλαστος εἶναι. ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός,

οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ

ἀποβήσεται. καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ

αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας· ἢ οὐκ οἴει;

(5)     Ἔγωγε, ἔφη.

     Οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι

γίγνονται;

     Εἰκός γε.

     Ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ

(10)θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ;

206b     Δῆλον ὅτι φαῦλος.

     Καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλ’ ἐξαγριαίνειν

πολλὴ ἀμουσία· ἦ γάρ;

     Δοκεῖ μοι.

(5)     Σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον

σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν· καίτοι οἶμαι ἐγὼ ἄνδρα

ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς

ἀγαθός ποτ’ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.

     Οὐ μὰ τὸν Δία, ἔφη· πολλὴ γὰρ ἂν ἀλογία εἴη. ἀλλὰ διὰ

206cταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο

ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί

πράττων προσφιλὴς παιδικοῖς γένοιτο.

     Οὐ ῥᾴδιον, ἦν δ’ ἐγώ, εἰπεῖν· ἀλλ’ εἴ μοι ἐθελήσαις αὐτὸν

(5)ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι

ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ

ᾄδειν φασί σε.

     Ἀλλ’ οὐδέν, ἔφη, χαλεπόν. ἂν γὰρ εἰσέλθῃς μετὰ

Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ

(10)αὐτός σοι πρόσεισι_φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως

206dἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ

εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες_πρόσεισιν οὖν σοι.

εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν

Μενέξενον· Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος

(5)ὢν τυγχάνει. καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ

αὐτός.

     Ταῦτα, ἦν δ’ ἐγώ, χρὴ ποιεῖν. Καὶ ἅμα λαβὼν τὸν

206eΚτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δ’ ἄλλοι ὕστεροι

ἡμῶν ᾖσαν.

     Εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς

παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα,

(5)ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας. οἱ μὲν

οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀπο-

δυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ

φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστασαν

ἄλλοι θεωροῦντες. ὧν δὴ καὶ ὁ Λύσις ἦν, καὶ εἱστήκει ἐν

207aτοῖς παισί τε καὶ νεανίσκοις ἐστεφανωμένος καὶ τὴν ὄψιν

διαφέρων, οὐ τὸ καλὸς εἶναι μόνον ἄξιος ἀκοῦσαι, ἀλλ’ ὅτι

καλός τε κἀγαθός. καὶ ἡμεῖς εἰς τὸ καταντικρὺ ἀποχωρή-

σαντες ἐκαθεζόμεθα_ἦν γὰρ αὐτόθι ἡσυχία_καί τι ἀλλήλοις

(5)διελεγόμεθα. περιστρεφόμενος οὖν ὁ Λύσις θαμὰ ἐπεσκο-

πεῖτο ἡμᾶς, καὶ δῆλος ἦν ἐπιθυμῶν προσελθεῖν. τέως μὲν

οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος

207bἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε

καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος· ἰδὼν οὖν αὐτὸν

ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου.

προσῆλθον δὴ καὶ οἱ ἄλλοι, καὶ δὴ καὶ ὁ Ἱπποθάλης,

(5)ἐπειδὴ πλείους ἑώρα ἐφισταμένους, τούτους ἐπηλυγισάμενος

προσέστη ᾗ μὴ ᾤετο κατόψεσθαι τὸν Λύσιν, δεδιὼς μὴ αὐτῷ

ἀπεχθάνοιτο· καὶ οὕτω προσεστὼς ἠκροᾶτο.

     Καὶ ἐγὼ πρὸς τὸν Μενέξενον ἀποβλέψας, Ὦ παῖ Δημο-

207cφῶντος, ἦν δ’ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;

     Ἀμφισβητοῦμεν, ἔφη.

     Οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτ’ ἄν, ἦν δ’ ἐγώ.

     Πάνυ γε, ἔφη.

(5)     Καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.

     Ἐγελασάτην οὖν ἄμφω.

     Οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ

ἐρήσομαι· φίλω γάρ ἐστον. ἦ γάρ;

     Πάνυ γ’, ἐφάτην.

(10)     Οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν

διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.

     Συνεφάτην.

207d     Ἐπεχείρουν δὴ μετὰ τοῦτο ἐρωτᾶν ὁπότερος δικαιότερος

καὶ σοφώτερος αὐτῶν εἴη. μεταξὺ οὖν τις προσελθὼν ἀν-

έστησε τὸν Μενέξενον, φάσκων καλεῖν τὸν παιδοτρίβην·

ἐδόκει γάρ μοι ἱεροποιῶν τυγχάνειν. ἐκεῖνος μὲν οὖν ᾤχετο·

(5)ἐγὼ δὲ τὸν Λύσιν ἠρόμην, Ἦ που, ἦν δ’ ἐγώ, ὦ Λύσι,

σφόδρα φιλεῖ σε ὁ πατὴρ καὶ ἡ μήτηρ; — Πάνυ γε, ἦ δ’ ὅς.

— Οὐκοῦν βούλοιντο ἄν σε ὡς εὐδαιμονέστατον εἶναι; —

207eΠῶς γὰρ οὔ; — Δοκεῖ δέ σοι εὐδαίμων εἶναι ἄνθρωπος

δουλεύων τε καὶ ᾧ μηδὲν ἐξείη ποιεῖν ὧν ἐπιθυμοῖ; — Μὰ

Δί’ οὐκ ἔμοιγε, ἔφη. — Οὐκοῦν εἴ σε φιλεῖ ὁ πατὴρ καὶ ἡ

μήτηρ καὶ εὐδαίμονά σε ἐπιθυμοῦσι γενέσθαι, τοῦτο παντὶ

(5)τρόπῳ δῆλον ὅτι προθυμοῦνται ὅπως ἂν εὐδαιμονοίης. — Πῶς

γὰρ οὐχί; ἔφη. — Ἐῶσιν ἄρα σε ἃ βούλει ποιεῖν, καὶ οὐδὲν

ἐπιπλήττουσιν οὐδὲ διακωλύουσι ποιεῖν ὧν ἂν ἐπιθυμῇς; —

Ναὶ μὰ Δία ἐμέ γε, ὦ Σώκρατες, καὶ μάλα γε πολλὰ

κωλύουσιν. — Πῶς λέγεις; ἦν δ’ ἐγώ. βουλόμενοί σε μακά-

208aριον εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ

μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων

ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε

ἀλλὰ διακωλύοιεν; — Μὰ Δί’ οὐ μέντοι ἄν, ἔφη, ἐῷεν. —

(5)Ἀλλὰ τίνα μήν; — Ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς

μισθὸν φέρων. — Πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν

ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι

208bαὐτοῦ τούτου ἀργύριον τελοῦσιν; — Ἀλλὰ τί μήν; ἔφη. —

Ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν,

κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν. —

Πόθεν, ἦ δ’ ὅς, ἐῷεν; — Τί δέ; ἦν δ’ ἐγώ· οὐδενὶ ἔξεστιν

(5)αὐτοὺς τύπτειν; — Καὶ μάλα, ἔφη, τῷ ὀρεοκόμῳ. — Δούλῳ

ὄντι ἢ ἐλευθέρῳ; — Δούλῳ, ἔφη. — Καὶ δοῦλον, ὡς ἔοικεν,

ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ

ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ

208cδιακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν

σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι; — Πῶς γάρ, ἔφη,

ἐπιτρέπουσιν; — Ἀλλ’ ἄρχει τίς σου; — Ὅδε, παιδαγωγός,

ἔφη. — Μῶν δοῦλος ὤν; — Ἀλλὰ τί μήν; ἡμέτερός γε, ἔφη.

(5)— Ἦ δεινόν, ἦν δ’ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι.

τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει; — Ἄγων δήπου,

ἔφη, εἰς διδασκάλου. — Μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ

208dδιδάσκαλοι; — Πάντως δήπου. — Παμπόλλους ἄρα σοι δε-

σπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλ’ ἆρα

ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν

ὅτι ἂν βούλῃ, ἵν’ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ

(5)τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς

σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν

ὀργάνων ἅπτεσθαι. — Καὶ ὃς γελάσας, Μὰ Δία, ἔφη, ὦ

208eΣώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ

ἁπτοίμην. — Ἡράκλεις, ἦν δ’ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν

πατέρα ἢ τὴν μητέρα; — Μὰ Δί’ οὐκ ἔγωγε, ἔφη.

     Ἀλλ’ ἀντὶ τίνος μὴν οὕτω σε δεινῶς διακωλύουσιν εὐδαί-

(5)μονα εἶναι καὶ ποιεῖν ὅτι ἂν βούλῃ, καὶ δι’ ἡμέρας ὅλης

τρέφουσί σε ἀεί τῳ δουλεύοντα καὶ ἑνὶ λόγῳ ὀλίγου ὧν

ἐπιθυμεῖς οὐδὲν ποιοῦντα; ὥστε σοι, ὡς ἔοικεν, οὔτε τῶν

χρημάτων τοσούτων ὄντων οὐδὲν ὄφελος, ἀλλὰ πάντες

209aαὐτῶν μᾶλλον ἄρχουσιν ἢ σύ, οὔτε τοῦ σώματος οὕτω γεν-

ναίου ὄντος, ἀλλὰ καὶ τοῦτο ἄλλος ποιμαίνει καὶ θεραπεύει·

σὺ δὲ ἄρχεις οὐδενός, ὦ Λύσι, οὐδὲ ποιεῖς οὐδὲν ὧν ἐπιθυ-

μεῖς. — Οὐ γάρ πω, ἔφη, ἡλικίαν ἔχω, ὦ Σώκρατες. — Μὴ οὐ

(5)τοῦτό σε, ὦ παῖ Δημοκράτους, κωλύῃ, ἐπεὶ τό γε τοσόνδε,

ὡς ἐγᾦμαι, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ σοι ἐπιτρέπουσιν καὶ

οὐκ ἀναμένουσιν ἕως ἂν ἡλικίαν ἔχῃς. ὅταν γὰρ βούλωνται

αὑτοῖς τινα ἀναγνωσθῆναι ἢ γραφῆναι, σέ, ὡς ἐγᾦμαι,

209bπρῶτον τῶν ἐν τῇ οἰκίᾳ ἐπὶ τοῦτο τάττουσιν. ἦ γάρ; —

Πάνυ γ’, ἔφη. — Οὐκοῦν ἔξεστί σοι ἐνταῦθ’ ὅτι ἂν βούλῃ

πρῶτον τῶν γραμμάτων γράφειν καὶ ὅτι ἂν δεύτερον· καὶ

ἀναγιγνώσκειν ὡσαύτως ἔξεστιν. καὶ ἐπειδάν, ὡς ἐγᾦμαι,

(5)τὴν λύραν λάβῃς, οὐ διακωλύουσί σε οὔτε ὁ πατὴρ οὔτε ἡ

μήτηρ ἐπιτεῖναί τε καὶ ἀνεῖναι ἣν ἂν βούλῃ τῶν χορδῶν,

καὶ ψῆλαι καὶ κρούειν τῷ πλήκτρῳ. ἢ διακωλύουσιν; — Οὐ

δῆτα. — Τί ποτ’ ἂν οὖν εἴη, ὦ Λύσι, τὸ αἴτιον ὅτι ἐνταῦθα

209cμὲν οὐ διακωλύουσιν, ἐν οἷς δὲ ἄρτι ἐλέγομεν κωλύουσι; —

Ὅτι οἶμαι, ἔφη, ταῦτα μὲν ἐπίσταμαι, ἐκεῖνα δ’ οὔ. — Εἶεν,

ἦν δ’ ἐγώ, ὦ ἄριστε· οὐκ ἄρα τὴν ἡλικίαν σου περιμένει

ὁ πατὴρ ἐπιτρέπειν πάντα, ἀλλ’ ᾗ ἂν ἡμέρᾳ ἡγήσηταί σε

(5)βέλτιον αὑτοῦ φρονεῖν, ταύτῃ ἐπιτρέψει σοι καὶ αὑτὸν καὶ

τὰ αὑτοῦ. — Οἶμαι ἔγωγε, ἔφη. — Εἶεν, ἦν δ’ ἐγώ· τί δέ; τῷ

γείτονι ἆρ’ οὐχ ὁ αὐτὸς ὅρος ὅσπερ τῷ πατρὶ περὶ σοῦ;

209dπότερον οἴει αὐτὸν ἐπιτρέψειν σοι τὴν αὑτοῦ οἰκίαν οἰκονο-

μεῖν, ὅταν σε ἡγήσηται βέλτιον περὶ οἰκονομίας ἑαυτοῦ

φρονεῖν, ἢ αὐτὸν ἐπιστατήσειν; — Ἐμοὶ ἐπιτρέψειν οἶμαι. —

Τί δ’; Ἀθηναίους οἴει σοι οὐκ ἐπιτρέψειν τὰ αὑτῶν, ὅταν

(5)αἰσθάνωνται ὅτι ἱκανῶς φρονεῖς; — Ἔγωγε. — Πρὸς Διός, ἦν

δ’ ἐγώ, τί ἄρα ὁ μέγας βασιλεύς; πότερον τῷ πρεσβυτάτῳ

ὑεῖ, οὗ ἡ τῆς Ἀσίας ἀρχὴ γίγνεται, μᾶλλον ἂν ἐπιτρέ-

ψειεν ἑψομένων κρεῶν [ἐμβάλλειν] ὅτι ἂν βούληται ἐμ-

209eβαλεῖν εἰς τὸν ζωμόν, ἢ ἡμῖν, εἰ ἀφικόμενοι παρ’ ἐκεῖνον

ἐνδειξαίμεθα αὐτῷ ὅτι ἡμεῖς κάλλιον φρονοῦμεν ἢ ὁ ὑὸς

αὐτοῦ περὶ ὄψου σκευασίας; — Ἡμῖν δῆλον ὅτι, ἔφη. —

Καὶ τὸν μέν γε οὐδ’ ἂν σμικρὸν ἐάσειεν ἐμβαλεῖν· ἡμᾶς

(5)δέ, κἂν εἰ βουλοίμεθα δραξάμενοι τῶν ἁλῶν, ἐῴη ἂν

ἐμβαλεῖν. — Πῶς γὰρ οὔ; — Τί δ’ εἰ τοὺς ὀφθαλμοὺς ὁ ὑὸς

αὐτοῦ ἀσθενοῖ, ἆρα ἐῴη ἂν αὐτὸν ἅπτεσθαι τῶν ἑαυτοῦ

210aὀφθαλμῶν, μὴ ἰατρὸν ἡγούμενος, ἢ κωλύοι ἄν; — Κωλύοι

ἄν. — Ἡμᾶς δέ γε εἰ ὑπολαμβάνοι ἰατρικοὺς εἶναι, κἂν

εἰ βουλοίμεθα διανοίγοντες τοὺς ὀφθαλμοὺς ἐμπάσαι τῆς

τέφρας, οἶμαι οὐκ ἂν κωλύσειεν, ἡγούμενος ὀρθῶς φρονεῖν.

(5)— Ἀληθῆ λέγεις. — Ἆρ’ οὖν καὶ τἆλλα πάντα ἡμῖν ἐπι-

τρέποι ἂν μᾶλλον ἢ ἑαυτῷ καὶ τῷ ὑεῖ, περὶ ὅσων ἂν

δόξωμεν αὐτῷ σοφώτεροι ἐκείνων εἶναι; — Ἀνάγκη, ἔφη, ὦ

Σώκρατες.

     Οὕτως ἄρα ἔχει, ἦν δ’ ἐγώ, ὦ φίλε Λύσι· εἰς μὲν ταῦτα,

210bἃ ἂν φρόνιμοι γενώμεθα, ἅπαντες ἡμῖν ἐπιτρέψουσιν, Ἕλ-

ληνές τε καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, ποιήσομέν

τε ἐν τούτοις ὅτι ἂν βουλώμεθα, καὶ οὐδεὶς ἡμᾶς ἑκὼν εἶναι

ἐμποδιεῖ, ἀλλ’ αὐτοί τε ἐλεύθεροι ἐσόμεθα ἐν αὐτοῖς καὶ

(5)ἄλλων ἄρχοντες, ἡμέτερά τε ταῦτα ἔσται_ὀνησόμεθα γὰρ

ἀπ’ αὐτῶν_εἰς ἃ δ’ ἂν νοῦν μὴ κτησώμεθα, οὔτε τις ἡμῖν

ἐπιτρέψει περὶ αὐτὰ ποιεῖν τὰ ἡμῖν δοκοῦντα, ἀλλ’ ἐμπο-

210cδιοῦσι πάντες καθ’ ὅτι ἂν δύνωνται, οὐ μόνον οἱ ἀλλότριοι,

ἀλλὰ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εἴ τι τούτων οἰκειότερόν

ἐστιν, αὐτοί τε ἐν αὐτοῖς ἐσόμεθα ἄλλων ὑπήκοοι, καὶ ἡμῖν

ἔσται ἀλλότρια· οὐδὲν γὰρ ἀπ’ αὐτῶν ὀνησόμεθα. συγχω-

(5)ρεῖς οὕτως ἔχειν; — Συγχωρῶ. — Ἆρ’ οὖν τῳ φίλοι ἐσόμεθα

καί τις ἡμᾶς φιλήσει ἐν τούτοις, ἐν οἷς ἂν ὦμεν ἀνωφελεῖς;

— Οὐ δῆτα, ἔφη. — Νῦν ἄρα οὐδὲ σὲ ὁ πατὴρ οὐδὲ ἄλλος

ἄλλον οὐδένα φιλεῖ, καθ’ ὅσον ἂν ᾖ ἄχρηστος. — Οὐκ ἔοικεν,

210dἔφη. — Ἐὰν μὲν ἄρα σοφὸς γένῃ, ὦ παῖ, πάντες σοι φίλοι

καὶ πάντες σοι οἰκεῖοι ἔσονται_χρήσιμος γὰρ καὶ ἀγαθὸς

ἔσῃ_εἰ δὲ μή, σοὶ οὔτε ἄλλος οὐδεὶς οὔτε ὁ πατὴρ φίλος

ἔσται οὔτε ἡ μήτηρ οὔτε οἱ οἰκεῖοι. οἷόν τε οὖν ἐπὶ τούτοις,

(5)ὦ Λύσι, μέγα φρονεῖν, ἐν οἷς τις μήπω φρονεῖ; — Καὶ πῶς

ἄν; ἔφη. — Εἰ δ’ ἄρα σὺ διδασκάλου δέῃ, οὔπω φρονεῖς. —

Ἀληθῆ. — Οὐδ’ ἄρα μεγαλόφρων εἶ, εἴπερ ἄφρων ἔτι. — Μὰ

Δία, ἔφη, ὦ Σώκρατες, οὔ μοι δοκεῖ.

210e     Καὶ ἐγὼ ἀκούσας αὐτοῦ ἀπέβλεψα πρὸς τὸν Ἱπποθάλη,

καὶ ὀλίγου ἐξήμαρτον· ἐπῆλθε γάρ μοι εἰπεῖν ὅτι Οὕτω

χρή, ὦ Ἱππόθαλες, τοῖς παιδικοῖς διαλέγεσθαι, ταπεινοῦντα

καὶ συστέλλοντα, ἀλλὰ μὴ ὥσπερ σὺ χαυνοῦντα καὶ διαθρύ-

(5)πτοντα. κατιδὼν οὖν αὐτὸν ἀγωνιῶντα καὶ τεθορυβημένον

ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λαν-

θάνειν τὸν Λύσιν ἐβούλετο· ἀνέλαβον οὖν ἐμαυτὸν καὶ

211aἐπέσχον τοῦ λόγου. καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν,

καὶ ἐκαθέζετο παρὰ τὸν Λύσιν, ὅθεν καὶ ἐξανέστη. ὁ οὖν

Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου,

σμικρὸν πρός με λέγων ἔφη· Ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ

(5)λέγεις, εἰπὲ καὶ Μενεξένῳ.

     Καὶ ἐγὼ εἶπον, Ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι·

πάντως γὰρ προσεῖχες τὸν νοῦν.

     Πάνυ μὲν οὖν, ἔφη.

     Πειρῶ τοίνυν, ἦν δ’ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι

211bμάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς· ἐὰν δέ τι αὐτῶν

ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον.

     Ἀλλὰ ποιήσω, ἔφη, ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα,

εὖ ἴσθι. ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω,

(5)ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι.

     Ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δ’ ἐγώ, ἐπειδή γε καὶ σὺ

κελεύεις. ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν

ἐπιχειρῇ ὁ Μενέξενος· ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν;

     Ναὶ μὰ Δία, ἔφη, σφόδρα γε· διὰ ταῦτά τοι καὶ βού-

211cλομαί σε αὐτῷ διαλέγεσθαι.

     Ἵνα, ἦν δ’ ἐγώ, καταγέλαστος γένωμαι;

     Οὐ μὰ Δία, ἔφη, ἀλλ’ ἵνα αὐτὸν κολάσῃς.

     Πόθεν; ἦν δ’ ἐγώ. οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος,

(5)Κτησίππου μαθητής. πάρεστι δέ τοι αὐτός_οὐχ ὁρᾷς; _

Κτήσιππος.

     Μηδενός σοι, ἔφη, μελέτω, ὦ Σώκρατες, ἀλλ’ ἴθι

διαλέγου αὐτῷ.

     Διαλεκτέον, ἦν δ’ ἐγώ.

(10)     Ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς, Τί ὑμεῖς,

ἔφη ὁ Κτήσιππος, αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ

211dμεταδίδοτον τῶν λόγων;

     Ἀλλὰ μήν, ἦν δ’ ἐγώ, μεταδοτέον. ὅδε γάρ τι ὧν λέγω

οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ

κελεύει τοῦτον ἐρωτᾶν.

(5)     Τί οὖν, ἦ δ’ ὅς, οὐκ ἐρωτᾷς;

     Ἀλλ’ ἐρήσομαι, ἦν δ’ ἐγώ. καί μοι εἰπέ, ὦ Μενέξενε,

ὃ ἄν σε ἔρωμαι. τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτή-

ματός του, ὥσπερ ἄλλος ἄλλου. ὁ μὲν γάρ τις ἵππους

211eἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς·

ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων

κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν

γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ

(5)ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ

κύνα_οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον

κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον [δὲ]

ἢ αὐτὸν Δαρεῖον_οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι. ὑμᾶς

212aοὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω

ὅτι οὕτω νέοι ὄντες οἷοι τ’ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ

ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ

τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ

(5)τοῦ κτήματος, ὥστε οὐδ’ ὅντινα τρόπον γίγνεται φίλος

ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι

ἐρέσθαι ἅτε ἔμπειρον.

     Καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου

212bφίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος

τοῦ φιλοῦντος· ἢ οὐδὲν διαφέρει; — Οὐδέν, ἔφη, ἔμοιγε

δοκεῖ διαφέρειν. — Πῶς λέγεις; ἦν δ’ ἐγώ· ἀμφότεροι ἄρα

ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον

(5)φιλῇ; — Ἔμοιγε, ἔφη, δοκεῖ. — Τί δέ; οὐκ ἔστιν φιλοῦντα

μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ; — Ἔστιν. — Τί δέ;

ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα; οἷόν που ἐνίοτε δοκοῦσι

καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά· φιλοῦντες γὰρ

212cὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ

δὲ καὶ μισεῖσθαι. ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο; —

Σφόδρα γε, ἔφη, ἀληθές. — Οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δ’

ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται; — Ναί. — Πότερος οὖν αὐ-

(5)τῶν ποτέρου φίλος ἐστίν; ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε

καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ

φιλοῦντος; ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος

ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν; — Ἔοικε γοῦν

212dοὕτως ἔχειν. — Ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον

ἔδοξεν. τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω·

νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος. — Κιν-

δυνεύει, ἔφη. — Οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ

(5)οὐκ ἀντιφιλοῦν. — Οὐκ ἔοικεν. — Οὐδ’ ἄρα φίλιπποί εἰσιν

οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδ’ αὖ

φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι,

ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ. ἢ φιλοῦσι μὲν ταῦτα

212eἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθ’ ὁ ποιητής, ὃς

ἔφη_

          ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι

                    καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;

(5)— Οὐκ ἔμοιγε δοκεῖ, ἦ δ’ ὅς. — Ἀλλ’ ἀληθῆ δοκεῖ λέγειν σοι;

— Ναί. — Τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς

ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ· οἷον καὶ

τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ

213aδὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ

πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων

μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα. — Ἔμοιγε δοκεῖ, ἔφη,

οὕτως ἔχειν. — Οὐκ ἄρα ὁ φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου,

(5)ἀλλ’ ὁ φιλούμενος. — Ἔοικεν. — Καὶ ὁ μισούμενος ἐχθρὸς

ἄρα, ἀλλ’ οὐχ ὁ μισῶν. — Φαίνεται. — Πολλοὶ ἄρα ὑπὸ τῶν

ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς

213bμὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλού-

μενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν. καίτοι πολλὴ

ἀλογία, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ

τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι. — Ἀληθῆ, ἔφη,

(5)ἔοικας λέγειν, ὦ Σώκρατες. — Οὐκοῦν εἰ τοῦτ’ ἀδύνατον, τὸ

φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου. — Φαίνεται. — Τὸ

μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου. — Ἀνάγκη. — Οὐ-

κοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν,

213cἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου,

πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν ἢ μὴ φιλοῦν τις φιλῇ ἢ καὶ

μισοῦν φιλῇ· πολλάκις δ’ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ ἢ καὶ

φίλου, ὅταν ἢ [μὴ] μισοῦν τις μισῇ ἢ καὶ φιλοῦν μισῇ. —

(5)Κινδυνεύει, ἔφη. — Τί οὖν δὴ χρησώμεθα, ἦν δ’ ἐγώ, εἰ μήτε

οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ

φιλοῦντές τε καὶ φιλούμενοι; ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους

τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους; —

Οὐ μὰ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε.

213d— Ἆρα μή, ἦν δ’ ἐγώ, ὦ Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς

ἐζητοῦμεν; — Οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἔφη, ὁ Λύσις,

καὶ ἅμα εἰπὼν ἠρυθρίασεν· ἐδόκει γάρ μοι ἄκοντ’ αὐτὸν

ἐκφεύγειν τὸ λεχθὲν διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν

(5)τοῖς λεγομένοις, δῆλος δ’ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων.

     Ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ

ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν

213eΛύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον· Ὦ Λύσι, ἀληθῆ

μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν

ποτε οὕτως ἐπλανώμεθα. ἀλλὰ ταύτῃ μὲν μηκέτι ἴωμεν_

καὶ γὰρ χαλεπή τίς μοι φαίνεται ὥσπερ ὁδὸς ἡ σκέψις_ᾗ

(5)δὲ ἐτράπημεν, δοκεῖ μοι χρῆναι ἰέναι, σκοποῦντα [τὰ] κατὰ

214aτοὺς ποιητάς· οὗτοι γὰρ ἡμῖν ὥσπερ πατέρες τῆς σοφίας

εἰσὶν καὶ ἡγεμόνες. λέγουσι δὲ δήπου οὐ φαύλως ἀποφαινό-

μενοι περὶ τῶν φίλων, οἳ τυγχάνουσιν ὄντες· ἀλλὰ τὸν θεὸν

αὐτόν φασιν ποιεῖν φίλους αὐτούς, ἄγοντα παρ’ ἀλλήλους.

(5)λέγουσι δέ πως ταῦτα, ὡς ἐγᾦμαι, ὡδί_

               αἰεί τοι τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον

214bκαὶ ποιεῖ γνώριμον· ἢ οὐκ ἐντετύχηκας τούτοις τοῖς ἔπεσιν;

— Ἔγωγ’, ἔφη. — Οὐκοῦν καὶ τοῖς τῶν σοφωτάτων συγγράμ-

μασιν ἐντετύχηκας ταῦτα αὐτὰ λέγουσιν, ὅτι τὸ ὅμοιον τῷ

ὁμοίῳ ἀνάγκη ἀεὶ φίλον εἶναι; εἰσὶν δέ που οὗτοι οἱ περὶ

(5)φύσεώς τε καὶ τοῦ ὅλου διαλεγόμενοι καὶ γράφοντες. —

Ἀληθῆ, ἔφη, λέγεις. — Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, εὖ λέγουσιν; —

Ἴσως, ἔφη. — Ἴσως, ἦν δ’ ἐγώ, τὸ ἥμισυ αὐτοῦ, ἴσως δὲ καὶ

πᾶν, ἀλλ’ ἡμεῖς οὐ συνίεμεν. δοκεῖ γὰρ ἡμῖν ὅ γε πονηρὸς

214cτῷ πονηρῷ, ὅσῳ ἂν ἐγγυτέρω προσίῃ καὶ μᾶλλον ὁμιλῇ,

τοσούτῳ ἐχθίων γίγνεσθαι. ἀδικεῖ γάρ· ἀδικοῦντας δὲ καὶ

ἀδικουμένους ἀδύνατόν που φίλους εἶναι. οὐχ οὕτως; — Ναί,

ἦ δ’ ὅς. — Ταύτῃ μὲν ἂν τοίνυν τοῦ λεγομένου τὸ ἥμισυ οὐκ

(5)ἀληθὲς εἴη, εἴπερ οἱ πονηροὶ ἀλλήλοις ὅμοιοι. — Ἀληθῆ

λέγεις. — Ἀλλά μοι δοκοῦσιν λέγειν τοὺς ἀγαθοὺς ὁμοίους

εἶναι ἀλλήλοις καὶ φίλους, τοὺς δὲ κακούς, ὅπερ καὶ λέγεται

περὶ αὐτῶν, μηδέποτε ὁμοίους μηδ’ αὐτοὺς αὑτοῖς εἶναι, ἀλλ’

214dἐμπλήκτους τε καὶ ἀσταθμήτους· ὃ δὲ αὐτὸ αὑτῷ ἀνόμοιον

εἴη καὶ διάφορον, σχολῇ γέ τῳ ἄλλῳ ὅμοιον ἢ φίλον γένοιτ’

ἄν. ἢ οὐ καὶ σοὶ δοκεῖ οὕτως; — Ἔμοιγ’, ἔφη. — Τοῦτο

τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ὦ ἑταῖρε, οἱ τὸ ὅμοιον

(5)τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος

μόνῳ φίλος, ὁ δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε

εἰς ἀληθῆ φιλίαν ἔρχεται. συνδοκεῖ σοι; — Κατένευσεν. —

Ἔχομεν ἄρα ἤδη τίνες εἰσὶν οἱ φίλοι· ὁ γὰρ λόγος ἡμῖν

214eσημαίνει ὅτι οἳ ἂν ὦσιν ἀγαθοί. — Πάνυ γε, ἔφη, δοκεῖ.

     Καὶ ἐμοί, ἦν δ’ ἐγώ. καίτοι δυσχεραίνω τί γε ἐν αὐτῷ·

φέρε οὖν, ὦ πρὸς Διός, ἴδωμεν τί καὶ ὑποπτεύω. ὁ ὅμοιος

τῷ ὁμοίῳ καθ’ ὅσον ὅμοιος φίλος, καὶ ἔστιν χρήσιμος ὁ

(5)τοιοῦτος τῷ τοιούτῳ; μᾶλλον δὲ ὧδε· ὁτιοῦν ὅμοιον ὁτῳοῦν

ὁμοίῳ τίνα ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι

δύναιτο, ὃ μὴ καὶ αὐτὸ αὑτῷ; ἢ τί ἂν παθεῖν, ὃ μὴ καὶ ὑφ’

215aαὑτοῦ πάθοι; τὰ δὴ τοιαῦτα πῶς ἂν ὑπ’ ἀλλήλων ἀγαπηθείη,

μηδεμίαν ἐπικουρίαν ἀλλήλοις ἔχοντα; ἔστιν ὅπως; — Οὐκ

ἔστιν. — Ὃ δὲ μὴ ἀγαπῷτο, πῶς φίλον; — Οὐδαμῶς. — Ἀλλὰ

δὴ ὁ μὲν ὅμοιος τῷ ὁμοίῳ οὐ φίλος· ὁ δὲ ἀγαθὸς τῷ ἀγαθῷ

(5)καθ’ ὅσον ἀγαθός, οὐ καθ’ ὅσον ὅμοιος, φίλος ἂν εἴη; — Ἴσως.

— Τί δέ; οὐχ ὁ ἀγαθός, καθ’ ὅσον ἀγαθός, κατὰ τοσοῦτον

ἱκανὸς ἂν εἴη αὑτῷ; — Ναί. — Ὁ δέ γε ἱκανὸς οὐδενὸς δεό-

μενος κατὰ τὴν ἱκανότητα. — Πῶς γὰρ οὔ; — Ὁ δὲ μή του

215bδεόμενος οὐδέ τι ἀγαπῴη ἄν. — Οὐ γὰρ οὖν. — Ὃ δὲ μὴ

ἀγαπῴη, οὐδ’ ἂν φιλοῖ. — Οὐ δῆτα. — Ὁ δὲ μὴ φιλῶν γε οὐ

φίλος. — Οὐ φαίνεται. — Πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς

ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ

(5)ἀλλήλοις_ἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντες_μήτε πα-

ρόντες χρείαν αὑτῶν ἔχουσιν; τοὺς δὴ τοιούτους τίς μηχανὴ

περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους; — Οὐδεμία, ἔφη. — Φίλοι

215cδέ γε οὐκ ἂν εἶεν μὴ περὶ πολλοῦ ποιούμενοι ἑαυτούς. —

Ἀληθῆ.

     Ἄθρει δή, ὦ Λύσι, πῇ παρακρουόμεθα. ἆρά γε ὅλῳ

τινὶ ἐξαπατώμεθα; — Πῶς δή; ἔφη. — Ἤδη ποτέ του ἤκουσα

(5)λέγοντος, καὶ ἄρτι ἀναμιμνῄσκομαι, ὅτι τὸ μὲν ὅμοιον τῷ

ὁμοίῳ καὶ οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς πολεμιώτατοι εἶεν· καὶ δὴ

καὶ τὸν Ἡσίοδον ἐπήγετο μάρτυρα, λέγων ὡς ἄρα_

          καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ἀοιδὸς ἀοιδῷ

215d          καὶ πτωχὸς πτωχῷ,

καὶ τἆλλα δὴ πάντα οὕτως ἔφη ἀναγκαῖον εἶναι μάλιστα τὰ

ὁμοιότατα [πρὸς] ἄλληλα φθόνου τε καὶ φιλονικίας καὶ

ἔχθρας ἐμπίμπλασθαι, τὰ δ’ ἀνομοιότατα φιλίας· τὸν γὰρ

(5)πένητα τῷ πλουσίῳ ἀναγκάζεσθαι φίλον εἶναι καὶ τὸν ἀσθενῆ

τῷ ἰσχυρῷ τῆς ἐπικουρίας ἕνεκα, καὶ τὸν κάμνοντα τῷ ἰατρῷ,

καὶ πάντα δὴ τὸν μὴ εἰδότα ἀγαπᾶν τὸν εἰδότα καὶ φιλεῖν.

215eκαὶ δὴ καὶ ἔτι ἐπεξῄει τῷ λόγῳ μεγαλοπρεπέστερον, λέγων

ὡς ἄρα παντὸς δέοι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον εἶναι, ἀλλ’

αὐτὸ τὸ ἐναντίον εἴη τούτου· τὸ γὰρ ἐναντιώτατον τῷ

ἐναντιωτάτῳ εἶναι μάλιστα φίλον. ἐπιθυμεῖν γὰρ τοῦ

(5)τοιούτου ἕκαστον, ἀλλ’ οὐ τοῦ ὁμοίου· τὸ μὲν γὰρ ξηρὸν

ὑγροῦ, τὸ δὲ ψυχρὸν θερμοῦ, τὸ δὲ πικρὸν γλυκέος, τὸ δὲ

ὀξὺ ἀμβλέος, τὸ δὲ κενὸν πληρώσεως, καὶ τὸ πλῆρες δὲ

κενώσεως, καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον. τροφὴν

γὰρ εἶναι τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου

216aοὐδὲν ἂν ἀπολαῦσαι. καὶ μέντοι, ὦ ἑταῖρε, καὶ κομψὸς

ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν. ὑμῖν δέ, ἦν δ’

ἐγώ, πῶς δοκεῖ λέγειν; — Εὖ γε, ἔφη ὁ Μενέξενος, ὥς γε

οὑτωσὶ ἀκοῦσαι. — Φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μά-

(5)λιστα φίλον εἶναι; — Πάνυ γε. — Εἶεν, ἦν δ’ ἐγώ· οὐκ ἀλλό-

κοτον, ὦ Μενέξενε; καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται

οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ

216bοὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ; οἷς τί ἀποκρινούμεθα; ἢ

οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν; — Ἀνάγκη. — Ἆρ’

οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον ἢ τὸ φίλον τῷ

ἐχθρῷ; — Οὐδέτερα, ἔφη. — Ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, ἢ τὸ

(5)σῶφρον τῷ ἀκολάστῳ, ἢ τὸ ἀγαθὸν τῷ κακῷ; — Οὐκ ἄν μοι

δοκεῖ οὕτως ἔχειν. — Ἀλλὰ μέντοι, ἦν δ’ ἐγώ, εἴπερ γε κατὰ

τὴν ἐναντιότητά τί τῳ [φίλῳ] φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα

φίλα εἶναι. — Ἀνάγκη. — Οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε

τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον. — Οὐκ ἔοικεν.

216c     Ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθά-

νει τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε

ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.

— Πῶς, ἦ δ’ ὅς, λέγεις; — Ἀλλὰ μὰ Δία, ἦν δ’ ἐγώ, οὐκ

(5)οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπο-

ρίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν

φίλον εἶναι. ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ·

216dδιὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε

τοιοῦτον ὄν. λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δ’ οὐκ

οἴει; — Ἔγωγε. — Λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ

τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν·

(5)πρὸς ἃ δὲ λέγων μαντεύομαι, ἄκουσον. δοκεῖ μοι ὡσπερεὶ

τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δ’ οὔτ’

ἀγαθὸν οὔτε κακόν· τί δὲ σοί; — Καὶ ἐμοί, ἔφη. — Καὶ οὔτε

τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ

216eκακῷ φίλον εἶναι, ὥσπερ οὐδ’ ὁ ἔμπροσθεν λόγος ἐᾷ· λεί-

πεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε

κακὸν φίλον εἶναι ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ τοιούτου οἷον αὐτό

ἐστιν. οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο. —

(5)Ἀληθῆ. — Οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· ἦ

γάρ; — Ναί. — Οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ

τοιοῦτον φίλον οἷον αὐτό. — Οὐ φαίνεται. — Τῷ ἀγαθῷ ἄρα

217aτὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον συμβαίνει γίγνεσθαι

φίλον. — Ἀνάγκη, ὡς ἔοικεν.

     Ἆρ’ οὖν καὶ καλῶς, ἦν δ’ ἐγώ, ὦ παῖδες, ὑφηγεῖται ἡμῖν

τὸ νῦν λεγόμενον; εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον

(5)σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας· ἱκανῶς γὰρ ἔχει,

ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν. ἦ γάρ;

— Οὐδείς. — Ἀλλ’ ὁ κάμνων οἶμαι διὰ τὴν νόσον. — Πῶς γὰρ

217bοὔ; — Νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν.

— Ναί. — Σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν

οὔτε κακόν. — Οὕτως. — Ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον

ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν. — Δοκεῖ μοι. — Τὸ μήτε

(5)κακὸν ἄρα μήτ’ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ

παρουσίαν. — Ἔοικεν. — Δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ

κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει. οὐ γὰρ δή γε κακὸν γεγονὸς

217cἔτι ἄν τι τοῦ ἀγαθοῦ [οὗ] ἐπιθυμοῖ καὶ φίλον εἴη· ἀδύνατον

γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι. — Ἀδύνατον γάρ. —

Σκέψασθε δὴ ὃ λέγω. λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν ᾖ

τὸ παρόν, τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ. ὥσπερ εἰ

(5)ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν [τι] ἀλεῖψαι, πάρεστίν που

τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν. — Πάνυ γε. — Ἆρ’ οὖν καὶ

ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν;

217d— Οὐ μανθάνω, ἦ δ’ ὅς. — Ἀλλ’ ὧδε, ἦν δ’ ἐγώ. εἴ τίς

σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον

τότε λευκαὶ εἶεν ἢ φαίνοιντ’ ἄν; — Φαίνοιντ’ ἄν, ἦ δ’ ὅς. —

Καὶ μὴν παρείη γ’ ἂν αὐταῖς λευκότης. — Ναί. — Ἀλλ’ ὅμως

(5)οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκό-

τητος οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν. — Ἀληθῆ. — Ἀλλ’

ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπα-

γάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ

217eλευκαί. — Πῶς γὰρ οὔ; — Τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ

ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἢ ἐὰν

μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ; — Οὕτω

μᾶλλον, ἔφη. — Καὶ τὸ μήτε κακὸν ἄρα μήτ’ ἀγαθὸν ἐνίοτε

(5)κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δ’ ὅτε ἤδη τὸ

τοιοῦτον γέγονεν. — Πάνυ γε. — Οὐκοῦν ὅταν μήπω κακὸν ᾖ

κακοῦ παρόντος, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ

ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπι-

θυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ. οὐ γὰρ ἔτι ἐστὶν

218aοὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν

οὐκ ἦν. — Οὐ γὰρ οὖν. — Διὰ ταῦτα δὴ φαῖμεν ἂν καὶ τοὺς

ἤδη σοφοὺς μηκέτι φιλοσοφεῖν, εἴτε θεοὶ εἴτε ἄνθρωποί

εἰσιν οὗτοι· οὐδ’ αὖ ἐκείνους φιλοσοφεῖν τοὺς οὕτως ἄγνοιαν

(5)ἔχοντας ὥστε κακοὺς εἶναι· κακὸν γὰρ καὶ ἀμαθῆ οὐδένα

φιλοσοφεῖν. λείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο,

τὴν ἄγνοιαν, μήπω δὲ ὑπ’ αὐτοῦ ὄντες ἀγνώμονες μηδὲ

218bἀμαθεῖς, ἀλλ’ ἔτι ἡγούμενοι μὴ εἰδέναι ἃ μὴ ἴσασιν. διὸ

δὴ καὶ φιλοσοφοῦσιν οἱ οὔτε ἀγαθοὶ οὔτε κακοί πω ὄντες,

ὅσοι δὲ κακοὶ οὐ φιλοσοφοῦσιν, οὐδὲ οἱ ἀγαθοί· οὔτε γὰρ

τὸ ἐναντίον τοῦ ἐναντίου οὔτε τὸ ὅμοιον τοῦ ὁμοίου φίλον

(5)ἡμῖν ἐφάνη ἐν τοῖς ἔμπροσθεν λόγοις. ἢ οὐ μέμνησθε; —

Πάνυ γε, ἐφάτην. — Νῦν ἄρα, ἦν δ’ ἐγώ, ὦ Λύσι τε καὶ

Μενέξενε, παντὸς μᾶλλον ἐξηυρήκαμεν ὃ ἔστιν τὸ φίλον καὶ

οὔ. φαμὲν γὰρ αὐτό, καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ

218cσῶμα καὶ πανταχοῦ, τὸ μήτε κακὸν μήτε ἀγαθὸν διὰ κακοῦ

παρουσίαν τοῦ ἀγαθοῦ φίλον εἶναι. — Παντάπασιν ἐφάτην τε

καὶ συνεχωρείτην οὕτω τοῦτ’ ἔχειν.

     Καὶ δὴ καὶ αὐτὸς ἐγὼ πάνυ ἔχαιρον, ὥσπερ θηρευτής τις,

(5)ἔχων ἀγαπητῶς ὃ ἐθηρευόμην. κἄπειτ’ οὐκ οἶδ’ ὁπόθεν μοι

ἀτοπωτάτη τις ὑποψία εἰσῆλθεν ὡς οὐκ ἀληθῆ εἴη τὰ

ὡμολογημένα ἡμῖν, καὶ εὐθὺς ἀχθεσθεὶς εἶπον· Βαβαῖ, ὦ

Λύσι τε καὶ Μενέξενε, κινδυνεύομεν ὄναρ πεπλουτηκέναι.

218d     Τί μάλιστα; ἔφη ὁ Μενέξενος.

     Φοβοῦμαι, ἦν δ’ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν

λόγοις τισὶν τοιούτοις [ψευδέσιν] ἐντετυχήκαμεν περὶ τοῦ

φίλου.

(5)     Πῶς δή; ἔφη.

     Ὧδε, ἦν δ’ ἐγώ, σκοπῶμεν· φίλος ὃς ἂν εἴη, πότερόν

ἐστίν τῳ φίλος ἢ οὔ; — Ἀνάγκη, ἔφη. — Πότερον οὖν οὐδενὸς

ἕνεκα καὶ δι’ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι; — Ἕνεκά του καὶ

διά τι. — Πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ

(10)ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;

218e— Οὐ πάνυ, ἔφη, ἕπομαι. — Εἰκότως γε, ἦν δ’ ἐγώ· ἀλλ’

ὧδε ἴσως ἀκολουθήσεις, οἶμαι δὲ καὶ ἐγὼ μᾶλλον εἴσομαι

ὅτι λέγω. ὁ κάμνων, νυνδὴ ἔφαμεν, τοῦ ἰατροῦ φίλος· οὐχ

οὕτως; — Ναί. — Οὐκοῦν διὰ νόσον ἕνεκα ὑγιείας τοῦ ἰατροῦ

(5)φίλος; — Ναί. — Ἡ δέ γε νόσος κακόν; — Πῶς δ’ οὔ; — Τί δὲ

ὑγίεια; ἦν δ’ ἐγώ· ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερα; — Ἀγαθόν,

219aἔφη. — Ἐλέγομεν δ’ ἄρα, ὡς ἔοικεν, ὅτι τὸ σῶμα, οὔτε ἀγα-

θὸν οὔτε κακὸν [ὄν], διὰ τὴν νόσον, τοῦτο δὲ διὰ τὸ κακόν,

τῆς ἰατρικῆς φίλον ἐστίν, ἀγαθὸν δὲ ἰατρική· ἕνεκα δὲ τῆς

ὑγιείας τὴν φιλίαν ἡ ἰατρικὴ ἀνῄρηται, ἡ δὲ ὑγίεια ἀγαθόν.

(5)ἦ γάρ; — Ναί. — Φίλον δὲ ἢ οὐ φίλον ἡ ὑγίεια; — Φίλον. —

Ἡ δὲ νόσος ἐχθρόν. — Πάνυ γε. — Τὸ οὔτε κακὸν οὔτε

219bἀγαθὸν ἄρα διὰ τὸ κακὸν καὶ τὸ ἐχθρὸν τοῦ ἀγαθοῦ φίλον

ἐστὶν ἕνεκα τοῦ ἀγαθοῦ καὶ φίλου. — Φαίνεται. — Ἕνεκα ἄρα

τοῦ φίλου [τοῦ φίλου] τὸ φίλον φίλον διὰ τὸ ἐχθρόν. —

Ἔοικεν.

(5)     Εἶεν, ἦν δ’ ἐγώ. ἐπειδὴ ἐνταῦθα ἥκομεν, ὦ παῖδες,

πρόσσχωμεν τὸν νοῦν μὴ ἐξαπατηθῶμεν. ὅτι μὲν γὰρ φίλον

τοῦ φίλου τὸ φίλον γέγονεν, ἐῶ χαίρειν, καὶ τοῦ ὁμοίου γε

τὸ ὅμοιον φίλον γίγνεται, ὅ φαμεν ἀδύνατον εἶναι· ἀλλ’

ὅμως τόδε σκεψώμεθα, μὴ ἡμᾶς ἐξαπατήσῃ τὸ νῦν λεγό-

219cμενον. ἡ ἰατρική, φαμέν, ἕνεκα τῆς ὑγιείας φίλον. — Ναί.

— Οὐκοῦν καὶ ἡ ὑγίεια φίλον; — Πάνυ γε. — Εἰ ἄρα φίλον,

ἕνεκά του. — Ναί. — Φίλου γέ τινος δή, εἴπερ ἀκολουθήσει τῇ

πρόσθεν ὁμολογίᾳ. — Πάνυ γε. — Οὐκοῦν καὶ ἐκεῖνο φίλον αὖ

(5)ἔσται ἕνεκα φίλου; — Ναί. — Ἆρ’ οὖν οὐκ ἀνάγκη ἀπειπεῖν

ἡμᾶς οὕτως ἰόντας ἢ ἀφικέσθαι ἐπί τινα ἀρχήν, ἣ οὐκέτ’

ἐπανοίσει ἐπ’ ἄλλο φίλον, ἀλλ’ ἥξει ἐπ’ ἐκεῖνο ὅ ἐστιν

219dπρῶτον φίλον, οὗ ἕνεκα καὶ τὰ ἄλλα φαμὲν πάντα φίλα

εἶναι; — Ἀνάγκη. — Τοῦτο δή ἐστιν ὃ λέγω, μὴ ἡμᾶς τἆλλα

πάντα ἃ εἴπομεν ἐκείνου ἕνεκα φίλα εἶναι, ὥσπερ εἴδωλα

ἄττα ὄντα αὐτοῦ, ἐξαπατᾷ, ᾖ δ’ ἐκεῖνο τὸ πρῶτον, ὃ ὡς

(5)ἀληθῶς ἐστι φίλον. ἐννοήσωμεν γὰρ οὑτωσί· ὅταν τίς τι

περὶ πολλοῦ ποιῆται, οἷόνπερ ἐνίοτε πατὴρ ὑὸν ἀντὶ πάντων

τῶν ἄλλων χρημάτων προτιμᾷ, ὁ δὴ τοιοῦτος ἕνεκα τοῦ τὸν

219eὑὸν περὶ παντὸς ἡγεῖσθαι ἆρα καὶ ἄλλο τι ἂν περὶ πολλοῦ

ποιοῖτο; οἷον εἰ αἰσθάνοιτο αὐτὸν κώνειον πεπωκότα, ἆρα

περὶ πολλοῦ ποιοῖτ’ ἂν οἶνον, εἴπερ τοῦτο ἡγοῖτο τὸν ὑὸν

σώσειν; — Τί μήν; ἔφη. — Οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ

(5)οἶνος ἐνείη; — Πάνυ γε. — Ἆρ’ οὖν τότε οὐδὲν περὶ πλείονος

ποιεῖται, κύλικα κεραμέαν ἢ τὸν ὑὸν τὸν αὑτοῦ, οὐδὲ τρεῖς

κοτύλας οἴνου ἢ τὸν ὑόν; ἢ ὧδέ πως ἔχει· πᾶσα ἡ τοιαύτη

σπουδὴ οὐκ ἐπὶ τούτοις ἐστὶν ἐσπουδασμένη, ἐπὶ τοῖς ἕνεκά

του παρασκευαζομένοις, ἀλλ’ ἐπ’ ἐκείνῳ οὗ ἕνεκα πάντα τὰ

220aτοιαῦτα παρασκευάζεται. οὐχ ὅτι πολλάκις λέγομεν ὡς

περὶ πολλοῦ ποιούμεθα χρυσίον καὶ ἀργύριον· ἀλλὰ μὴ

οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ, ἀλλ’ ἐκεῖνό ἐστιν

ὃ περὶ παντὸς ποιούμεθα, ὃ ἂν φανῇ ὄν, ὅτου ἕνεκα καὶ

(5)χρυσίον καὶ πάντα τὰ παρασκευαζόμενα παρασκευάζεται.

ἆρ’ οὕτως φήσομεν; — Πάνυ γε. — Οὐκοῦν καὶ περὶ τοῦ φίλου

ὁ αὐτὸς λόγος; ὅσα γάρ φαμεν φίλα εἶναι ἡμῖν ἕνεκα φίλου

220bτινὸς ἑτέρου, ῥήματι φαινόμεθα λέγοντες αὐτό· φίλον δὲ

τῷ ὄντι κινδυνεύει ἐκεῖνο αὐτὸ εἶναι, εἰς ὃ πᾶσαι αὗται αἱ

λεγόμεναι φιλίαι τελευτῶσιν. — Κινδυνεύει οὕτως, ἔφη, ἔχειν.

— Οὐκοῦν τό γε τῷ ὄντι φίλον οὐ φίλου τινὸς ἕνεκα φίλον

(5)ἐστίν; — Ἀληθῆ.

     Τοῦτο μὲν δὴ ἀπήλλακται, μὴ φίλου τινὸς ἕνεκα τὸ

φίλον φίλον εἶναι· ἀλλ’ ἆρα τὸ ἀγαθόν ἐστιν φίλον; —

Ἔμοιγε δοκεῖ. — Ἆρ’ οὖν διὰ τὸ κακὸν τὸ ἀγαθὸν φιλεῖται,

220cκαὶ ἔχει ὧδε· εἰ τριῶν ὄντων ὧν νυνδὴ ἐλέγομεν, ἀγαθοῦ

καὶ κακοῦ καὶ μήτε ἀγαθοῦ μήτε κακοῦ, τὰ δύο λειφθείη, τὸ

δὲ κακὸν ἐκποδὼν ἀπέλθοι καὶ μηδενὸς ἐφάπτοιτο μήτε

σώματος μήτε ψυχῆς μήτε τῶν ἄλλων, ἃ δή φαμεν αὐτὰ

(5)καθ’ αὑτὰ οὔτε κακὰ εἶναι οὔτε ἀγαθά, ἆρα τότε οὐδὲν ἂν

ἡμῖν χρήσιμον εἴη τὸ ἀγαθόν, ἀλλ’ ἄχρηστον ἂν γεγονὸς

εἴη; εἰ γὰρ μηδὲν ἡμᾶς ἔτι βλάπτοι, οὐδὲν ἂν οὐδεμιᾶς

220dὠφελίας δεοίμεθα, καὶ οὕτω δὴ ἂν τότε γένοιτο κατάδηλον

ὅτι διὰ τὸ κακὸν τἀγαθὸν ἠγαπῶμεν καὶ ἐφιλοῦμεν, ὡς

φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα·

νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου. ἆρ’ οὕτω

(5)πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφ’ ἡμῶν, τῶν

μεταξὺ ὄντων τοῦ κακοῦ τε καὶ τἀγαθοῦ, αὐτὸ δ’ ἑαυτοῦ

ἕνεκα οὐδεμίαν χρείαν ἔχει; — Ἔοικεν, ἦ δ’ ὅς, οὕτως ἔχειν.

— Τὸ ἄρα φίλον ἡμῖν ἐκεῖνο, εἰς ὃ ἐτελεύτα πάντα τὰ ἄλλα

220e_ἕνεκα ἑτέρου φίλου φίλα ἔφαμεν εἶναι ἐκεῖνα_οὐδὲν [δὲ]

τούτοις ἔοικεν. ταῦτα μὲν γὰρ φίλου ἕνεκα φίλα κέκληται,

τὸ δὲ τῷ ὄντι φίλον πᾶν τοὐναντίον τούτου φαίνεται πεφυ-

κός· φίλον γὰρ ἡμῖν ἀνεφάνη ὂν ἐχθροῦ ἕνεκα, εἰ δὲ τὸ

(5)ἐχθρὸν ἀπέλθοι, οὐκέτι, ὡς ἔοικ’, ἔσθ’ ἡμῖν φίλον. — Οὔ μοι

δοκεῖ, ἔφη, ὥς γε νῦν λέγεται. — Πότερον, ἦν δ’ ἐγώ, πρὸς

Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ

221aδιψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων; ἢ πείνη μὲν ἔσται,

ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά

γε; καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλ’ οὐ κακαί, ἅτε

τοῦ κακοῦ ἀπολωλότος; ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτ’

(5)ἔσται τότε ἢ μὴ ἔσται; τίς γὰρ οἶδεν; ἀλλ’ οὖν τόδε γ’

ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι, ἔστιν δὲ καὶ

ὠφελεῖσθαι. ἦ γάρ; — Πάνυ γε. — Οὐκοῦν καὶ διψῶντα καὶ

221bτῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε

μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ

μηδέτερα; — Σφόδρα γε. — Οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά,

ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συν-

(5)απόλλυσθαι; — Οὐδέν. — Ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε

κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά. — Φαίνεται. —

Οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπι-

θυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν; — Οὐκ ἔμοιγε δοκεῖ. — Ἔσται ἄρα

221cκαὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλ’ ἄττα. — Ναί. —

Οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν τοῦ φίλον τι εἶναι, οὐκ ἂν

ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ. αἰτίας γὰρ

ἀπολομένης ἀδύνατόν που ἦν ἔτ’ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ

(5)αἰτία. — Ὀρθῶς λέγεις. — Οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον

φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ

μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν; — Ἀληθῆ. —

221dΝῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε

καὶ φιλεῖσθαι. — Ἔοικεν. — Ἆρ’ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι

ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν

φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ

(5)τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ

ποίημα μακρὸν συγκείμενον; — Κινδυνεύει, ἔφη. — Ἀλλὰ μέν-

τοι, ἦν δ’ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου

221eἐπιθυμεῖ. ἦ γάρ; — Ναί. — Τὸ δ’ ἐνδεὲς ἄρα φίλον ἐκείνου

οὗ ἂν ἐνδεὲς ᾖ; — Δοκεῖ μοι. — Ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι

ἀφαιρῆται. — Πῶς δ’ οὔ; — Τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε

ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται,

(5)ὦ Μενέξενέ τε καὶ Λύσι. — Συνεφάτην. — Ὑμεῖς ἄρα εἰ φίλοι

ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθ’ ὑμῖν αὐτοῖς. — Κομιδῇ,

ἐφάτην. — Καὶ εἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ, ἦν δ’ ἐγώ,

222aὦ παῖδες, ἢ ἐρᾷ, οὐκ ἄν ποτε ἐπεθύμει οὐδὲ ἤρα οὐδὲ ἐφίλει,

εἰ μὴ οἰκεῖός πῃ τῷ ἐρωμένῳ ἐτύγχανεν ὢν ἢ κατὰ τὴν

ψυχὴν ἢ κατά τι τῆς ψυχῆς ἦθος ἢ τρόπους ἢ εἶδος. —

Πάνυ γε, ἔφη ὁ Μενέξενος· ὁ δὲ Λύσις ἐσίγησεν. — Εἶεν,

(5)ἦν δ’ ἐγώ. τὸ μὲν δὴ φύσει οἰκεῖον ἀναγκαῖον ἡμῖν πέφαν-

ται φιλεῖν. — Ἔοικεν, ἔφη. — Ἀναγκαῖον ἄρα τῷ γνησίῳ

ἐραστῇ καὶ μὴ προσποιήτῳ φιλεῖσθαι ὑπὸ τῶν παιδικῶν. —

222bὉ μὲν οὖν Λύσις καὶ ὁ Μενέξενος μόγις πως ἐπενευσάτην,

ὁ δὲ Ἱπποθάλης ὑπὸ τῆς ἡδονῆς παντοδαπὰ ἠφίει χρώματα.

     Καὶ ἐγὼ εἶπον, βουλόμενος τὸν λόγον ἐπισκέψασθαι, Εἰ

μέν τι τὸ οἰκεῖον τοῦ ὁμοίου διαφέρει, λέγοιμεν ἄν τι, ὡς

(5)ἐμοὶ δοκεῖ, ὦ Λύσι τε καὶ Μενέξενε, περὶ φίλου, ὃ ἔστιν·

εἰ δὲ ταὐτὸν τυγχάνει ὂν ὅμοιόν τε καὶ οἰκεῖον, οὐ ῥᾴδιον

ἀποβαλεῖν τὸν πρόσθεν λόγον, ὡς οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ

κατὰ τὴν ὁμοιότητα ἄχρηστον· τὸ δὲ ἄχρηστον φίλον

222cὁμολογεῖν πλημμελές. βούλεσθ’ οὖν, ἦν δ’ ἐγώ, ἐπειδὴ

ὥσπερ μεθύομεν ὑπὸ τοῦ λόγου, συγχωρήσωμεν καὶ φῶμεν

ἕτερόν τι εἶναι τὸ οἰκεῖον τοῦ ὁμοίου; — Πάνυ γε. — Πότερον

οὖν καὶ τἀγαθὸν οἰκεῖον θήσομεν παντί, τὸ δὲ κακὸν ἀλλότριον

(5)εἶναι; ἢ τὸ μὲν κακὸν τῷ κακῷ οἰκεῖον, τῷ δὲ ἀγαθῷ τὸ

ἀγαθόν, τῷ δὲ μήτε ἀγαθῷ μήτε κακῷ τὸ μήτε ἀγαθὸν

μήτε κακόν; — Οὕτως ἐφάτην δοκεῖν σφίσιν ἕκαστον ἑκάστῳ

222dοἰκεῖον εἶναι. — Πάλιν ἄρα, ἦν δ’ ἐγώ, ὦ παῖδες, οὓς τὸ

πρῶτον λόγους ἀπεβαλόμεθα περὶ φιλίας, εἰς τούτους

εἰσπεπτώκαμεν· ὁ γὰρ ἄδικος τῷ ἀδίκῳ καὶ ὁ κακὸς τῷ

κακῷ οὐδὲν ἧττον φίλος ἔσται ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ. —

(5)Ἔοικεν, ἔφη. — Τί δέ; τὸ ἀγαθὸν καὶ τὸ οἰκεῖον ἂν ταὐτὸν

φῶμεν εἶναι, ἄλλο τι ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνον φίλος; —

Πάνυ γε. — Ἀλλὰ μὴν καὶ τοῦτό γε ᾠόμεθα ἐξελέγξαι ἡμᾶς

αὐτούς· ἢ οὐ μέμνησθε; — Μεμνήμεθα.

222e     Τί οὖν ἂν ἔτι χρησαίμεθα τῷ λόγῳ; ἢ δῆλον ὅτι οὐδέν;

δέομαι οὖν, ὥσπερ οἱ σοφοὶ ἐν τοῖς δικαστηρίοις, τὰ εἰρημένα

ἅπαντα ἀναπεμπάσασθαι. εἰ γὰρ μήτε οἱ φιλούμενοι μήτε

οἱ φιλοῦντες μήτε οἱ ὅμοιοι μήτε οἱ ἀνόμοιοι μήτε οἱ ἀγαθοὶ

(5)μήτε οἱ οἰκεῖοι μήτε τὰ ἄλλα ὅσα διεληλύθαμεν_οὐ γὰρ

ἔγωγε ἔτι μέμνημαι ὑπὸ τοῦ πλήθους_ἀλλ’ εἰ μηδὲν τούτων

φίλον ἐστίν, ἐγὼ μὲν οὐκέτι ἔχω τί λέγω.

223a     Ταῦτα δ’ εἰπὼν ἐν νῷ εἶχον ἄλλον ἤδη τινὰ τῶν πρεσβυ-

τέρων κινεῖν· κᾆτα, ὥσπερ δαίμονές τινες, προσελθόντες οἱ

παιδαγωγοί, ὅ τε τοῦ Μενεξένου καὶ ὁ τοῦ Λύσιδος, ἔχοντες

αὐτῶν τοὺς ἀδελφούς, παρεκάλουν καὶ ἐκέλευον αὐτοὺς οἴκαδ’

(5)ἀπιέναι· ἤδη γὰρ ἦν ὀψέ. τὸ μὲν οὖν πρῶτον καὶ ἡμεῖς

καὶ οἱ περιεστῶτες αὐτοὺς ἀπηλαύνομεν· ἐπειδὴ δὲ οὐδὲν

ἐφρόντιζον ἡμῶν, ἀλλ’ ὑποβαρβαρίζοντες ἠγανάκτουν τε καὶ

223bοὐδὲν ἧττον ἐκάλουν, ἀλλ’ ἐδόκουν ἡμῖν ὑποπεπωκότες ἐν τοῖς

Ἑρμαίοις ἄποροι εἶναι προσφέρεσθαι, ἡττηθέντες οὖν αὐτῶν

διελύσαμεν τὴν συνουσίαν. ὅμως δ’ ἔγωγε ἤδη ἀπιόντων

αὐτῶν, Νῦν μέν, ἦν δ’ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, κατα-

(5)γέλαστοι γεγόναμεν ἐγώ τε, γέρων ἀνήρ, καὶ ὑμεῖς. ἐροῦσι

γὰρ οἵδε ἀπιόντες ὡς οἰόμεθα ἡμεῖς ἀλλήλων φίλοι εἶναι_

καὶ ἐμὲ γὰρ ἐν ὑμῖν τίθημι_οὔπω δὲ ὅτι ἔστιν ὁ φίλος οἷοί

τε ἐγενόμεθα ἐξευρεῖν.