Платоновское философское общество | |
|
ΜΕΝΩΝ 70a {ΜΕΝ.} Ἔχεις μοι εἰπεῖν, ὦ Σώκρατες, ἆρα διδακτὸν ἡ ἀρετή; ἢ οὐ διδακτὸν ἀλλ’ ἀσκητόν; ἢ οὔτε ἀσκητὸν οὔτε μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ; (5) {ΣΩ.} Ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ’ ἱππικῇ τε καὶ πλούτῳ, 70bνῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι. τούτου δὲ ὑμῖν αἴτιός ἐστι Γοργίας· ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς ἐπὶ σοφίᾳ εἴληφεν Ἀλευαδῶν τε τοὺς πρώτους, ὧν ὁ σὸς (5)ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν. καὶ δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν, ἀφόβως τε καὶ μεγαλο- πρεπῶς ἀποκρίνεσθαι ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς 70cεἰδότας, ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων τῷ βουλομένῳ ὅτι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτῳ οὐκ ἀποκρινόμενος. ἐνθάδε δέ, ὦ φίλε Μένων, τὸ ἐναντίον περιέστηκεν· ὥσπερ αὐχμός τις τῆς σοφίας γέγονεν, καὶ κιν- 71aδυνεύει ἐκ τῶνδε τῶν τόπων παρ’ ὑμᾶς οἴχεσθαι ἡ σοφία. εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ· "Ὦ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναι_ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ’ ὅτῳ τρόπῳ παρα- (5)γίγνεται εἰδέναι_ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστ’ οὐδὲ αὐτὸ ὅτι ποτ’ ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς." 71b Ἐγὼ οὖν καὶ αὐτός, ὦ Μένων, οὕτως ἔχω· συμπένομαι τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν κατα- μέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν· ὃ δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην; ἢ δοκεῖ σοι (5)οἷόν τε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων; δοκεῖ σοι οἷόν τ’ εἶναι; {ΜΕΝ.} Οὐκ ἔμοιγε. ἀλλὰ σύ, ὦ Σώκρατες, ἀληθῶς 71cοὐδ’ ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν; {ΣΩ.} Μὴ μόνον γε, ὦ ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδ’ ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ. (5) {ΜΕΝ.} Τί δέ; Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν; {ΣΩ.} Ἔγωγε. {ΜΕΝ.} Εἶτα οὐκ ἐδόκει σοι εἰδέναι; {ΣΩ.} Οὐ πάνυ εἰμὶ μνήμων, ὦ Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν. ἀλλ’ ἴσως (10)ἐκεῖνός τε οἶδε, καὶ σὺ ἃ ἐκεῖνος ἔλεγε· ἀνάμνησον οὖν 71dμε πῶς ἔλεγεν. εἰ δὲ βούλει, αὐτὸς εἰπέ· δοκεῖ γὰρ δήπου σοὶ ἅπερ ἐκείνῳ. {ΜΕΝ.} Ἔμοιγε. {ΣΩ.} Ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν· σὺ (5)δὲ αὐτός, ὦ πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι; εἶπον καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος ὦ, ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ πώποτε εἰδότι ἐντετυχηκέναι. 71e {ΜΕΝ.} Ἀλλ’ οὐ χαλεπόν, ὦ Σώκρατες, εἰπεῖν. πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ’ ἐχθροὺς κακῶς, καὶ αὐτὸν (5)εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν. εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός. καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει, 72aδούλου. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν· καθ’ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ (5)κακία. {ΣΩ.} Πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον. ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν 72bπερὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτ’ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην· "Ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας (5)εἶναι; ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων;" εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς; {ΜΕΝ.} Τοῦτ’ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας. 72c {ΣΩ.} Εἰ οὖν εἶπον μετὰ ταῦτα· "Τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, ὦ Μένων· ᾧ οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;" εἶχες δήπου ἄν τί μοι εἰπεῖν; (5) {ΜΕΝ.} Ἔγωγε. {ΣΩ.} Οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν· κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν δι’ ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει 72dοὖσα ἀρετή· ἢ οὐ μανθάνεις ὅτι λέγω; {ΜΕΝ.} Δοκῶ γέ μοι μανθάνειν· οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον. {ΣΩ.} Πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ (5)Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως; ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός; ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια 72eᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ; {ΜΕΝ.} Ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός. {ΣΩ.} Οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς; ἐάνπερ ἰσχυρὰ (5)γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται; τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω· οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί. ἢ δοκεῖ τί σοι διαφέρειν; {ΜΕΝ.} Οὐκ ἔμοιγε. 73a {ΣΩ.} Ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί; {ΜΕΝ.} Ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι (5)ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις. {ΣΩ.} Τί δέ; οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν; — {ΜΕΝ.} Ἔγωγε. — {ΣΩ.} Ἆρ’ οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα; — {ΜΕΝ.} Οὐ δῆτα. — {73bΣΩ.} Οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δι- καιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν; — {ΜΕΝ.} Ἀνάγκη. — {ΣΩ.} Τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σω- (5)φροσύνης. — {ΜΕΝ.} Φαίνονται. — {ΣΩ.} Τί δὲ παῖς καὶ πρε- σβύτης; μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο; — {ΜΕΝ.} Οὐ δῆτα. — {ΣΩ.} Ἀλλὰ σώφρονες καὶ 73cδίκαιοι; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Πάντες ἄρ’ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν· τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γί- γνονται. — {ΜΕΝ.} Ἔοικε. — {ΣΩ.} Οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν. — { (5)ΜΕΝ.} Οὐ δῆτα. {ΣΩ.} Ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετ’ ἐκείνου. {ΜΕΝ.} Τί ἄλλο γ’ ἢ ἄρχειν οἷόν τ’ εἶναι τῶν ἀνθρώπων; 73dεἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων. {ΣΩ.} Ἀλλὰ μὴν ζητῶ γε. ἀλλ’ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δε- σπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων; (5) {ΜΕΝ.} Οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες. {ΣΩ.} Οὐ γὰρ εἰκός, ὦ ἄριστε· ἔτι γὰρ καὶ τόδε σκόπει. ἄρχειν φῂς οἷόν τ’ εἶναι. οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή; {ΜΕΝ.} Οἶμαι ἔγωγε· ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, (10)ἀρετή ἐστιν. 73e {ΣΩ.} Πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις; {ΜΕΝ.} Πῶς τοῦτο λέγεις; {ΣΩ.} Ὡς περὶ ἄλλου ὁτουοῦν. οἷον, εἰ βούλει, στρογ- γυλότητος πέρι εἴποιμ’ ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ (5)οὕτως ἁπλῶς ὅτι σχῆμα. διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα. {ΜΕΝ.} Ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς. 74a {ΣΩ.} Τίνας ταύτας; εἰπέ. οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν καὶ ἄλλα σχήματα, εἴ με κελεύοις· καὶ σὺ οὖν ἐμοὶ εἰπὲ ἄλλας ἀρετάς. {ΜΕΝ.} Ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ (5)σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμ- πολλαι. {ΣΩ.} Πάλιν, ὦ Μένων, ταὐτὸν πεπόνθαμεν· πολλὰς αὖ ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον ἢ νυνδή· τὴν δὲ μίαν, ἣ διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα (10)ἀνευρεῖν. {ΜΕΝ.} Οὐ γὰρ δύναμαί πω, ὦ Σώκρατες, ὡς σὺ ζητεῖς, 74bμίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις. {ΣΩ.} Εἰκότως γε· ἀλλ’ ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τ’ ὦ, ἡμᾶς προβιβάσαι. μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός· εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον, (5)"Τί ἐστιν σχῆμα, ὦ Μένων;" εἰ αὐτῷ εἶπες ὅτι στρογ- γυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, "Πότερον σχῆμα ἡ στρογ- γυλότης ἐστὶν ἢ σχῆμά τι;" εἶπες δήπου ἂν ὅτι σχῆμά τι. {ΜΕΝ.} Πάνυ γε. 74c {ΣΩ.} Οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα; {ΜΕΝ.} Ναί. {ΣΩ.} Καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν; {ΜΕΝ.} Ἔγωγε. (5) {ΣΩ.} Καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν ὁ ἐρωτῶν· "Πότερον τὸ λευκὸν χρῶμά ἐστιν ἢ χρῶμά τι;" εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάνει ὄντα; {ΜΕΝ.} Ἔγωγε. (10) {ΣΩ.} Καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες 74dἂν ἄλλα, ἃ οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ; {ΜΕΝ.} Ναί. {ΣΩ.} Εἰ οὖν ὥσπερ ἐγὼ μετῄει τὸν λόγον, καὶ ἔλεγεν ὅτι "Ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μή μοι οὕτως, (5)ἀλλ’ ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνό- ματι, καὶ φῂς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο ὃ οὐδὲν ἧττον κατέχει τὸ στρογγύλον ἢ τὸ εὐθύ, ὃ δὴ ὀνομάζεις σχῆμα 74eκαὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι ἢ τὸ εὐθύ;" ἢ οὐχ οὕτω λέγεις; {ΜΕΝ.} Ἔγωγε. {ΣΩ.} Ἆρ’ οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς (5)τὸ στρογγύλον εἶναι στρογγύλον ἢ εὐθύ, οὐδὲ τὸ εὐθὺ εὐθὺ ἢ στρογγύλον; {ΜΕΝ.} Οὐ δήπου, ὦ Σώκρατες. {ΣΩ.} Ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ στρογγύλον τοῦ εὐθέος, οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου. (10) {ΜΕΝ.} Ἀληθῆ λέγεις. {ΣΩ.} Τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα; 75aπειρῶ λέγειν. εἰ οὖν τῷ ἐρωτῶντι οὕτως ἢ περὶ σχήματος ἢ χρώματος εἶπες ὅτι "Ἀλλ’ οὐδὲ μανθάνω ἔγωγε ὅτι βούλει, ὦ ἄνθρωπε, οὐδὲ οἶδα ὅτι λέγεις," ἴσως ἂν ἐθαύ- μασε καὶ εἶπεν· "Οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν (5)τούτοις ταὐτόν;" ἢ οὐδὲ ἐπὶ τούτοις, ὦ Μένων, ἔχοις ἂν εἰπεῖν, εἴ τίς σε ἐρωτῴη· "Τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, ἃ δὴ σχήματα καλεῖς, ταὐτὸν ἐπὶ πᾶσιν;" πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν. 75b {ΜΕΝ.} Μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ. {ΣΩ.} Βούλει σοι χαρίσωμαι; {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς; (5) {ΜΕΝ.} Ἔγωγε. {ΣΩ.} Προθυμητέον τοίνυν· ἄξιον γάρ. {ΜΕΝ.} Πάνυ μὲν οὖν. {ΣΩ.} Φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα. σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι· ἔστω γὰρ δὴ ἡμῖν (10)τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον. ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς; ἐγὼ γὰρ κἂν 75cοὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις. {ΜΕΝ.} Ἀλλὰ τοῦτό γε εὔηθες, ὦ Σώκρατες. {ΣΩ.} Πῶς λέγεις; {ΜΕΝ.} Ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ὃ ἀεὶ (5)χρόᾳ ἕπεται. εἶεν· εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι, ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει σοι ἀποκεκρίσθαι; {ΣΩ.} Τἀληθῆ ἔγωγε· καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν ὁ ἐρόμενος, εἴποιμ’ ἂν 75dαὐτῷ ὅτι "Ἐμοὶ μὲν εἴρηται· εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν." εἰ δὲ ὥσπερ ἐγώ τε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι, δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι. (5)ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρί- νεσθαι, ἀλλὰ καὶ δι’ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος. πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν. 75eλέγε γάρ μοι· τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον_πάντα ταῦτα ταὐτόν τι λέγω· ἴσως δ’ ἂν ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι τι καὶ τετελευτηκέναι_τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν (5)ποικίλον. {ΜΕΝ.} Ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν ὃ λέγεις. 76a {ΣΩ.} Τί δ’; ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις; {ΜΕΝ.} Ἔγωγε καλῶ. {ΣΩ.} Ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ (5)λέγω. κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ στερεὸν περαίνει, τοῦτ’ εἶναι σχῆμα· ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι. {ΜΕΝ.} Τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες; {ΣΩ.} Ὑβριστής γ’ εἶ, ὦ Μένων· ἀνδρὶ πρεσβύτῃ πρά- (10)γματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις 76bἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι. {ΜΕΝ.} Ἀλλ’ ἐπειδάν μοι σὺ τοῦτ’ εἴπῃς, ὦ Σώκρατες, ἐρῶ σοι. {ΣΩ.} Κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλε- (5)γομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν. {ΜΕΝ.} Τί δή; {ΣΩ.} Ὅτι οὐδὲν ἀλλ’ ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ 76cὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν· χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι. {ΜΕΝ.} Πάνυ μὲν οὖν χάρισαι. {ΣΩ.} Βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν (5)σὺ μάλιστα ἀκολουθήσαις; {ΜΕΝ.} Βούλομαι· πῶς γὰρ οὔ; {ΣΩ.} Οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα; — {ΜΕΝ.} Σφόδρα γε. — {ΣΩ.} Καὶ πόρους εἰς οὓς καὶ δι’ ὧν αἱ ἀπορροαὶ πορεύονται; — {ΜΕΝ.} Πάνυ γε. (10)— {ΣΩ.} Καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν 76dπόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι; — {ΜΕΝ.} Ἔστι ταῦτα. — {ΣΩ.} Οὐκοῦν καὶ ὄψιν καλεῖς τι; — {ΜΕΝ.} Ἔγωγε. — {ΣΩ.} Ἐκ τούτων δὴ "σύνες ὅ τοι λέγω," ἔφη Πίνδαρος. ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ (5)αἰσθητός. {ΜΕΝ.} Ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι. {ΣΩ.} Ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται· καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, 76eκαὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων. {ΜΕΝ.} Πάνυ μὲν οὖν. {ΣΩ.} Τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος. (5) {ΜΕΝ.} Ἔμοιγε. {ΣΩ.} Ἀλλ’ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλ’ ἐκείνη βελτίων· οἶμαι δὲ οὐδ’ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλ’ εἰ περιμείναις τε καὶ μυηθείης. 77a {ΜΕΝ.} Ἀλλὰ περιμένοιμ’ ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις. {ΣΩ.} Ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα· ἀλλ’ ὅπως μὴ οὐχ οἷός (5)τ’ ἔσομαι πολλὰ τοιαῦτα λέγειν. ἀλλ’ ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή. τὰ δέ γε παρα- 77bδείγματα παρ’ ἐμοῦ εἴληφας. {ΜΕΝ.} Δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθά- περ ὁ ποιητὴς λέγει, "χαίρειν τε καλοῖσι καὶ δύνασθαι·" καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν (5)εἶναι πορίζεσθαι. {ΣΩ.} Ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν ἐπιθυμητὴν εἶναι; — {ΜΕΝ.} Μάλιστά γε. — {ΣΩ.} Ἆρα ὡς ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν 77cἀγαθῶν; οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπι- θυμεῖν; — {ΜΕΝ.} Οὐκ ἔμοιγε. — {ΣΩ.} Ἀλλά τινες τῶν κακῶν; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Οἰόμενοι τὰ κακὰ ἀγαθὰ εἶναι, λέγεις, ἢ καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐ- (5)τῶν; — {ΜΕΝ.} Ἀμφότερα ἔμοιγε δοκοῦσιν. — {ΣΩ.} Ἦ γὰρ δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν; — {ΜΕΝ.} Μάλιστα. — {ΣΩ.} Τί ἐπιθυ- μεῖν λέγεις; ἦ γενέσθαι αὐτῷ; — {ΜΕΝ.} Γενέσθαι· τί γὰρ 77dἄλλο; — {ΣΩ.} Πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν παρῇ; — {ΜΕΝ.} Εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει. — {ΣΩ.} Ἦ καὶ (5)δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγού- μενοι τὰ κακὰ ὠφελεῖν; — {ΜΕΝ.} Οὐ πάνυ μοι δοκεῖ τοῦτό γε. — {ΣΩ.} Οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπι- 77eθυμοῦσιν, οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά· ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν. ἢ οὔ; — {ΜΕΝ.} Κινδυνεύουσιν οὗτοί γε. (5) {ΣΩ.} Τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπ’ αὐτῶν; — {ΜΕΝ.} 78aἈνάγκη. — {ΣΩ.} Ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθ’ ὅσον βλάπτονται; — {ΜΕΝ.} Καὶ τοῦτο ἀνάγκη. — {ΣΩ.} Τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας; — {ΜΕΝ.} Οἶμαι ἔγωγε. — {ΣΩ.} Ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ (5)κακοδαίμων εἶναι; — {ΜΕΝ.} Οὔ μοι δοκεῖ, ὦ Σώκρατες. — {ΣΩ.} Οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι. τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι; — {ΜΕΝ.} Κινδυνεύεις 78bἀληθῆ λέγειν, ὦ Σώκρατες· καὶ οὐδεὶς βούλεσθαι τὰ κακά. {ΣΩ.} Οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι; — {ΜΕΝ.} Εἶπον γάρ. — {ΣΩ.} Οὐκοῦν (5)τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων; — {ΜΕΝ.} Φαίνεται. — {ΣΩ.} Ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων. — {ΜΕΝ.} Πάνυ γε. — {ΣΩ.} Τοῦτ’ ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, 78cδύναμις τοῦ πορίζεσθαι τἀγαθά. — {ΜΕΝ.} Παντάπασί μοι δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις. {ΣΩ.} Ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόν τ’ εἶναι πορίζεσθαι ἀρετὴν (5)εἶναι; — {ΜΕΝ.} Ἔγωγε. — {ΣΩ.} Ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάν τε καὶ πλοῦτον; — {ΜΕΝ.} Καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς. — {ΣΩ.} Μὴ ἄλλ’ ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα; — {ΜΕΝ.} Οὔκ, ἀλλὰ 78dπάντα λέγω τὰ τοιαῦτα. — {ΣΩ.} Εἶεν· χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος. πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν (5)σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς; — {ΜΕΝ.} Οὐ δήπου, ὦ Σώκρατες. — {ΣΩ.} Ἀλλὰ κακίαν. — {ΜΕΝ.} Πάντως δήπου. — {ΣΩ.} Δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ 78eὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς· εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά. — {ΜΕΝ.} Πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτ’ ἄν; — {ΣΩ.} Τὸ δὲ μὴ ἐκ- πορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε (5)αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία; — {ΜΕΝ.} Φαίνεται. — {ΣΩ.} Οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δ’ 79aἂν ἄνευ πάντων τῶν τοιούτων, κακία. — {ΜΕΝ.} Δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις. {ΣΩ.} Οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ (5)πάντα τὰ τοιαῦτα; {ΜΕΝ.} Ναί. {ΣΩ.} Εἶτα, ὦ Μένων, παίζεις πρός με; {ΜΕΝ.} Τί δή, ὦ Σώκρατες; {ΣΩ.} Ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ (10)κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθ’ ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή 79bἐστιν οἷόν τ’ εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης· τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι; {ΜΕΝ.} Ἔγωγε. {ΣΩ.} Οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ (5)μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι· τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων. τί οὖν δὴ τοῦτο λέγω; ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου 79cἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια. δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ (5)μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη; τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν. ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλ’ οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα; (10) {ΜΕΝ.} Οὐκ ἔμοιγε δοκεῖ. 79d {ΣΩ.} Εἰ γὰρ καὶ μέμνησαι, ὅτ’ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπό- κρισιν τὴν διὰ τῶν ἔτι ζητουμένων καὶ μήπω ὡμολογημένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι. (5) {ΜΕΝ.} Καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες. {ΣΩ.} Μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ 79eτρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις· ἢ οὐδέν σοι δοκῶ λέγειν; {ΜΕΝ.} Ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν. (5) {ΣΩ.} Ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς· τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου; {ΜΕΝ.} Ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγε- 80aνέσθαι σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν· καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ (5)σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιά- ζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, [ναρκᾶν]· ἀληθῶς γὰρ ἔγωγε καὶ 80bτὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδ’ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς (5)εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδ’ ἀποδημῶν· εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχ’ ἂν ὡς γόης ἀπαχθείης. {ΣΩ.} Πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με. {ΜΕΝ.} Τί μάλιστα, ὦ Σώκρατες; 80c {ΣΩ.} Γιγνώσκω οὗ ἕνεκά με ᾔκασας. {ΜΕΝ.} Τίνος δὴ οἴει; {ΣΩ.} Ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι_λυσιτελεῖ γὰρ αὐτοῖς· (5)καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες_ἀλλ’ οὐκ ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή, οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ 80dἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν. (5) {ΜΕΝ.} Καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις; ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα; 80e {ΣΩ.} Μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ_οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ (5)ζητήσεως_οὔτε ὃ μὴ οἶδεν_οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει. 81a {ΜΕΝ.} Οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες; {ΣΩ.} Οὐκ ἔμοιγε. {ΜΕΝ.} Ἔχεις λέγειν ὅπῃ; (5) {ΣΩ.} Ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα_ {ΜΕΝ.} Τίνα λόγον λεγόντων; {ΣΩ.} Ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν. {ΜΕΝ.} Τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες; (10) {ΣΩ.} Οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τ’ εἶναι 81bδιδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν. ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν_ὃ δὴ (5)ἀποθνῄσκειν καλοῦσι_τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δ’ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον· <οἷσιν> γὰρ ἂν_ Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ (10) ἀνδιδοῖ ψυχὰς πάλιν, 81c ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι ἄνδρες αὔξοντ’· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται. (5) Ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν· ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τ’ εἶναι αὐτὴν ἀναμνη- σθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως 81dἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα_ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι_τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν· τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν (5)ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε 81eδὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν. {ΜΕΝ.} Ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; (5)ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει; {ΣΩ.} Καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ 82aνῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλ’ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων. {ΜΕΝ.} Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο (5)βλέψας εἶπον, ἀλλ’ ὑπὸ τοῦ ἔθους· ἀλλ’ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι. {ΣΩ.} Ἀλλ’ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμη- θῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν 82bἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι. {ΜΕΝ.} Πάνυ γε. δεῦρο πρόσελθε. {ΣΩ.} Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει; (5) {ΜΕΝ.} Πάνυ γε σφόδρα, οἰκογενής γε. {ΣΩ.} Πρόσεχε δὴ τὸν νοῦν ὁπότερ’ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρ’ ἐμοῦ. {ΜΕΝ.} Ἀλλὰ προσέξω. {ΣΩ.} Εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον (10)ὅτι τοιοῦτόν ἐστιν; — {ΠΑΙ.} Ἔγωγε. — {ΣΩ.} Ἔστιν οὖν 82cτετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας; — {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Οὐ- κοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον; (5)— {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον; — {ΠΑΙ.} 82dΝαί. — {ΣΩ.} Ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται; — {ΠΑΙ.} Γίγνεται. — {ΣΩ.} Δυοῖν ἄρα δὶς γίγνεται ποδῶν; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ. — {ΠΑΙ.} Τέτταρες, ὦ Σώκρατες. (5)— {ΣΩ.} Οὐκοῦν γένοιτ’ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλά- σιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Πόσων οὖν ἔσται ποδῶν; — {ΠΑΙ.} Ὀκτώ. — {ΣΩ.} Φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται 82eἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου; — {ΠΑΙ.} Δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία. {ΣΩ.} Ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, (5)ἀλλ’ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφ’ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι; {ΜΕΝ.} Ἔμοιγε. {ΣΩ.} Οἶδεν οὖν; {ΜΕΝ.} Οὐ δῆτα. (10) {ΣΩ.} Οἴεται δέ γε ἀπὸ τῆς διπλασίας; {ΜΕΝ.} Ναί. {ΣΩ.} Θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι. Σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ 83aδιπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλ’ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι. — {ΠΑΙ.} Ἔμοιγε. — {ΣΩ.} Οὐκοῦν (5)διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προς- θῶμεν ἐνθένδε; — {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται 83bγένωνται; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Ἀναγραψώμεθα δὴ ἀπ’ αὐ- τῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι; — {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι; — {(5)ΠΑΙ.} Ναί. — {ΣΩ.} Πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦ- τον; — {ΠΑΙ.} Πῶς δ’ οὔ; — {ΣΩ.} Διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον; — {ΠΑΙ.} Οὐ μὰ Δία. — {ΣΩ.} Ἀλλὰ ποσα- πλάσιον; — {ΠΑΙ.} Τετραπλάσιον. — {ΣΩ.} Ἀπὸ τῆς διπλασίας 83cἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον. — {ΠΑΙ.} Ἀληθῆ λέγεις. — {ΣΩ.} Τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Ὀκτώπουν δ’ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον; — {ΠΑΙ.} Φημί. (5)— {ΣΩ.} Τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ; — {[ΠΑΙ.} Ναί.] — {ΣΩ.} Οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ 83dτοσησδί; ἢ οὔ; — {ΠΑΙ.} Ἔμοιγε δοκεῖ οὕτω. — {ΣΩ.} Καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι (5)τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος. — {ΠΑΙ.} Δεῖ. 83e— {ΣΩ.} Πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι. — {ΠΑΙ.} Τρίποδα. — {ΣΩ.} Οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ (5)γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς. — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται; — {ΠΑΙ.} Φαίνεται. — {ΣΩ.} Τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες; — {ΠΑΙ.} Ἐννέα. — {ΣΩ.} Ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν; — {ΠΑΙ.} Ὀκτώ. — {ΣΩ.} Οὐδ’ ἄρ’ ἀπὸ τῆς (10)τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται. — {ΠΑΙ.} Οὐ δῆτα. — {ΣΩ.} Ἀλλ’ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ 84aεἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας. — {ΠΑΙ.} Ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα. {ΣΩ.} Ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις (5)ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλ’ οὖν ᾤετό γ’ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται 84bἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδ’ οἴεται εἰδέναι. {ΜΕΝ.} Ἀληθῆ λέγεις. {ΣΩ.} Οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει; (5) {ΜΕΝ.} Καὶ τοῦτό μοι δοκεῖ. {ΣΩ.} Ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν; {ΜΕΝ.} Οὐκ ἔμοιγε δοκεῖ. {ΣΩ.} Προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ (10)ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις 84cᾤετ’ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει. {ΜΕΝ.} Ἔοικεν. {ΣΩ.} Οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ (5)μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι; {ΜΕΝ.} Οὔ μοι δοκεῖ, ὦ Σώκρατες. {ΣΩ.} Ὤνητο ἄρα ναρκήσας; {ΜΕΝ.} Δοκεῖ μοι. (10) {ΣΩ.} Σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετ’ ἐμοῦ, οὐδὲν ἀλλ’ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδά- 84dσκοντος· φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα. Λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις; — {ΠΑΙ.} Ἔγωγε. — {ΣΩ.} Ἕτερον δὲ αὐτῷ (5)προσθεῖμεν ἂν τουτὶ ἴσον; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Οὐκοῦν προσαναπληρωσαίμεθ’ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε; — {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Ἄλλο τι οὖν γένοιτ’ ἂν τέτταρα ἴσα χωρία 84eτάδε; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται; — {ΠΑΙ.} Τετραπλάσιον. — {ΣΩ.} Ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι; — {ΠΑΙ.} Πάνυ γε. — {ΣΩ.} Οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν 85a[τινὰ] τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον; — {ΠΑΙ.} Γίγνονται γάρ. — {ΣΩ.} Σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον; — {ΠΑΙ.} Οὐ (5)μανθάνω. — {ΣΩ.} Οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν; — {ΠΑΙ.} Τέτταρα. — {ΣΩ.} Πόσα δὲ ἐν τῷδε; — {ΠΑΙ.} Δύο. — {ΣΩ.} Τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν; — {ΠΑΙ.} Διπλάσια. — {ΣΩ.} Τόδε οὖν 85bποσάπουν γίγνεται; — {ΠΑΙ.} Ὀκτώπουν. — {ΣΩ.} Ἀπὸ ποίας γραμμῆς; — {ΠΑΙ.} Ἀπὸ ταύτης. — {ΣΩ.} Ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος; — {ΠΑΙ.} Ναί. — {ΣΩ.} Καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστ’ εἰ ταύτῃ (5)διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτ’ ἂν τὸ διπλάσιον χωρίον. — {ΠΑΙ.} Πάνυ μὲν οὖν, ὦ Σώκρατες. {ΣΩ.} Τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο; 85c {ΜΕΝ.} Οὔκ, ἀλλ’ ἑαυτοῦ. {ΣΩ.} Καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον. {ΜΕΝ.} Ἀληθῆ λέγεις. {ΣΩ.} Ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ; (5) {ΜΕΝ.} Ναί. {ΣΩ.} Τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε; {ΜΕΝ.} Φαίνεται. {ΣΩ.} Καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται (10)αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθ’ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς 85dἐπιστήσεται περὶ τούτων. {ΜΕΝ.} Ἔοικεν. {ΣΩ.} Οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλ’ ἐρωτήσαντος ἐπι- στήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην; (5) {ΜΕΝ.} Ναί. {ΣΩ.} Τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν; {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Ἆρ’ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι (10)ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν; {ΜΕΝ.} Ναί. {ΣΩ.} Οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ 85eδεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν (5)καὶ τέθραπται. {ΜΕΝ.} Ἀλλ’ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν. {ΣΩ.} Ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί; {ΜΕΝ.} Ἀνάγκη, ὦ Σώκρατες, φαίνεται. {ΣΩ.} Εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο 86aδῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει; {ΜΕΝ.} Φαίνεται. {ΣΩ.} Οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτ’ οὐκ ἦν ἄν- θρωπος; (5) {ΜΕΝ.} Ναί. {ΣΩ.} Εἰ οὖν ὅν τ’ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρ’ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ἡ ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν (10)ἢ οὐκ ἔστιν ἄνθρωπος. {ΜΕΝ.} Φαίνεται. 86b {ΣΩ.} Οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν_τοῦτο δ’ ἐστὶν ὃ μὴ μεμνη- μένος_ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι; (5) {ΜΕΝ.} Εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδ’ ὅπως. {ΣΩ.} Καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δ’ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώ- τεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ 86cδυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ. {ΜΕΝ.} Καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες. {ΣΩ.} Βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ (5)οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ’ ἐστὶν ἀρετή; {ΜΕΝ.} Πάνυ μὲν οὖν. οὐ μέντοι, ὦ Σώκρατες, ἀλλ’ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαί- μην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπι- 86dχειρεῖν, ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς. {ΣΩ.} Ἀλλ’ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυ- τοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν (5)εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδ’ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι_τί γὰρ χρὴ ποιεῖν; _ἔοικεν οὖν σκεπτέον 86eεἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν. λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέ- (5)τραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον 87aτρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι "Οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλ’ ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν (5)παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν. ὑποθέμενος οὖν ἐθέλω 87bεἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή." οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθ’ ὅτι ἐστὶν οὔθ’ ὁποῖόν τι, ὑπο- θέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, (5)ὧδε λέγοντες· Εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν; πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν_διαφερέτω δὲ μηδὲν ἡμῖν 87cὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα_ἀλλ’ ἆρα διδακτόν; ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην; {ΜΕΝ.} Ἔμοιγε δοκεῖ. (5) {ΣΩ.} Εἰ δέ γ’ ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη. {ΜΕΝ.} Πῶς γὰρ οὔ; {ΣΩ.} Τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δ’ οὔ. (10) {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης. 87d {ΜΕΝ.} Ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι. {ΣΩ.} Τί δὲ δή; ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι; — {ΜΕΝ.} Πάνυ μὲν οὖν. — {ΣΩ.} Οὐκοῦν εἰ μέν τί ἐστιν (5)ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχ’ ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τιν’ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιμεν. — {ΜΕΝ.} Ἔστι ταῦτα. — {ΣΩ.} Καὶ μὴν 87eἀρετῇ γ’ ἐσμὲν ἀγαθοί; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Εἰ δὲ ἀγαθοί, ὠφέλιμοι· πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν; — {ΜΕΝ.} Ἀνάγκη ἐκ τῶν ὡμολογημένων. (5) {ΣΩ.} Σκεψώμεθα δὴ καθ’ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα. 88aοὐχί; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν· ἢ σὺ ἄλλως φῂς ἢ οὕτως; — {ΜΕΝ.} Οὐκ, ἀλλ’ οὕτως. — {ΣΩ.} Σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρ’ οὐχ ὅταν μὲν ὀρθὴ (5)χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει; — {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα. σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ 88bτοιαῦτα; — {ΜΕΝ.} Ἔγωγε. — {ΣΩ.} Σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλ’ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλ’ οἷον θάρρος τι· οὐχ ὅταν μὲν (5)ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται; — {ΜΕΝ.} Ναί. — {ΣΩ.} Οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία· μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά; — {ΜΕΝ.} Πάνυ 88cσφόδρα. — {ΣΩ.} Οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δ’ εἰς τοὐναντίον; — {ΜΕΝ.} Ἔοικεν. — {ΣΩ.} Εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ (5)ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθ’ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρο- 88dνήσεως ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται. κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τιν’ εἶναι. — {ΜΕΝ.} Ἔμοιγε δοκεῖ. {ΣΩ.} Καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν (5)τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ 88eκαὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέ- λιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά; — {ΜΕΝ.} Πάνυ γε. — {ΣΩ.} Ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δ’ ἡ ἄφρων; — {ΜΕΝ.} Ἔστι ταῦτα. — {ΣΩ.} Οὐκοῦν οὕτω δὴ κατὰ (5)πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ 89aμέλλει ἀγαθὰ εἶναι· καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον· φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι; — {ΜΕΝ.} Πάνυ γε. — {ΣΩ.} Φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν ἢ μέρος τι; — {ΜΕΝ.} Δοκεῖ μοι καλῶς λέγε- (5)σθαι, ὦ Σώκρατες, τὰ λεγόμενα. — {ΣΩ.} Οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί. — {ΜΕΝ.} Οὔ μοι δοκεῖ. 89b {ΣΩ.} Καὶ γὰρ ἄν που καὶ τόδ’ ἦν· εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνά- (5)μενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέ- φθειρεν, ἀλλ’ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι. {ΜΕΝ.} Εἰκός γέ τοι, ὦ Σώκρατες. {ΣΩ.} Ἆρ’ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνον- 89cται, ἆρα μαθήσει; {ΜΕΝ.} Δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν. (5) {ΣΩ.} Ἴσως νὴ Δία· ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογή- σαμεν; {ΜΕΝ.} Καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι. {ΣΩ.} Ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ (10)μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι. 89d {ΜΕΝ.} Τί οὖν δή; πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή; {ΣΩ.} Ἐγώ σοι ἐρῶ, ὦ Μένων. τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ (5)καλῶς λέγεσθαι· ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν. τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδα- κτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι; {ΜΕΝ.} Ἔμοιγε δοκεῖ. 89e {ΣΩ.} Οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι; {ΜΕΝ.} Ἔστι ταῦτα· ἀλλ’ ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί (5)σοι εἶναι; {ΣΩ.} Πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδά- σκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν. καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος. καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν (10)ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ζητήσεως. 90aεἰκότως δ’ ἂν μεταδοῖμεν· Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας (5)ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς 90bἀνήρ· ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει· αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγί- στας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτ’ εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν, (5)ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι· εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν 90cγενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρ’ οὐ παρὰ τοὺς ἰατρούς; {ΑΝ.} Πάνυ γε. {ΣΩ.} Τί δ’ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, (5)ἆρ’ οὐ παρὰ τοὺς σκυτοτόμους; {ΑΝ.} Ναί. {ΣΩ.} Καὶ τἆλλα οὕτως; {ΑΝ.} Πάνυ γε. {ΣΩ.} Ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς (10)ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βου- λόμενοι ἰατρὸν γενέσθαι· ἆρ’ ὅταν τοῦτο λέγωμεν, τόδε 90dλέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπ’ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν; (5)ἆρ’ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν; {ΑΝ.} Ναί. {ΣΩ.} Οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ 90eταῦτα; πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ (5)μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ’ ἔστιν αὐτῶν μαθη- τὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθά- νειν παρ’ αὐτῶν ὃν ἂν πέμπωμεν. οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι; {ΑΝ.} Ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός. (10) {ΣΩ.} Καλῶς λέγεις. νῦν τοίνυν ἔξεστί σε μετ’ ἐμοῦ 91aκοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος. οὗτος γάρ, ὦ Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης τῆς σοφίας καὶ ἀρετῆς ᾗ οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θερα- (5)πεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαί τε καὶ ἀπο- πέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ. ταύτην οὖν τὴν 91bἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμ- ποιμεν. ἢ δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφή- ναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν, (5)μισθὸν τούτου ταξαμένους τε καὶ πραττομένους; {ΑΝ.} Καὶ τίνας λέγεις τούτους, ὦ Σώκρατες; {ΣΩ.} Οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι καλοῦσι σοφιστάς. 91c {ΑΝ.} Ἡράκλεις, εὐφήμει, ὦ Σώκρατες. μηδένα τῶν γ’ ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον, τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι, ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβη τε καὶ διαφθορὰ τῶν (5)συγγιγνομένων. {ΣΩ.} Πῶς λέγεις, ὦ Ἄνυτε; οὗτοι ἄρα μόνοι τῶν ἀντι- ποιουμένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι, ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθεί- 91dρουσιν; καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι; ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω· οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα (5)ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν. καίτοι τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθ’ 91eἡμέρας μοχθηρότερα ἀποδιδόντες ἢ παρέλαβον τὰ ἱμάτιά τε καὶ ὑποδήματα, ἀλλ’ εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάν- θανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους (5)ἀποπέμπων ἢ παρελάμβανεν πλέον ἢ τετταράκοντα ἔτη_ οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγο- νότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα_καὶ ἐν ἅπαντι τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ 92aἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ δὲ καὶ νῦν ἔτι ὄντες. πότερον δὴ οὖν φῶμεν κατὰ τὸν σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς νέους, ἢ λεληθέναι καὶ ἑαυτούς; καὶ οὕτω μαίνεσθαι (5)ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων εἶναι; {ΑΝ.} Πολλοῦ γε δέουσι μαίνεσθαι, ὦ Σώκρατες, ἀλλὰ πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων 92bδ’ ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, οἱ προσήκοντες, πολὺ δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι ποιεῖν εἴτε ἀστός. (5) {ΣΩ.} Πότερον δέ, ὦ Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν, ἢ τί οὕτως αὐτοῖς χαλεπὸς εἶ; {ΑΝ.} Οὐδὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί, οὐδ’ ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα. {ΣΩ.} Ἄπειρος ἄρ’ εἶ παντάπασι τῶν ἀνδρῶν; (10) {ΑΝ.} Καὶ εἴην γε. 92c {ΣΩ.} Πῶς οὖν ἄν, ὦ δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ παντάπασιν ἄπειρος εἴης; {ΑΝ.} Ῥᾳδίως· τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτ’ οὖν (5)ἄπειρος αὐτῶν εἰμι εἴτε μή. {ΣΩ.} Μάντις εἶ ἴσως, ὦ Ἄνυτε· ἐπεὶ ὅπως γε ἄλλως οἶσθα τούτων πέρι, ἐξ ὧν αὐτὸς λέγεις θαυμάζοιμ’ ἄν. ἀλλὰ γὰρ οὐ τούτους ἐπιζητοῦμεν τίνες εἰσίν, παρ’ οὓς ἂν 92dΜένων ἀφικόμενος μοχθηρὸς γένοιτο_οὗτοι μὲν γάρ, εἰ σὺ βούλει, ἔστων οἱ σοφισταί_ἀλλὰ δὴ ἐκείνους εἰπὲ ἡμῖν, καὶ τὸν πατρικὸν τόνδε ἑταῖρον εὐεργέτησον φράσας αὐτῷ παρὰ τίνας ἀφικόμενος ἐν τοσαύτῃ πόλει τὴν ἀρετὴν ἣν (5)νυνδὴ ἐγὼ διῆλθον γένοιτ’ ἂν ἄξιος λόγου. {ΑΝ.} Τί δὲ αὐτῷ οὐ σὺ ἔφρασας; {ΣΩ.} Ἀλλ’ οὓς μὲν ἐγὼ ᾤμην διδασκάλους τούτων εἶναι, εἶπον, ἀλλὰ τυγχάνω οὐδὲν λέγων, ὡς σὺ φῄς· καὶ ἴσως τὶ 92eλέγεις. ἀλλὰ σὺ δὴ ἐν τῷ μέρει αὐτῷ εἰπὲ παρὰ τίνας ἔλθῃ Ἀθηναίων· εἰπὲ ὄνομα ὅτου βούλει. {ΑΝ.} Τί δὲ ἑνὸς ἀνθρώπου ὄνομα δεῖ ἀκοῦσαι; ὅτῳ γὰρ ἂν ἐντύχῃ Ἀθηναίων τῶν καλῶν κἀγαθῶν, οὐδεὶς ἔστιν ὃς (5)οὐ βελτίω αὐτὸν ποιήσει ἢ οἱ σοφισταί, ἐάνπερ ἐθέλῃ πείθεσθαι. {ΣΩ.} Πότερον δὲ οὗτοι οἱ καλοὶ κἀγαθοὶ ἀπὸ τοῦ αὐτομάτου ἐγένοντο τοιοῦτοι, παρ’ οὐδενὸς μαθόντες ὅμως μέντοι ἄλλους διδάσκειν οἷοί τε ὄντες ταῦτα ἃ αὐτοὶ οὐκ 93aἔμαθον; {ΑΝ.} Καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν, ὄντων καλῶν κἀγαθῶν· ἢ οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες; (5) {ΣΩ.} Ἔμοιγε, ὦ Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον ἢ εἶναι· ἀλλὰ μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς; τοῦτο γάρ ἐστιν περὶ οὗ ὁ λόγος ἡμῖν τυγχάνει ὤν· οὐκ εἰ εἰσὶν ἀγαθοὶ ἢ μὴ ἄνδρες ἐνθάδε, οὐδ’ εἰ γεγόνασιν ἐν τῷ 93bπρόσθεν, ἀλλ’ εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦμεν. τοῦτο δὲ σκοποῦντες τόδε σκοποῦμεν, ἆρα οἱ ἀγαθοὶ ἄνδρες καὶ τῶν νῦν καὶ τῶν προτέρων ταύτην τὴν ἀρετὴν ἣν αὐτοὶ ἀγαθοὶ ἦσαν ἠπίσταντο καὶ ἄλλῳ παραδοῦναι, ἢ οὐ παρα- (5)δοτὸν τοῦτο ἀνθρώπῳ οὐδὲ παραληπτὸν ἄλλῳ παρ’ ἄλλου· τοῦτ’ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶ Μένων. ὧδε οὖν σκόπει ἐκ τοῦ σαυτοῦ λόγου· Θεμιστοκλέα οὐκ ἀγαθὸν ἂν 93cφαίης ἄνδρα γεγονέναι; {ΑΝ.} Ἔγωγε, πάντων γε μάλιστα. {ΣΩ.} Οὐκοῦν καὶ διδάσκαλον ἀγαθόν, εἴπερ τις ἄλλος τῆς αὑτοῦ ἀρετῆς διδάσκαλος ἦν, κἀκεῖνον εἶναι; (5) {ΑΝ.} Οἶμαι ἔγωγε, εἴπερ ἐβούλετό γε. {ΣΩ.} Ἀλλ’, οἴει, οὐκ ἂν ἐβουλήθη ἄλλους τέ τινας καλοὺς κἀγαθοὺς γενέσθαι, μάλιστα δέ που τὸν ὑὸν τὸν αὑτοῦ; ἢ οἴει αὐτὸν φθονεῖν αὐτῷ καὶ ἐξεπίτηδες οὐ παρα- 93dδιδόναι τὴν ἀρετὴν ἣν αὐτὸς ἀγαθὸς ἦν; ἢ οὐκ ἀκήκοας ὅτι Θεμιστοκλῆς Κλεόφαντον τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο ἀγαθόν; ἐπέμενεν γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυ- (5)μαστὰ ἠργάζετο ἃ ἐκεῖνος αὐτὸν ἐπαιδεύσατο καὶ ἐποίησε σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο· ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων; {ΑΝ.} Ἀκήκοα. {ΣΩ.} Οὐκ ἂν ἄρα τήν γε φύσιν τοῦ ὑέος αὐτοῦ ᾐτιάσατ’ (10)ἄν τις εἶναι κακήν. 93e {ΑΝ.} Ἴσως οὐκ ἄν. {ΣΩ.} Τί δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ, ἤδη του ἀκήκοας ἢ νεωτέρου ἢ πρεσβυτέρου; (5) {ΑΝ.} Οὐ δῆτα. {ΣΩ.} Ἆρ’ οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὐδὲν τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἡ ἀρετή; {ΑΝ.} Ἴσως μὰ Δί’ οὔ. (10) {ΣΩ.} Οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι· ἄλλον 94aδὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου· ἢ τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι; {ΑΝ.} Ἔγωγε, πάντως δήπου. {ΣΩ.} Οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, (5)ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι; τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν. εἰ δὲ βούλει, 94bΠερικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθ’ ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον; {ΑΝ.} Ἔγωγε. {ΣΩ.} Τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδί- (5)δαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν. ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο 94cτὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων_τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε (5)κάλλιστα παλαίειν_ἢ οὐ μέμνησαι; {ΑΝ.} Ἔγωγε, ἀκοῇ. {ΣΩ.} Οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει 94dδαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι (5)Ἀθηναίων καὶ τῶν συμμάχων; καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν 94eξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή. {ΑΝ.} Ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀν- θρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις (5)ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ 95aπάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι. {ΣΩ.} Ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλ’ (5)οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ· σὺ δέ μοι εἰπέ, οὐ καὶ παρ’ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες; {ΜΕΝ.} Πάνυ γε. 95b {ΣΩ.} Τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκά- λους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν; {ΜΕΝ.} Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν (5)αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ. {ΣΩ.} Φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται; {ΜΕΝ.} Οὔ μοι δοκεῖ, ὦ Σώκρατες. {ΣΩ.} Τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι (10)ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς; 95c {ΜΕΝ.} Καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουμένων· ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς. (5) {ΣΩ.} Οὐδ’ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι; {ΜΕΝ.} Οὐκ ἔχω λέγειν, ὦ Σώκρατες. καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ. {ΣΩ.} Οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς (10)πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δ’ οὔ, 95dἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθ’ ὅτι ταὐτὰ ταῦτα λέγει; {ΜΕΝ.} Ἐν ποίοις ἔπεσιν; {ΣΩ.} Ἐν τοῖς ἐλεγείοις, οὗ λέγει_ καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν (5) ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις. ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν 95e συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. οἶσθ’ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει; {ΜΕΝ.} Φαίνεταί γε. {ΣΩ.} Ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς, _ (5) εἰ δ’ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα, λέγει πως ὅτι_ πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ_ οὔ ποτ’ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός, 96a πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρ’ ἀγαθόν. ἐννοεῖς ὅτι αὐτὸς αὑτῷ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει; (5) {ΜΕΝ.} Φαίνεται. {ΣΩ.} Ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλ’ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ 96bεἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι; (5) {ΜΕΝ.} Μὰ Δί’ οὐκ ἔγωγε. {ΣΩ.} Οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε; {ΜΕΝ.} Οὔ μοι δοκεῖ. 96c {ΣΩ.} Εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί; {ΜΕΝ.} Δοκεῖ μοι ἔχειν ὡς λέγεις. {ΣΩ.} Ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι; (5) {ΜΕΝ.} Ὡμολογήκαμεν. {ΣΩ.} Οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι; {ΜΕΝ.} Ἔστι ταῦτα. {ΣΩ.} Εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί; {ΜΕΝ.} Φαίνεται οὕτως. (10) {ΣΩ.} Ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν; 96d {ΜΕΝ.} Οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδ’ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνομένων. (5) {ΣΩ.} Κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους 96eποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ (5)τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες. {ΜΕΝ.} Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες; {ΣΩ.} Ὧδε· ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι, 97aὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι· ἦ γάρ; {ΜΕΝ.} Ναί. {ΣΩ.} Καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν; (5) {ΜΕΝ.} Ναί. {ΣΩ.} Ὅτι δ’ οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος ᾖ, τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν. {ΜΕΝ.} Πῶς δὴ [ὀρθῶς] λέγεις; {ΣΩ.} Ἐγὼ ἐρῶ. [εἰ] εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ἢ (10)ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς ἂν καὶ εὖ ἡγοῖτο; {ΜΕΝ.} Πάνυ γε. 97b {ΣΩ.} Τί δ’ εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ἡ ὁδός, ἐληλυθὼς δὲ μὴ μηδ’ ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς ἡγοῖτο; {ΜΕΝ.} Πάνυ γε. (5) {ΣΩ.} Καὶ ἕως γ’ ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος. {ΜΕΝ.} Οὐδὲν γάρ. {ΣΩ.} Δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν (10)χείρων ἡγεμὼν φρονήσεως· καὶ τοῦτό ἐστιν ὃ νυνδὴ παρε- λείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες 97cὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν· τὸ δὲ ἄρα καὶ δόξα ἦν ἀληθής. {ΜΕΝ.} Ἔοικέ γε. {ΣΩ.} Οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπι- (5)στήμης. {ΜΕΝ.} Τοσούτῳ γε, ὦ Σώκρατες, ὅτι ὁ μὲν τὴν ἐπιστήμην ἔχων ἀεὶ ἂν ἐπιτυγχάνοι, ὁ δὲ τὴν ὀρθὴν δόξαν τοτὲ μὲν ἂν τυγχάνοι, τοτὲ δ’ οὔ. {ΣΩ.} Πῶς λέγεις; ὁ ἀεὶ ἔχων ὀρθὴν δόξαν οὐκ ἀεὶ ἂν (10)τυγχάνοι, ἕωσπερ ὀρθὰ δοξάζοι; {ΜΕΝ.} Ἀνάγκη μοι φαίνεται· ὥστε θαυμάζω, ὦ Σώ- 97dκρατες, τούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα ἡ ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ δι’ ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερόν ἐστιν αὐτῶν. {ΣΩ.} Οἶσθα οὖν δι’ ὅτι θαυμάζεις, ἢ ἐγώ σοι εἴπω; (5) {ΜΕΝ.} Πάνυ γ’ εἰπέ. {ΣΩ.} Ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν νοῦν· ἴσως δὲ οὐδ’ ἔστιν παρ’ ὑμῖν. {ΜΕΝ.} Πρὸς τί δὲ δὴ τοῦτο λέγεις; {ΣΩ.} Ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα ᾖ, ἀποδιδράσκει (10)καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει. 97e {ΜΕΝ.} Τί οὖν δή; {ΣΩ.} Τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον _οὐ γὰρ παραμένει_δεδεμένον δὲ πολλοῦ ἄξιον· πάνυ γὰρ (5)καλὰ τὰ ἔργα ἐστίν. πρὸς τί οὖν δὴ λέγω ταῦτα; πρὸς τὰς δόξας τὰς ἀληθεῖς. καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντ’ 98aἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παρα- μένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ. τοῦτο δ’ ἐστίν, ὦ Μένων ἑταῖρε, ἀνάμνησις, ὡς (5)ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται. ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι· καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης. {ΜΕΝ.} Νὴ τὸν Δία, ὦ Σώκρατες, ἔοικεν τοιούτῳ τινί. 98b {ΣΩ.} Καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων· ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ’ εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι_ὀλίγα δ’ ἂν φαίην_ἓν δ’ οὖν καὶ τοῦτο ἐκείνων (5)θείην ἂν ὧν οἶδα. {ΜΕΝ.} Καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις. {ΣΩ.} Τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ ἐπιστήμη; (10) {ΜΕΝ.} Καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν. 98c {ΣΩ.} Οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐδὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ὁ ἔχων ὀρθὴν δόξαν ἢ ὁ ἐπιστήμην. {ΜΕΝ.} Ἔστι ταῦτα. (5) {ΣΩ.} Καὶ μὴν ὅ γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμο- λόγηται εἶναι. {ΜΕΝ.} Ναί. {ΣΩ.} Ἐπειδὴ τοίνυν οὐ μόνον δι’ ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ δι’ (10)ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώ- 98dποις, οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτ’ ἐπίκτητα_ἢ δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι; {ΜΕΝ.} Οὐκ ἔμοιγε. {ΣΩ.} Οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει (5)εἶεν ἄν. {ΜΕΝ.} Οὐ δῆτα. {ΣΩ.} Ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν. {ΜΕΝ.} Ναί. (10) {ΣΩ.} Οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή; {ΜΕΝ.} Ναί. {ΣΩ.} Κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι; {ΜΕΝ.} Πάνυ γε. 98e {ΣΩ.} Καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν; {ΜΕΝ.} Οὕτω. {ΣΩ.} Ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκά- (5)λους; {ΜΕΝ.} Ἔστι ταῦτα. {ΣΩ.} Ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρό- νησιν εἶναι; {ΜΕΝ.} Πάνυ γε. (10) {ΣΩ.} Ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι; {ΜΕΝ.} Ναί. {ΣΩ.} Ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον; {ΜΕΝ.} Πάνυ γε. 99a {ΣΩ.} Ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται_ τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται_ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ (5)ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη. {ΜΕΝ.} Δοκεῖ μοι οὕτω. {ΣΩ.} Οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδ’ ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή; {ΜΕΝ.} Οὐ φαίνεται. 99b {ΣΩ.} Δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει ἐπιστήμη ἡγεμών. {ΜΕΝ.} Οὔ μοι δοκεῖ. (5) {ΣΩ.} Οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν· διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ δι’ ἐπιστήμην ὄντες τοιοῦτοι. (10) {ΜΕΝ.} Ἔοικεν οὕτως ἔχειν, ὦ Σώκρατες, ὡς λέγεις. {ΣΩ.} Οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν 99cγίγνεται· ᾗ οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρ- θοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν ἢ οἱ χρησμῳδοί τε καὶ οἱ θεομάντεις· καὶ γὰρ οὗτοι ἐνθου- σιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν (5)λέγουσιν. {ΜΕΝ.} Κινδυνεύει οὕτως ἔχειν. {ΣΩ.} Οὐκοῦν, ὦ Μένων, ἄξιον τούτους θείους καλεῖν τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι; (10) {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Ὀρθῶς ἄρ’ ἂν καλοῖμεν θείους τε οὓς νυνδὴ ἐλέγομεν 99dχρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας· καὶ τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείους τε εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, (5)μηδὲν εἰδότες ὧν λέγουσιν. {ΜΕΝ.} Πάνυ γε. {ΣΩ.} Καὶ αἵ γε γυναῖκες δήπου, ὦ Μένων, τοὺς ἀγαθοὺς ἄνδρας θείους καλοῦσι· καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιά- ζωσιν ἀγαθὸν ἄνδρα, "Θεῖος ἀνήρ," φασίν, "οὗτος." 99e {ΜΕΝ.} Καὶ φαίνονταί γε, ὦ Σώκρατες, ὀρθῶς λέγειν. καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι. {ΣΩ.} Οὐδὲν μέλει ἔμοιγε. τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις διαλεξόμεθα· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς (5)ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν 100aπαραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν. εἰ δὲ εἴη, σχεδὸν ἄν τι οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι (5)<οἶος πέπνυται> τῶν ἐν Ἅιδου, <τοὶ δὲ σκιαὶ ἀίσσουσι>. ταὐτὸν ἂν καὶ ἐνθάδε ὁ τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν. 100b {ΜΕΝ.} Κάλλιστα δοκεῖς μοι λέγειν, ὦ Σώκρατες. {ΣΩ.} Ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παρα- γίγνηται· τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν (5)ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ’ αὑτὸ ζητεῖν τί ποτ’ ἔστιν ἀρετή. νῦν δ’ ἐμοὶ μὲν ὥρα ποι ἰέναι, σὺ δὲ ταὐτὰ ταῦτα ἅπερ αὐτὸς πέπεισαι πεῖθε καὶ τὸν ξένον τόνδε Ἄνυτον, ἵνα 100cπρᾳότερος ᾖ· ὡς ἐὰν πείσῃς τοῦτον, ἔστιν ὅτι καὶ Ἀθη- ναίους ὀνήσεις. |