Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΝΟΜΟΙ

Α

624a     {ΑΘ.} Θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν

αἰτίαν τῆς τῶν νόμων διαθέσεως;

     {ΚΛ.} Θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν·

παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε

(5)ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. ἦ γάρ;

     {ΜΕ.} Ναί.

     {ΑΘ.} Μῶν οὖν καθ’ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοι-

624bτῶντος πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν δι’ ἐνάτου

ἔτους καὶ κατὰ τὰς παρ’ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν

θέντος τοὺς νόμους;

     {ΚΛ.} Λέγεται γὰρ οὕτω παρ’ ἡμῖν· καὶ δὴ καὶ τὸν ἀδελ-

(5)φόν γε αὐτοῦ Ῥαδάμανθυν_ἀκούετε γὰρ τὸ ὄνομα_δικαιό-

625aτατον γεγονέναι. τοῦτον οὖν φαῖμεν ἂν ἡμεῖς γε οἱ Κρῆτες,

ἐκ τοῦ τότε διανέμειν τὰ περὶ τὰς δίκας, ὀρθῶς τοῦτον τὸν

ἔπαινον αὐτὸν εἰληφέναι.

     {ΑΘ.} Καὶ καλόν γε τὸ κλέος ὑεῖ τε Διὸς μάλα πρέπον.

(5)ἐπειδὴ δὲ ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς σύ τε καὶ

ὅδε, προσδοκῶ οὐκ ἂν ἀηδῶς περί τε πολιτείας τὰ νῦν

καὶ νόμων τὴν διατριβήν, λέγοντάς τε καὶ ἀκούοντας ἅμα κατὰ

625bτὴν πορείαν, ποιήσασθαι. πάντως δ’ ἥ γε ἐκ Κνωσοῦ ὁδὸς

εἰς τὸ τοῦ Διὸς ἄντρον καὶ ἱερόν, ὡς ἀκούομεν, ἱκανή, καὶ

ἀνάπαυλαι κατὰ τὴν ὁδόν, ὡς εἰκός, πνίγους ὄντος τὰ νῦν,

ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι σκιαραί, καὶ ταῖς ἡλικίαις

(5)πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι πυκνὰ ἐν αὐταῖς,

λόγοις τε ἀλλήλους παραμυθουμένους τὴν ὁδὸν ἅπασαν οὕτω

μετὰ ῥᾳστώνης διαπερᾶναι.

     {ΚΛ.} Καὶ μὴν ἔστιν γε, ὦ ξένε, προϊόντι κυπαρίττων τε

625cἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη θαυμάσια, καὶ λειμῶνες ἐν

οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν ἄν.

     {ΑΘ.} Ὀρθῶς λέγεις.

     {ΚΛ.} Πάνυ μὲν οὖν· ἰδόντες δὲ μᾶλλον φήσομεν. ἀλλ’

(5)ἴωμεν ἀγαθῇ τύχῃ.

     {ΑΘ.} Ταῦτ’ εἴη. καί μοι λέγε· κατὰ τί τὰ συσσίτιά

τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν

ὅπλων ἕξιν;

     {ΚΛ.} Οἶμαι μέν, ὦ ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι

(10)τά γε ἡμέτερα. τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν

625dὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ ἡ τῶν Θετταλῶν, πεδιάς, διὸ

δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν

δὲ ἡμεῖς· ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ

δρόμων ἄσκησιν μᾶλλον σύμμετρος. ἐλαφρὰ δὴ τὰ ὅπλα

(5)ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα

θεῖν· τῶν δὴ τόξων καὶ τοξευμάτων ἡ κουφότης ἁρμόττειν

δοκεῖ. ταῦτ’ οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται,

625eκαὶ πάνθ’ ὁ νομοθέτης, ὥς γ’ ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέ-

πων συνετάττετο· ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγα-

γεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθ’ ὑπ’ αὐτοῦ

τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσι-

(5)τεῖν τοῦτον τὸν χρόνον. ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν

πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου

συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις· εἰ δὴ πολέμου γε

ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ

626aἀρχομένους διακεκοσμημένους εἶναι φύλακας αὐτῶν, τοῦτο

καὶ ἐν εἰρήνῃ δραστέον. ἣν γὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν

ἀνθρώπων εἰρήνην, τοῦτ’ εἶναι μόνον ὄνομα, τῷ δ’ ἔργῳ

πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ

(5)φύσιν εἶναι. καὶ σχεδὸν ἀνευρήσεις, οὕτω σκοπῶν, τὸν

Κρητῶν νομοθέτην ὡς εἰς τὸν πόλεμον ἅπαντα δημοσίᾳ καὶ

ἰδίᾳ τὰ νόμιμα ἡμῖν ἀποβλέπων συνετάξατο, καὶ κατὰ ταῦτα

626bοὕτω φυλάττειν παρέδωκε τοὺς νόμους, ὡς τῶν ἄλλων οὐδενὸς

οὐδὲν ὄφελος ὂν οὔτε κτημάτων οὔτ’ ἐπιτηδευμάτων, ἂν

μὴ τῷ πολέμῳ ἄρα κρατῇ τις, πάντα δὲ τὰ τῶν νικωμένων

ἀγαθὰ τῶν νικώντων γίγνεσθαι.

(5)     {ΑΘ.} Καλῶς γε, ὦ ξένε, φαίνῃ μοι γεγυμνάσθαι πρὸς τὸ

διειδέναι τὰ Κρητῶν νόμιμα. τόδε δέ μοι φράζε ἔτι σαφέ-

στερον· ὃν γὰρ ὅρον ἔθου τῆς εὖ πολιτευομένης πόλεως,

626cδοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε

πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις. ἦ γάρ;

     {ΚΛ.} Πάνυ μὲν οὖν· οἶμαι δὲ καὶ τῷδε οὕτω συνδοκεῖν.

     {ΜΕ.} Πῶς γὰρ ἂν ἄλλως ἀποκρίναιτο, ὦ θεῖε, Λακεδαι-

(5)μονίων γε ὁστισοῦν;

     {ΑΘ.} Πότερ’ οὖν δὴ πόλεσι μὲν πρὸς πόλεις ὀρθὸν τοῦτ’

ἐστί, κώμῃ δὲ πρὸς κώμην ἕτερον;

     {ΚΛ.} Οὐδαμῶς.

     {ΑΘ.} Ἀλλὰ ταὐτόν;

(10)     {ΚΛ.} Ναί.

     {ΑΘ.} Τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς

ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι;

     {ΚΛ.} Ταὐτόν.

626d     {ΑΘ.} Αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς

πολέμιον διανοητέον; ἢ πῶς ἔτι λέγομεν;

     {ΚΛ.} Ὦ ξένε Ἀθηναῖε_οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ’ ἂν

προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος

(5)εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπ’ ἀρχὴν

ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρή-

σεις ὅτι νυνδὴ ὑφ’ ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι

πάντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν

αὐτοῖς.

626e     {ΑΘ.} Πῶς εἴρηκας, ὦ θαυμάσιε;

     {ΚΛ.} Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν

νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ

πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέ-

(5)μου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.

     {ΑΘ.} Πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ

γὰρ εἷς ἕκαστος ἡμῶν ὁ μὲν κρείττων αὑτοῦ, ὁ δὲ ἥττων

627aἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν

ταὐτὸν τοῦτο ἐν αὑταῖς ἢ μὴ φῶμεν;

     {ΚΛ.} Τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δ’ ἥττω;

     {ΑΘ.} Ναί.

(5)     {ΚΛ.} Καὶ τοῦτο ὀρθῶς ἤρου· πάνυ γὰρ ἔστι καὶ σφόδρα

τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μὲν

γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς

ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθ’ ἡ πόλις, ἐπαινοῖτό

τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου

(10)τἀναντία.

627b     {ΑΘ.} Τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον

τοῦ ἀμείνονος ἐάσωμεν_μακροτέρου γὰρ λόγου_τὸ δὲ ὑπὸ

σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ

τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες,

(5)δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν

μὲν κρατήσωσιν, ἥττων ἡ πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτ’

ἂν ἅμα καὶ κακή, ὅπου δ’ ἂν ἡττῶνται, κρείττων τε καὶ

ἀγαθή.

627c     {ΚΛ.} Καὶ μάλα ἄτοπον, ὦ ξένε, τὸ νῦν λεγόμενον· ὅμως

δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.

     {ΑΘ.} Ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ

ἀδελφοί που γένοιντ’ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ

(5)δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν

γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.

     {ΚΛ.} Οὐ γὰρ οὖν.

     {ΑΘ.} Καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο

θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν ἥ τε οἰκία καὶ ἡ

(10)συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτ’ ἄν, κρείττων δὲ

627dἡττωμένων· οὐ γὰρ εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης

ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν

λόγον, ἀλλ’ ὀρθότητός τε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις

ποτ’ ἐστὶν φύσει.

(5)     {ΚΛ.} Ἀληθέστατα, ὦ ξένε, λέγεις.

     {ΜΕ.} Καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦ-

τον, τὰ νῦν.

     {ΑΘ.} Ἴδωμεν δὴ καὶ τόδε· τούτοις τοῖς ἄρτι λεγομένοις

ἀδελφοῖς γένοιτ’ ἄν πού τις δικαστής;

(10)     {ΚΛ.} Πάνυ γε.

     {ΑΘ.} Πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν

627eαὐτῶν ὅσοι κακοί, τοὺς δὲ βελτίους ἄρχειν αὐτοὺς αὑτῶν

προστάξειεν, ἢ ὅδε ὃς ἂν τοὺς μὲν χρηστοὺς ἄρχειν, τοὺς

χείρους δ’ ἐάσας ζῆν ἄρχεσθαι ἑκόντας ποιήσειεν; τρίτον

δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος

(5)ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτε ἀπο-

628aλέσειεν μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον,

νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο

ὥστε εἶναι φίλους.

     {ΚΛ.} Μακρῷ ἀμείνων γίγνοιτ’ ἂν ὁ τοιοῦτος δικαστής τε

(5)καὶ νομοθέτης.

     {ΑΘ.} Καὶ μὴν τοὐναντίον γε ἢ πρὸς πόλεμον ἂν βλέπων

αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.

     {ΚΛ.} Τοῦτο μὲν ἀληθές.

     {ΑΘ.} Τί δ’ ὁ τὴν πόλιν συναρμόττων; πρὸς πόλεμον

(10)αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον,

628bἢ πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, ἣ δὴ

καλεῖται στάσις; ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε

γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα

ἀπαλλάττεσθαι.

(5)     {ΚΛ.} Δῆλον ὅτι πρὸς τοῦτον.

     {ΑΘ.} Πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς

στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτ’ ἄν τις,

μᾶλλον ἢ φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης,

οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν

628cνοῦν;

     {ΚΛ.} Οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ἢ ’κείνως περὶ τὴν

αὑτοῦ γίγνεσθαι πόλιν.

     {ΑΘ.} Οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;

(5)     {ΚΛ.} Τί μήν;

     {ΑΘ.} Ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα

τιθείη πᾶς;

     {ΚΛ.} Πῶς δ’ οὔ;

     {ΑΘ.} Τό γε μὴν ἄριστον οὔτε ὁ πόλεμος οὔτε ἡ στάσις,

(10)ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους

ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν

628dαὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων·

ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό

τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι

σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς

(5)πόλεως εὐδαιμονίαν ἢ καὶ ἰδιώτου διανοούμενος οὕτω τις

οὔτ’ ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολε-

μικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτ’ ἂν νομοθέτης

ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον

628eἢ τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.

     {ΚΛ.} Φαίνεται μέν πως ὁ λόγος οὗτος, ὦ ξένε, ὀρθῶς

εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τά τε παρ’ ἡμῖν νόμιμα καὶ

ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων

(5)ἕνεκα πεποίηται.

629a     {ΑΘ.} Τάχ’ ἂν ἴσως· δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς

διαμάχεσθαι τὰ νῦν ἀλλ’ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα

περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων. καί μοι

τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον,

(5)τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς

δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι_

          οὔτ’ ἂν μνησαίμην οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείμην

629bοὔτ’ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτ’ εἰ

πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ

τὸν πόλεμον ἄριστος γίγνοιτ’ ἀεί. ταῦτα γὰρ ἀκήκοάς που

καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.

(5)     {ΜΕ.} Πάνυ μὲν οὖν.

     {ΚΛ.} Καὶ μὴν καὶ παρ’ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ

Λακεδαίμονος.

     {ΑΘ.} Ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑ-

τωσί πως· "Ὦ Τύρταιε, ποιητὰ θειότατε_δοκεῖς γὰρ δὴ

629cσοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ

διαφέροντας διαφερόντως ἐγκεκωμίακας_ἤδη οὖν τυγχά-

νομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμ-

φερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ

(5)τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι.

λέγε οὖν ἡμῖν· ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ

καὶ σὺ σαφῶς; ἢ πῶς;" πρὸς ταῦτ’ οἶμαι κἂν πολὺ φαυλό-

629dτερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦ-

μεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος,

ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι

γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώ-

(5)μεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.

     {ΚΛ.} Πῶς γὰρ οὔ;

     {ΑΘ.} Φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν

πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν;

ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐν τοῖς

629eποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ

τολμήσωσιν μὲν <ὁρᾶν φόνον αἱματόεντα>,

                    καὶ δηίων ὀρέγοιντ’ ἐγγύθεν ἱστάμενοι.

οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι "Σὺ μὲν ἐπαι-

(5)νεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν

τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς." φαίη ταῦτ’

ἄν που καὶ ὁμολογοῖ;

     {ΚΛ.} Τί μήν;

630a     {ΑΘ.} Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμεί-

νους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους

ἀρίστους διαφανῶς· ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρ’ ἔχομεν,

Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν_

(5)          πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι

               ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.

τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου

πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ

630bσωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετ’ ἀνδρείας,

αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στά-

σεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς· διαβάντες

δ’ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ

(5)φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν

οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ

ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα

ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί

630cφανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι

τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης,

πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγί-

στην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι

(5)δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν

τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δ’ αὖ Τύρταιος

ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη

τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ

630dτιμία εἶναι λέγοιτ’ ἂν ὀρθότατα.

     {ΚΛ.} Ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς

τοὺς πόρρω νομοθέτας.

     {ΑΘ.} Οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλ’ ἡμᾶς αὐτούς, ὅταν

(5)οἰώμεθα πάντα τά τ’ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς

τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω

τίθεσθαι τὰ νόμιμα.

     {ΚΛ.} Τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;

     {ΑΘ.} Ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε

630eθείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον,

καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν

ἀρετήν, καὶ κατ’ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδ’ ἅπερ

οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν. οὗ γὰρ ἂν ἕκαστος

(5)ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ

περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι

δὲ ἄλλ’ ἄττα μυρία τοιαῦτα· ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ

631aνόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξά-

μεθα. καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ

τοὺς νόμους παντάπασιν ἄγαμαι· τὸ γὰρ ἀπ’ ἀρετῆς ἄρ-

χεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν·

(5)ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον,

ἐπαναφέροντα ἔφησθ’ αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι

κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα

εἴρηκα διὰ ταῦτα. πῇ δὴ οὖν σε ἔτ’ ἂν ἐβουλόμην διελό-

631bμενον λέγειν αὐτός τε ἀκούειν; βούλει σοι φράζω;

     {ΚΛ.} Πάνυ μὲν οὖν.

     {ΑΘ.} "Ὦ ξένε," ἐχρῆν εἰπεῖν, "οἱ Κρητῶν νόμοι οὐκ

εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν·

(5)ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀπο-

τελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά

ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δ’ ἐκ τῶν

θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις,

631cκτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι

δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύ-

τερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας

πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς

(5)ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει· ὃ δὴ πρῶτον

αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύ-

τερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετ’

ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ

631dἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύ-

σει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα

τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας

αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα

(5)εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα

βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε

ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι

631eτε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρε-

σβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι

δεῖ καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε

λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων

632aτε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα,

ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι’ αὐτῶν τῶν νόμων· ἐν ὀργαῖς

τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς

ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀπο-

(5)φυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ

τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθή-

ματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως δι-

632bδακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα

ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ

ἀναλώματα φυλάττειν ὅντιν’ ἂν γίγνηται τρόπον, καὶ τὰς

πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν

(5)τε καὶ ἄκουσιν καθ’ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν

τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ

ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν

τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς

632cἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπ-

εξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις

γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν

δεῖ· κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας

(5)ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς

δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα

σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ

632dφιλοτιμίᾳ." οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι

νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις

νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ

Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν

(5)τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ

εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι

καταφανῆ.

     {ΚΛ.} Πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;

     {ΑΘ.} Ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν,

632eκαθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα,

ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν,

ἐὰν βούλησθε· ὅπως δ’ ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώ-

μεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλ’ οὕτω διαμυθολο-

(5)γοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς

πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν,

ἂν θεὸς ἐθέλῃ.

633a     {ΜΕ.} Καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ

Διὸς ἐπαινέτην τόνδε ἡμῖν.

     {ΑΘ.} Πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ ὁ

λόγος. λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια

(5)πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;

     {ΜΕ.} Ναί.

     {ΑΘ.} Καὶ τρίτον ἢ τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη

διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν

εἴτε ἅττ’ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον ἃ λέγει.

633b     {ΜΕ.} Τρίτον τοίνυν, ἔγωγ’ εἴποιμ’ ἂν καὶ Λακεδαιμονίων

ὁστισοῦν, τὴν θήραν ηὗρε.

     {ΑΘ.} Τέταρτον δέ, ἢ πέμπτον εἰ δυναίμεθα, λέγειν

πειρώμεθα.

(5)     {ΜΕ.} Ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν

λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρ’

ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις

καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνο-

μένων· ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύ-

633cπονος πρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι καὶ

ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις

νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθ’

ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις

(5)παρ’ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ

πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε

διεξιών.

     {ΑΘ.} Εὖ γε, ὦ Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν

δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους

633dκαὶ λύπας διαμάχην μόνον, ἢ καὶ πρὸς πόθους τε καὶ ἡδονὰς

καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν

οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους.

     {ΜΕ.} Οἶμαι μὲν οὕτω· πρὸς ταῦτα σύμπαντα.

(5)     {ΑΘ.} Εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω

τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα. ἦ γάρ, ὦ

ξένε Κνώσιε;

     {ΚΛ.} Καὶ πάνυ γε.

633e     {ΑΘ.} Νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν

ἢ καὶ τὸν τῶν ἡδονῶν;

     {ΚΛ.} Μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν· καὶ πάντες

που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον

(5)τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον ἢ τὸν ὑπὸ τῶν

λυπῶν.

634a     {ΑΘ.} Ὁ Διὸς οὖν δὴ καὶ ὁ Πυθικὸς νομοθέτης οὐ δήπου

χωλὴν τὴν ἀνδρείαν νενομοθετήκατον, πρὸς τἀριστερὰ μόνον

δυναμένην ἀντιβαίνειν, πρὸς τὰ δεξιὰ καὶ κομψὰ καὶ θωπευ-

τικὰ ἀδυνατοῦσαν; ἢ πρὸς ἀμφότερα;

(5)     {ΚΛ.} Πρὸς ἀμφότερα ἔγωγε ἀξιῶ.

     {ΑΘ.} Λέγωμεν τοίνυν πάλιν ἐπιτηδεύματα ποῖα ἔσθ’ ὑμῖν

ἀμφοτέραις ταῖς πόλεσιν, ἃ γεύοντα τῶν ἡδονῶν καὶ οὐ

φεύγοντα αὐτάς, καθάπερ τὰς λύπας οὐκ ἔφευγεν, ἀλλ’

ἄγοντα εἰς μέσας, ἠνάγκαζε καὶ ἔπειθεν τιμαῖς ὥστε κρατεῖν

634bαὐτῶν; ποῦ δὴ τοῦτ’ ἔστιν ταὐτὸν περὶ τὰς ἡδονὰς συν-

τεταγμένον ἐν τοῖς νόμοις; λεγέσθω τί τοῦτ’ ἐστὶν ὃ καὶ

ἀπεργάζεται ὑμῖν ὁμοίως πρός τε ἀλγηδόνας καὶ πρὸς

ἡδονὰς τοὺς αὐτοὺς ἀνδρείους, νικῶντάς τε ἃ δεῖ νικᾶν

(5)καὶ οὐδαμῶς ἥττους πολεμίων τῶν ἐγγύτατα ἑαυτῶν καὶ

χαλεπωτάτων.

     {ΜΕ.} Οὕτω μὲν τοίνυν, ὦ ξένε, καθάπερ πρὸς τὰς ἀλγη-

δόνας εἶχον νόμους ἀντιτεταγμένους πολλοὺς εἰπεῖν, οὐκ ἂν

634cἴσως εὐποροίην κατὰ μεγάλα μέρη καὶ διαφανῆ λέγων περὶ

τῶν ἡδονῶν· κατὰ δὲ σμικρὰ ἴσως εὐποροίην ἄν.

     {ΚΛ.} Οὐ μὴν οὐδ’ ἂν αὐτὸς ἔγωγε ἐν τοῖς κατὰ Κρήτην

νόμοις ἔχοιμι ἐμφανὲς ὁμοίως ποιεῖν τὸ τοιοῦτον.

(5)     {ΑΘ.} Ὦ ἄριστοι ξένων, καὶ οὐδέν γε θαυμαστόν. ἀλλ’

ἂν ἄρα τις ἡμῶν περὶ τοὺς ἑκάστων οἴκοι νόμους ψέξῃ τι,

βουλόμενος ἰδεῖν τό τε ἀληθὲς ἅμα καὶ τὸ βέλτιστον, μὴ

χαλεπῶς ἀλλὰ πρᾴως ἀποδεχώμεθα ἀλλήλων.

     {ΚΛ.} Ὀρθῶς, ὦ ξένε Ἀθηναῖε, εἴρηκας, καὶ πειστέον.

634d     {ΑΘ.} Οὐ γὰρ ἄν, ὦ Κλεινία, τηλικοῖσδε ἀνδράσιν πρέποι

τὸ τοιοῦτον.

     {ΚΛ.} Οὐ γὰρ οὖν.

     {ΑΘ.} Εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακω-

(5)νικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ δ’

οὖν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ’

ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν μὲν γάρ, εἴπερ καὶ με-

τρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν

εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς

634eαὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος

πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν,

καὶ ἐάν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκού-

οντας· γέρων δὲ εἴ τίς τι συννοεῖ τῶν παρ’ ὑμῖν, πρὸς

(5)ἄρχοντά τε καὶ πρὸς ἡλικιώτην μηδενὸς ἐναντίον νέου

ποιεῖσθαι τοὺς τοιούτους λόγους.

     {ΚΛ.} Ὀρθότατά γε, ὦ ξένε, λέγεις, καὶ καθάπερ μάντις,

635aἀπὼν τῆς τότε διανοίας τοῦ τιθέντος αὐτά, νῦν ἐπιεικῶς μοι

δοκεῖς ἐστοχάσθαι καὶ σφόδρα ἀληθῆ λέγειν.

     {ΑΘ.} Οὐκοῦν ἡμῖν τὰ νῦν ἐρημία μὲν νέων, αὐτοὶ δ’

ἕνεκα γήρως ἀφείμεθ’ ὑπὸ τοῦ νομοθέτου διαλεγόμενοι περὶ

(5)αὐτῶν τούτων μόνοι πρὸς μόνους μηδὲν ἂν πλημμελεῖν;

     {ΚΛ.} Ἔστι ταῦτα οὕτως, εἰς ἃ καὶ μηδέν γε ἀνῇς ἐπι-

τιμῶν τοῖς νόμοις ἡμῶν· οὐ γὰρ τό γε γνῶναί τι τῶν μὴ

καλῶν ἄτιμον, ἀλλὰ ἴασιν ἐξ αὐτοῦ συμβαίνει γίγνεσθαι

635bτῷ μὴ φθόνῳ τὰ λεγόμενα ἀλλ’ εὐνοίᾳ δεχομένῳ.

     {ΑΘ.} Καλῶς· οὐ μὴν ἐπιτιμῶν γε ἐρῶ τοῖς νόμοις πω,

πρὶν βεβαίως εἰς δύναμιν διασκέψασθαι, μᾶλλον δὲ ἀπορῶν.

ὑμῖν γὰρ ὁ νομοθέτης μόνοις Ἑλλήνων καὶ βαρβάρων, ὧν

(5)ἡμεῖς πυνθανόμεθα, τῶν μεγίστων ἡδονῶν καὶ παιδιῶν ἐπέ-

ταξεν ἀπέχεσθαι καὶ μὴ γεύεσθαι, τὸ δὲ τῶν λυπῶν καὶ

φόβων, ὅπερ ἄρτι διεληλύθαμεν, ἡγήσατο εἴ τις ἐκ παίδων

635cφευξεῖται διὰ τέλους, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους

καὶ φόβους καὶ λύπας, φευξεῖσθαι τοὺς ἐν ἐκείνοις γεγυ-

μνασμένους καὶ δουλεύσειν αὐτοῖς. ταὐτὸν δὴ τοῦτ’, οἶμαι,

καὶ πρὸς τὰς ἡδονὰς ἔδει διανοεῖσθαι τὸν αὐτὸν νομοθέτην,

(5)λέγοντα αὐτὸν πρὸς ἑαυτὸν ὡς ἡμῖν ἐκ νέων εἰ ἄπειροι τῶν

μεγίστων ἡδονῶν οἱ πολῖται γενήσονται, καὶ ἀμελέτητοι

γιγνόμενοι ἐν ταῖς ἡδοναῖς καρτερεῖν καὶ μηδὲν τῶν αἰσχρῶν

ἀναγκάζεσθαι ποιεῖν, ἕνεκα τῆς γλυκυθυμίας τῆς πρὸς τὰς

635dἡδονὰς ταὐτὸν πείσονται τοῖς ἡττωμένοις τῶν φόβων· δου-

λεύσουσι τρόπον ἕτερον καὶ ἔτ’ αἰσχίω τοῖς γε δυναμένοις

καρτερεῖν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς κεκτημένοις τὰ περὶ τὰς

ἡδονάς, ἀνθρώποις ἐνίοτε παντάπασι κακοῖς, καὶ τὴν ψυχὴν

(5)τῇ μὲν δούλην τῇ δὲ ἐλευθέραν ἕξουσιν, καὶ οὐκ ἄξιοι ἁπλῶς

ἀνδρεῖοι καὶ ἐλευθέριοι ἔσονται προσαγορεύεσθαι. σκο-

πεῖτε οὖν εἴ τι τῶν νῦν λεγομένων ὑμῖν κατὰ τρόπον δοκεῖ

λέγεσθαι.

635e     {ΚΛ.} Δοκεῖ μὲν ἡμῖν γέ πως λεγομένου τοῦ λόγου· περὶ

δὲ τηλικούτων εὐθὺς πεπιστευκέναι ῥᾳδίως μὴ νέων τε ᾖ

μᾶλλον καὶ ἀνοήτων.

     {ΑΘ.} Ἀλλ’ εἰ τὸ μετὰ ταῦτα διεξίοιμεν ὧν προυθέμεθα,

(5)ὦ Κλεινία τε καὶ Λακεδαιμόνιε ξένε_μετ’ ἀνδρείαν γὰρ δὴ

σωφροσύνης πέρι λέγωμεν_τὶ διαφέρον ἐν ταύταις ταῖς

πολιτείαις ἢ ταῖς τῶν εἰκῇ πολιτευομένων ἀνευρήσομεν,

636aὥσπερ τὰ περὶ τὸν πόλεμον νυνδή;

     {ΜΕ.} Σχεδὸν οὐ ῥᾴδιον· ἀλλ’ ἔοικεν γὰρ τά τε συσσίτια

καὶ τὰ γυμνάσια καλῶς ηὑρῆσθαι πρὸς ἀμφοτέρας.

     {ΑΘ.} Ἔοικεν δῆτα, ὦ ξένοι, χαλεπὸν εἶναι τὸ περὶ τὰς

(5)πολιτείας ἀναμφισβητήτως ὁμοίως ἔργῳ καὶ λόγῳ γίγνεσθαι·

κινδυνεύει γάρ, καθάπερ ἐν τοῖς σώμασιν, οὐ δυνατὸν εἶναι

προστάξαι τι πρὸς ἓν σῶμα ἓν ἐπιτήδευμα, ἐν ᾧ οὐκ ἂν

φανείη ταὐτὸν τοῦτο τὰ μὲν βλάπτον τὰ ἡμῶν σώματα,

636bτὰ δὲ καὶ ὠφελοῦν. ἐπεὶ καὶ τὰ γυμνάσια ταῦτα καὶ τὰ

συσσίτια πολλὰ μὲν ἄλλα νῦν ὠφελεῖ τὰς πόλεις, πρὸς δὲ

τὰς στάσεις χαλεπά_δηλοῦσιν δὲ Μιλησίων καὶ Βοιωτῶν

καὶ Θουρίων παῖδες_καὶ δὴ καὶ παλαιὸν νόμον δοκεῖ τοῦτο

(5)τὸ ἐπιτήδευμα καὶ κατὰ φύσιν, τὰς περὶ τὰ ἀφροδίσια

ἡδονὰς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θηρίων, διεφθαρκέναι.

καὶ τούτων τὰς ὑμετέρας πόλεις πρώτας ἄν τις αἰτιῷτο καὶ

636cὅσαι τῶν ἄλλων μάλιστα ἅπτονται τῶν γυμνασίων· καὶ εἴτε

παίζοντα εἴτε σπουδάζοντα ἐννοεῖν δεῖ τὰ τοιαῦτα, ἐννοητέον

ὅτι τῇ θηλείᾳ καὶ τῇ τῶν ἀρρένων φύσει εἰς κοινωνίαν ἰούσῃ

τῆς γεννήσεως ἡ περὶ ταῦτα ἡδονὴ κατὰ φύσιν ἀποδεδόσθαι

(5)δοκεῖ, ἀρρένων δὲ πρὸς ἄρρενας ἢ θηλειῶν πρὸς θηλείας

παρὰ φύσιν καὶ τῶν πρώτων τὸ τόλμημ’ εἶναι δι’ ἀκράτειαν

ἡδονῆς. πάντες δὲ δὴ Κρητῶν τὸν περὶ Γανυμήδη μῦθον

636dκατηγοροῦμεν ὡς λογοποιησάντων τούτων· ἐπειδὴ παρὰ Διὸς

αὐτοῖς οἱ νόμοι πεπιστευμένοι ἦσαν γεγονέναι, τοῦτον τὸν

μῦθον προστεθηκέναι κατὰ τοῦ Διός, ἵνα ἑπόμενοι δὴ τῷ

θεῷ καρπῶνται καὶ ταύτην τὴν ἡδονήν. τὸ μὲν οὖν τοῦ

(5)μύθου χαιρέτω, νόμων δὲ πέρι διασκοπουμένων ἀνθρώπων

ὀλίγου πᾶσά ἐστιν ἡ σκέψις περί τε τὰς ἡδονὰς καὶ τὰς

λύπας ἔν τε πόλεσιν καὶ ἐν ἰδίοις ἤθεσιν· δύο γὰρ αὗται

πηγαὶ μεθεῖνται φύσει ῥεῖν, ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε

636eδεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ, καὶ πόλις ὁμοίως καὶ

ἰδιώτης καὶ ζῷον ἅπαν, ὁ δ’ ἀνεπιστημόνως ἅμα καὶ ἐκτὸς

τῶν καιρῶν τἀναντία ἂν ἐκείνῳ ζῴη.

     {ΜΕ.} Λέγεται μὲν ταῦτα, ὦ ξένε, καλῶς πως· οὐ μὴν

(5)ἀλλ’ ἀφασία γ’ ἡμᾶς λαμβάνει τί ποτε χρὴ λέγειν πρὸς

ταῦτα, ὅμως δ’ ἔμοιγε ὀρθῶς δοκεῖ τὸ τὰς ἡδονὰς φεύγειν

διακελεύεσθαι τόν γε ἐν Λακεδαίμονι νομοθέτην, περὶ δὲ

τῶν ἐν Κνωσῷ νόμων ὅδε, ἂν ἐθέλῃ, βοηθήσει. τὰ δ’ ἐν

637aΣπάρτῃ κάλλιστ’ ἀνθρώπων δοκεῖ μοι κεῖσθαι τὰ περὶ τὰς

ἡδονάς· οὗ γὰρ μάλιστ’ ἄνθρωποι καὶ μεγίσταις προσπί-

πτουσιν ἡδοναῖς καὶ ὕβρεσι καὶ ἀνοίᾳ πάσῃ, τοῦτ’ ἐξέβαλεν

ὁ νόμος ἡμῶν ἐκ τῆς χώρας συμπάσης, καὶ οὔτ’ ἂν ἐπ’

(5)ἀγρῶν ἴδοις, οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει, συμ-

πόσια οὐδ’ ὁπόσα τούτοις συνεπόμενα πάσας ἡδονὰς κινεῖ

κατὰ δύναμιν, οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι

637bμετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη, καὶ οὐδ’

ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν λύσαιτο, ὥσπερ ἐν

ἁμάξαις εἶδόν ποτε παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ

παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν ἐθεασάμην τὴν πόλιν

(5)περὶ τὰ Διονύσια μεθύουσαν· παρ’ ἡμῖν δ’ οὐκ ἔστ’ οὐδὲν

τοιοῦτον.

     {ΑΘ.} Ὦ Λακεδαιμόνιε ξένε, ἐπαινετὰ μὲν πάντ’ ἐστὶν τὰ

τοιαῦτα, ὅπου τινὲς ἔνεισιν καρτερήσεις, ὅπου δὲ ἀνεῖνται,

637cβλακικώτερα· ταχὺ γάρ σου λάβοιτ’ ἄν τις τῶν παρ’ ἡμῶν

ἀμυνόμενος, δεικνὺς τὴν τῶν γυναικῶν παρ’ ὑμῖν ἄνεσιν.

ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρ’ ἡμῖν καὶ

παρ’ ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς

(5)ἔχειν ἀλλ’ ὀρθῶς· πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι

ξένῳ, τὴν παρ’ αὐτοῖς ἀήθειαν ὁρῶντι, "Μὴ θαύμαζε, ὦ ξένε·

νόμος ἔσθ’ ἡμῖν οὗτος, ἴσως δ’ ὑμῖν περὶ αὐτῶν τούτων

637dἕτερος." ἡμῖν δ’ ἐστὶ νῦν, ὦ φίλοι ἄνδρες, οὐ περὶ τῶν

ἀνθρώπων τῶν ἄλλων ὁ λόγος, ἀλλὰ περὶ τῶν νομοθετῶν

αὐτῶν κακίας τε καὶ ἀρετῆς. ἔτι γὰρ οὖν εἴπωμεν πλείω

περὶ ἁπάσης μέθης· οὐ γὰρ σμικρόν ἐστιν τὸ ἐπιτήδευμα

(5)οὐδὲ φαύλου διαγνῶναι νομοθέτου. λέγω δ’ οὐκ οἴνου περὶ

πόσεως τὸ παράπαν ἢ μή, μέθης δὲ αὐτῆς πέρι, πότερον

ὥσπερ Σκύθαι χρῶνται καὶ Πέρσαι χρηστέον, καὶ ἔτι

Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ

637eσύμπαντα ὄντα ταῦτα γένη, ἢ καθάπερ ὑμεῖς· ὑμεῖς μὲν γάρ,

ὅπερ λέγεις, τὸ παράπαν ἀπέχεσθε, Σκύθαι δὲ καὶ Θρᾷκες

ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ αὐτοί, καὶ κατὰ

τῶν ἱματίων καταχεόμενοι, καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα

(5)ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ σφόδρα μὲν χρῶνται

καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ

μᾶλλον τούτων.

638a     {ΜΕ.} Ὦ λῷστε, διώκομεν δέ γε ἡμεῖς πάντας τούτους,

ὅταν ὅπλα εἰς τὰς χεῖρας λάβωμεν.

     {ΑΘ.} Ὦ ἄριστε, μὴ λέγε ταῦτα· πολλαὶ γὰρ δὴ φυγαὶ

καὶ διώξεις ἀτέκμαρτοι γεγόνασίν τε καὶ ἔσονται, διὸ φα-

(5)νερὸν ὅρον τοῦτον οὐκ ἄν ποτε λέγοιμεν, ἀλλὰ ἀμφισβητή-

σιμον, περὶ καλῶν ἐπιτηδευμάτων καὶ μή, νίκην τε καὶ ἧτταν

λέγοντες μάχης. ἐπειδὴ γὰρ αἱ μείζους τὰς ἐλάττους πόλεις

638bνικῶσιν μαχόμεναι καὶ καταδουλοῦνται, Συρακόσιοι μὲν

Λοκρούς, οἳ δὴ δοκοῦσιν εὐνομώτατοι τῶν περὶ ἐκεῖνον τὸν

τόπον γεγονέναι, Κείους δὲ Ἀθηναῖοι· μυρία δὲ ἄλλα τοιαῦτ’

ἂν εὕροιμεν. ἀλλὰ περὶ αὐτοῦ ἑκάστου ἐπιτηδεύματος πειρώ-

(5)μεθα λέγοντες πείθειν ἡμᾶς αὐτούς, νίκας δὲ καὶ ἥττας

ἐκτὸς λόγου τὰ νῦν θῶμεν, λέγωμεν δ’ ὡς τὸ μὲν τοιόνδ’

ἐστὶν καλόν, τὸ δὲ τοιόνδε οὐ καλόν. πρῶτον δ’ ἀκούσατέ

τί μου, περὶ αὐτῶν τούτων ὡς δεῖ τό τε χρηστὸν καὶ τὸ μὴ

σκοπεῖν.

638c     {ΜΕ.} Πῶς οὖν δὴ λέγεις;

     {ΑΘ.} Δοκοῦσί μοι πάντες οἱ λόγῳ τι λαβόντες ἐπιτή-

δευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἢ ἐπαινεῖν εὐθὺς ῥηθέν,

οὐδαμῶς δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἷον εἰ δή

(5)τις, ἐπαινέσαντός τινος πυροὺς βρῶμα ὡς ἀγαθόν, εὐθὺς

ψέγοι, μὴ διαπυθόμενος αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν

προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθ’ ὧν καὶ ὅπως

ἔχοντα καὶ ὅπως προσφέρειν ἔχουσιν. νῦν δὴ ταὐτόν μοι

638dδοκοῦμεν ἡμεῖς ἐν τοῖς λόγοις ποιεῖν· περὶ μέθης γὰρ ἀκού-

σαντες τοσοῦτον μόνον, εὐθὺς οἱ μὲν ψέγειν αὐτό, οἱ δ’

ἐπαινεῖν, καὶ μάλα ἀτόπως. μάρτυσιν γὰρ καὶ ἐπαινέταις

χρώμενοι ἐπαινοῦμεν ἑκάτεροι, καὶ οἱ μέν, ὅτι πολλοὺς

(5)παρεχόμεθα, ἀξιοῦμέν τι λέγειν κύριον, οἱ δέ, ὅτι τοὺς μὴ

χρωμένους αὐτῷ ὁρῶμεν νικῶντας μαχομένους· ἀμφισβη-

τεῖται δ’ αὖ καὶ τοῦτο ἡμῖν. εἰ μὲν δὴ καὶ περὶ ἑκάστων

638eοὕτω καὶ τῶν ἄλλων νομίμων διέξιμεν, οὐκ ἂν ἔμοιγε κατὰ

νοῦν εἴη, τρόπον δὲ ἄλλον, ὃν ἐμοὶ φαίνεται δεῖν, ἐθέλω

λέγειν περὶ αὐτοῦ τούτου, τῆς μέθης, πειρώμενος ἂν ἄρα

δύνωμαι τὴν περὶ ἁπάντων τῶν τοιούτων ὀρθὴν μέθοδον

(5)ἡμῖν δηλοῦν, ἐπειδὴ καὶ μυρία ἐπὶ μυρίοις ἔθνη περὶ αὐτῶν

ἀμφισβητοῦντα ὑμῖν πόλεσι δυοῖν τῷ λόγῳ διαμάχοιτ’ ἄν.

     {ΜΕ.} Καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων,

639aοὐκ ἀποκνητέον ἀκούειν.

     {ΑΘ.} Σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν,

καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ

τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις

(5)χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ

μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου

ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;

     {ΜΕ.} Καὶ πῶς;

     {ΑΘ.} Χρηστὸς δὲ ἄρχων ἔσθ’ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν

639bτὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντ’ οὖν ναυτιᾷ ἄντε μή, ἢ

πῶς ἂν λέγοιμεν;

     {ΜΕ.} Οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ

πάθος ὃ λέγεις.

(5)     {ΑΘ.} Τί δ’ ἄρχων στρατοπέδων; ἆρ’ ἐὰν τὴν πολεμικὴν

ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς

ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;

     {ΜΕ.} Καὶ πῶς;

     {ΑΘ.} Ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ;

(10)     {ΜΕ.} Παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς

ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν.

639c     {ΑΘ.} Τί δ’ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ

πέφυκέν τε ἄρχων εἶναι μετ’ ἐκείνου τε ὠφέλιμός ἐστιν,

ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτ’ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν

μετ’ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων

(5)συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν

τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι;

     {ΜΕ.} Πῶς δ’ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους

639dὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;

     {ΑΘ.} Ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ

συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;

     {ΜΕ.} Καὶ σφόδρα γε.

(5)     {ΑΘ.} Ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε

ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδε-

πώποτε τὸ παράπαν_οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ

νόμιμον_ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ

προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην

639eμὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δ’

εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθ’ ὡς εἰπεῖν

διημαρτημένα.

     {ΚΛ.} Πῶς δὴ ταῦτα, ὦ ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον·

(5)ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγ-

640aχάνοντες ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ

γιγνόμενον ἐν αὐτοῖς.

     {ΑΘ.} Εἰκὸς λέγεις· ἀλλ’ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν.

τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων

(5)ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι,

μανθάνεις;

     {ΚΛ.} Πῶς γὰρ οὔ;

     {ΑΘ.} Καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ

τὸν ἄρχοντ’ εἶναι.

(10)     {ΚΛ.} Πῶς δ’ οὔ;

     {ΑΘ.} Ὁ μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον

τεθορύβηται.

640b     {ΚΛ.} Καὶ τοῦτο οὕτως.

     {ΑΘ.} Εἰ δ’ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ

θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρ’ οὐ τοῦτ’

ἂν παντὶ τρόπῳ ἐπράττομεν;

(5)     {ΚΛ.} Σφόδρα μὲν οὖν.

     {ΑΘ.} Νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος

ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δ’

ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.

     {ΚΛ.} Ὀρθῶς.

640c     {ΑΘ.} Ἔστιν δέ γε ἡ τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ

μέθης, οὐκ ἀθόρυβος. ἦ γάρ;

     {ΚΛ.} Πῶς γάρ; ἀλλ’ οἶμαι πᾶν τοὐναντίον.

     {ΑΘ.} Οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;

(5)     {ΚΛ.} Τί μήν; ὡς οὐδενί γε πράγματι.

     {ΑΘ.} Πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον

ἄρχοντα ἐκπορίζεσθαι δεῖ;

     {ΚΛ.} Πῶς γὰρ οὔ;

     {ΑΘ.} Καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρό-

(10)νιμον εἶναι δεῖ· γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης

640dφιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ

τὴν τότε συνουσίαν.

     {ΚΛ.} Ἀληθέστατα.

     {ΑΘ.} Οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων

(5)δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων

καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα,

πολλῇ χρῷτ’ ἂν ἀγαθῇ τύχῃ.

     {ΚΛ.} Παμπόλλῃ μὲν οὖν.

     {ΑΘ.} Οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα

(10)τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπι-

640eκαλῶν αὐτῷ τῷ πράγματι, τάχ’ ἂν ὀρθῶς ἴσως μέμφοιτο· εἰ

δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν

λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτ’ αὐτὸ γιγνόμενον

οὐκ ὀρθῶς, εἶθ’ ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν,

(5)δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον. ἢ οὐ

συννοεῖς τοῦθ’, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων

641aἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον,

εἴθ’ ὅτι ποτ’ εἴη τὸ κυβερνώμενον ὑπ’ αὐτοῦ;

     {ΚΛ.} Παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ὦ ξένε· τοὐπὶ

τῷδε δ’ ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ

(5)περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς; οἷον, ὃ

νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη

πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ

641bτἆλλ’ οὕτω· συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα

ἰδιώταις ἢ τῇ πόλει γίγνοιτ’ ἄν;

     {ΑΘ.} Τί δέ; παιδὸς ἑνὸς ἢ καὶ χοροῦ παιδαγωγηθέντος

κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι; ἢ

(5)τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι

τῇ πόλει γίγνοιτ’ ἂν ὄφελος, εἰ δ’ ὅλως ἐρωτᾷς παιδείαν τῶν

παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν

ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντ’ ἂν ἄνδρες ἀγαθοί, γενό-

641cμενοι δὲ τοιοῦτοι τά τε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν

νικῷεν τοὺς πολεμίους μαχόμενοι. παιδεία μὲν οὖν φέρει

καὶ νίκην, νίκη δ’ ἐνίοτε ἀπαιδευσίαν· πολλοὶ γὰρ ὑβριστό-

τεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν δι’

(5)ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν

Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίν

τε καὶ ἔσονται.

     {ΚΛ.} Δοκεῖς ἡμῖν, ὦ φίλε, τὴν ἐν τοῖς οἴνοις κοινὴν

641dδιατριβὴν ὡς εἰς παιδείας μεγάλην μοῖραν τείνουσαν λέγειν,

ἂν ὀρθῶς γίγνηται.

     {ΑΘ.} Τί μήν;

     {ΚΛ.} Ἔχοις ἂν οὖν τὸ μετὰ τοῦτ’ εἰπεῖν ὡς ἔστιν τὸ νῦν

(5)εἰρημένον ἀληθές;

     {ΑΘ.} Τὸ μὲν ἀληθές, ὦ ξένε, διισχυρίζεσθαι ταῦτα οὕτως

ἔχειν, πολλῶν ἀμφισβητούντων, θεοῦ· εἰ δ’ ὅπῃ ἐμοὶ φαίνεται

δεῖ λέγειν, οὐδεὶς φθόνος, ἐπείπερ ὡρμήκαμέν γε τοὺς λόγους

περὶ νόμων καὶ πολιτείας ποιεῖσθαι τὰ νῦν.

(10)     {ΚΛ.} Τοῦτ’ αὐτὸ δὴ πειρώμεθα, τὸ σοὶ δοκοῦν περὶ τῶν

641eνῦν ἀμφισβητουμένων καταμαθεῖν.

     {ΑΘ.} Ἀλλὰ χρὴ ποιεῖν οὕτως, ὑμᾶς τε ἐπὶ τὸ μαθεῖν καὶ

ἐμὲ ἐπὶ τὸ δηλῶσαι πειρώμενον ἁμῶς γέ πως, συντεῖναι,

τὸν λόγον. πρῶτον δέ μου ἀκούσατε τὸ τοιόνδε. τὴν πόλιν

(5)ἅπαντες ἡμῶν Ἕλληνες ὑπολαμβάνουσιν ὡς φιλόλογός τέ ἐστι

καὶ πολύλογος, Λακεδαίμονα δὲ καὶ Κρήτην, τὴν μὲν βραχύ-

λογον, τὴν δὲ πολύνοιαν μᾶλλον ἢ πολυλογίαν ἀσκοῦσαν·

642aσκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ

λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνα-

καθαιρόμενος. τὸ δὲ ἡ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν

δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐδὲ ἱκανὸν

(5)ἐν τοῖς λόγοις ἀπολαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς

πάσης οὐκ ἂν αὖ ποτε δύναιτο· ταῦτα δὲ παμπόλλων ἐστὶν

λόγων. ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ

642bπαρόντι, μετεκβαῖμεν δ’ εἰς ἕτερόν τινα νόμων πέρι λόγον.

     {ΜΕ.} Ὦ ξένε Ἀθηναῖε, οὐκ οἶσθ’ ἴσως ὅτι τυγχάνει

ἡμῶν ἡ ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος. ἴσως μὲν

οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός

(5)εἰσιν πόλεως πρόξενοι, ταύτῃ τις εὔνοια ἐκ νέων εὐθὺς

ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ

οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν· καὶ δὴ καὶ ἐμοὶ νῦν

ταὐτὸν τοῦτο ἐγγέγονεν. ἀκούων γὰρ τῶν παίδων εὐθύς,

642cεἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους,

ὡς "Ἡ πόλις ὑμῶν, ὦ Μέγιλλε," ἔφασαν, "ἡμᾶς οὐ καλῶς

ἢ καλῶς ἔρρεξε" _ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς

αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας,

(5)πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴς

ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων

εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα

λέγεσθαι· μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ

642dἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί. θαρρῶν δὴ ἐμοῦ γε

ἕνεκα λέγοις ἂν τοσαῦτα ὁπόσα σοι φίλον.

     {ΚΛ.} Καὶ μήν, ὦ ξένε, καὶ τὸν παρ’ ἐμοῦ λόγον ἀκούσας

τε καὶ ἀποδεξάμενος, θαρρῶν ὁπόσα βούλει λέγε. τῇδε γὰρ

(5)ἴσως ἀκήκοας ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν

οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον

παρ’ ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίας τε ἐθύσατό

642eτινας ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν

Ἀθηναίων στόλον, εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν

δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον,

παθόντες τε ἢ δράσαντες πλείω κακά. τότ’ οὖν ἐξενώθησαν

(5)ὑμῖν οἱ πρόγονοι ἡμῶν, καὶ εὔνοιαν ἐκ τόσου ἔγωγε ὑμῖν καὶ

643aοἱ ἡμέτεροι ἔχουσιν γονῆς.

     {ΑΘ.} Τὰ μὲν τοίνυν ὑμέτερα ἀκούειν, ὡς ἔοικεν, ἕτοιμ’ ἂν

εἴη· τὰ δ’ ἐμὰ βούλεσθαι μὲν ἕτοιμα, δύνασθαι δὲ οὐ πάνυ

ῥᾴδια, ὅμως δὲ πειρατέον. πρῶτον δὴ οὖν πρὸς τὸν λόγον

(5)ὁρισώμεθα παιδείαν τί ποτ’ ἐστὶν καὶ τίνα δύναμιν ἔχει·

διὰ γὰρ ταύτης φαμὲν ἰτέον εἶναι τὸν προκεχειρισμένον ἐν τῷ

νῦν λόγον ὑφ’ ἡμῶν, μέχριπερ ἂν πρὸς τὸν θεὸν ἀφίκηται.

     {ΚΛ.} Πάνυ μὲν οὖν δρῶμεν ταῦτα, εἴπερ σοί γε ἡδύ.

643b     {ΑΘ.} Λέγοντος τοίνυν ἐμοῦ τί ποτε χρὴ φάναι παιδείαν

εἶναι, σκέψασθε ἂν ἀρέσκῃ τὸ λεχθέν.

     {ΚΛ.} Λέγοις ἄν.

     {ΑΘ.} Λέγω δή, καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλ-

(5)λοντα ἔσεσθαι τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν,

παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις

προσήκουσιν. οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν

ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων

643cοἰκοδομημάτων παίζειν χρή, τὸν δ’ αὖ γεωργοῦντα, καὶ ὄργανα

ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν

τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα

ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν

(5)ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν

τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν

ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ

ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφάλαιον δὴ παιδείας

643dλέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς

ἔρωτα μάλιστα ἄξει τούτου ὃ δεήσει γενόμενον ἄνδρ’ αὐτὸν

τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς· ὁρᾶτε οὖν εἰ μέχρι

τούτου γε, ὅπερ εἶπον, ὑμῖν ἀρέσκει τὸ λεχθέν.

(5)     {ΚΛ.} Πῶς γὰρ οὔ;

     {ΑΘ.} Μὴ τοίνυν μηδ’ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον

γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές θ’ ἑκάστων τὰς

τροφάς, λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά,

643eτὸν δὲ ἀπαίδευτον ἐνίοτε εἴς τε καπηλείας καὶ ναυκληρίας

καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων·

οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικ’, εἶναι παιδείαν ὁ νῦν λόγος

ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν

(5)ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον,

ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. ταύτην

644aτὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται,

νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς

χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχύν, ἢ καὶ πρὸς ἄλλην

τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τ’ εἶναι καὶ

(5)ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.

ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθ’ αὑτοῖς, ἀλλ’ ὁ νυνδὴ

λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευ-

μένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν

644bμηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις

ἀνδράσιν παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δ’

ἐστὶν ἐπανορθοῦσθαι, τοῦτ’ ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ

δύναμιν.

(5)     {ΚΛ.} Ὀρθῶς, καὶ συγχωροῦμεν ἃ λέγεις.

     {ΑΘ.} Καὶ μὴν πάλαι γε συνεχωρήσαμεν ὡς ἀγαθῶν μὲν

ὄντων τῶν δυναμένων ἄρχειν αὑτῶν, κακῶν δὲ τῶν μή.

     {ΚΛ.} Λέγεις ὀρθότατα.

     {ΑΘ.} Σαφέστερον ἔτι τοίνυν ἀναλάβωμεν τοῦτ’ αὐτὸ ὅτι

644cποτὲ λέγομεν. καί μοι δι’ εἰκόνος ἀποδέξασθε ἐάν πως

δυνατὸς ὑμῖν γένωμαι δηλῶσαι τὸ τοιοῦτον.

     {ΚΛ.} Λέγε μόνον.

     {ΑΘ.} Οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

(5)     {ΚΛ.} Ναί.

     {ΑΘ.} Δύο δὲ κεκτημένον ἐν αὑτῷ συμβούλω ἐναντίω τε

καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;

     {ΚΛ.} Ἔστι ταῦτα.

     {ΑΘ.} Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν

(10)κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δέ, φόβος μὲν ἡ πρὸ λύπης

644dἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου· ἐπὶ δὲ πᾶσι τούτοις

λογισμὸς ὅτι ποτ’ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος

δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.

     {ΚΛ.} Μόγις μέν πως ἐφέπομαι, λέγε μὴν τὸ μετὰ ταῦτα

(5)ὡς ἑπομένου.

     {ΜΕ.} Καὶ ἐν ἐμοὶ μὴν ταὐτὸν τοῦτο πάθος ἔνι.

     {ΑΘ.} Περὶ δὴ τούτων διανοηθῶμεν οὑτωσί. θαῦμα μὲν

ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον

ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός· οὐ γὰρ δὴ τοῦτό

644eγε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν

οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσίν τε ἡμᾶς καὶ

ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας πράξεις,

οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ

(5)λόγος δεῖν τῶν ἕλξεων συνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπό-

μενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην

645aδ’ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς

πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ

σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας

παντοδαποῖς εἴδεσιν ὁμοίας. δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ

(5)τῇ τοῦ νόμου ἀεὶ συλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ

μὲν ὄντος, πρᾴου δὲ καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν

ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα

645bγένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν ὁ μῦθος

ἀρετῆς σεσωμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω

εἶναι τρόπον τινὰ φανερὸν ἂν γίγνοιτο μᾶλλον ὃ νοεῖ, καὶ

ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν

(5)ἑαυτῷ περὶ τῶν ἕλξεων τούτων, τούτῳ ἑπόμενον δεῖ ζῆν,

πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρὰ τούτου τοῦ γνόντος

ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν

καὶ ταῖς ἄλλαις πόλεσιν. οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ

645cσαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη· ἐναργεστέρου δ’

αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως

ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις

διατριβῆς, ὃ δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ

(5)λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχ’ ἂν ἴσως τοῦ μήκους

γ’ αὐτῶν οὐκ ἀπάξιον.

     {ΚΛ.} Εὖ λέγεις, καὶ περαίνωμεν ὅτιπερ ἂν τῆς γε νῦν

διατριβῆς ἄξιον γίγνηται.

645d     {ΑΘ.} Λέγε δή· προσφέροντες τῷ θαύματι τούτῳ τὴν μέθην,

ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα;

     {ΚΛ.} Πρὸς τί δὲ σκοπούμενος αὐτὸ ἐπανερωτᾷς;

     {ΑΘ.} Οὐδέν πω πρὸς ὅτι, τοῦτο δὲ ὅλως κοινωνῆσαν τούτῳ

(5)ποῖόν τι συμπίπτει γίγνεσθαι. ἔτι δὲ σαφέστερον ὃ βούλομαι

πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε· ἆρα σφοδρο-

τέρας τὰς ἡδονὰς καὶ λύπας καὶ θυμοὺς καὶ ἔρωτας ἡ τῶν

οἴνων πόσις ἐπιτείνει;

     {ΚΛ.} Πολύ γε.

645e     {ΑΘ.} Τί δ’ αὖ τὰς αἰσθήσεις καὶ μνήμας καὶ δόξας καὶ φρο-

νήσεις; πότερον ὡσαύτως σφοδροτέρας; ἢ πάμπαν ἀπολείπει

ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται;

     {ΚΛ.} Ναί, πάμπαν ἀπολείπει.

(5)     {ΑΘ.} Οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ

τότε ὅτε νέος ἦν παῖς;

     {ΚΛ.} Τί μήν;

     {ΑΘ.} Ἥκιστα δὴ τότ’ ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.

646a     {ΚΛ.} Ἥκιστα.

     {ΑΘ.} Ἆρ’ οὖν πονηρότατος, φαμέν, ὁ τοιοῦτος;

     {ΚΛ.} Πολύ γε.

     {ΑΘ.} Οὐ μόνον ἄρ’, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γίγνοιτ’

(5)ἄν, ἀλλὰ καὶ ὁ μεθυσθείς.

     {ΚΛ.} Ἄριστα εἶπες, ὦ ξένε.

     {ΑΘ.} Τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθ’ ὅστις λόγος ἐπι-

χειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ

σθένει κατὰ τὸ δυνατόν;

(10)     {ΚΛ.} Ἔοικ’ εἶναι· σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ

λέγειν.

646b     {ΑΘ.} Ἀληθῆ μέντοι μνημονεύεις· καὶ νῦν γ’ εἴμ’

ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον

ἀκούειν.

     {ΚΛ.} Πῶς δ’ οὐκ ἀκουσόμεθα; κἂν εἰ μηδενὸς ἄλλου

(5)χάριν, ἀλλὰ τοῦ θαυμαστοῦ τε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα

ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν.

     {ΑΘ.} Ψυχῆς λέγεις· ἦ γάρ;

     {ΚΛ.} Ναί.

     {ΑΘ.} Τί δέ; σώματος, ὦ ἑταῖρε, εἰς πονηρίαν, λεπτότητά

(10)τε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις

646cἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται;

     {ΚΛ.} Πῶς γὰρ οὔ;

     {ΑΘ.} Τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ

φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετ’ ὀλίγον ὕστερον καὶ

(5)ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διὰ

τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο; ἢ τοὺς ἐπὶ τὰ

γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ

παραχρῆμα γίγνονται;

     {ΚΛ.} Πάντα ταῦτα ἴσμεν.

(10)     {ΑΘ.} Καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες

πορεύονται;

646d     {ΚΛ.} Κάλλιστα.

     {ΑΘ.} Οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι

διανοεῖσθαι τὸν αὐτὸν τρόπον;

     {ΚΛ.} Πάνυ γε.

(5)     {ΑΘ.} Καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως

διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι.

     {ΚΛ.} Πῶς δ’ οὔ;

     {ΑΘ.} Ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν

τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ

(10)τῷ τὴν μὲν μετ’ ἀλγηδόνων εἶναι, τὴν δὲ μή.

646e     {ΚΛ.} Ὀρθῶς λέγεις, θαυμάζοιμι δ’ ἂν εἴ τι δυναίμεθα

τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν.

     {ΑΘ.} Τοῦτ’ αὐτὸ δὴ νῦν, ὡς ἔοιχ’, ἡμῖν ἤδη πειρατέον

φράζειν. καί μοι λέγε· δύο φόβων εἴδη σχεδὸν ἐναντία

(5)δυνάμεθα κατανοῆσαι;

     {ΚΛ.} Ποῖα δή;

     {ΑΘ.} Τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προς-

δοκῶντες γενήσεσθαι.

     {ΚΛ.} Ναί.

(10)     {ΑΘ.} Φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξά-

ζεσθαι κακοί, πράττοντες ἢ λέγοντές τι τῶν μὴ καλῶν· ὃν

647aδὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες,

αἰσχύνην.

     {ΚΛ.} Τί δ’ οὔ;

     {ΑΘ.} Τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ὁ ἕτερος ἐναν-

(5)τίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος

δ’ ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.

     {ΚΛ.} Ὀρθότατα λέγεις.

     {ΑΘ.} Ἆρ’ οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν

ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν

(10)αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει

647bκαὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν;

     {ΚΛ.} Ὀρθῶς λέγεις.

     {ΑΘ.} Οὐκοῦν τά τ’ ἄλλα πολλὰ καὶ μεγάλα ὁ φόβος ἡμᾶς

οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν

(5)πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν

ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων,

φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς.

     {ΚΛ.} Ἔστι ταῦτα.

     {ΑΘ.} Ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν

647cἕκαστον· ὧν δ’ ἑκάτερον ἕνεκα, διῃρήμεθα.

     {ΚΛ.} Πάνυ μὲν οὖν.

     {ΑΘ.} Καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν

φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου,

(5)τοιοῦτον ἀπεργαζόμεθα.

     {ΚΛ.} Φαινόμεθα.

     {ΑΘ.} Τί δ’ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ

δίκης; ἆρ’ οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προς-

γυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς

(10)ἡδοναῖς; ἢ τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ

647dνικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν,

ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων

ὁστισοῦν οὐδ’ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων

δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προ-

(5)τρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ

νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς

καὶ ἐν σπουδαῖς, ἀλλ’ ἀπαθὴς ὢν πάντων τῶν τοιούτων;

     {ΚΛ.} Οὔκουν τόν γ’ εἰκότα λόγον ἂν ἔχοι.

647e     {ΑΘ.} Τί οὖν; φόβου φάρμακον ἔσθ’ ὅστις θεὸς ἔδωκεν

ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ,

τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθ’ ἑκάστην πόσιν δυστυχῆ

γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ

648aπάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον

ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα

πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι.

     {ΚΛ.} Καὶ τί τοιοῦτον φαῖμεν ἄν, ὦ ξένε, ἐν ἀνθρώποις

(5)γεγονέναι πῶμα;

     {ΑΘ.} Οὐδέν· εἰ δ’ οὖν ἐγένετό ποθεν, ἔσθ’ ὅτι πρὸς

ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ

αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· Φέρε, ὦ

νομοθέτα, εἴτε Κρησὶν εἴθ’ οἱστισινοῦν νομοθετεῖς, πρῶτον

648bμὲν τῶν πολιτῶν ἆρ’ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι

λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας;

     {ΚΛ.} Φαίη που πᾶς ἂν δῆλον ὅτι.

     {ΑΘ.} Τί δέ; μετ’ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων

(5)ἢ μετὰ τῶν ἐναντίων;

     {ΚΛ.} Καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς.

     {ΑΘ.} Χρῷο δ’ ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ

ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γί-

648cγνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ

ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ

τάττοις ἐν πᾶσιν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως

ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; ἢ τὸ

(5)παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι;

     {ΚΛ.} Καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε;

     {ΑΘ.} Γυμνασία γοῦν, ὦ φίλε, παρὰ τὰ νῦν θαυμαστὴ

ῥᾳστώνης ἂν εἴη καθ’ ἕνα καὶ κατ’ ὀλίγους καὶ καθ’ ὁπόσους

648dτις ἀεὶ βούλοιτο· καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς

αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος

ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα

μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν

(5)τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς

παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμνα-

ζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ

648eδιαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπ’ ἀσχη-

μοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδ’ ἀλλοιοῦσθαι δι’

ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν

ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ

(5)πώματος.

     {ΚΛ.} Ναί· σωφρονοῖ γὰρ [ἄν], ὦ ξένε, καὶ ὁ τοιοῦτος

οὕτω πράττων.

649a     {ΑΘ.} Πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε· Εἶεν,

ὦ νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν

ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα_

τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω_τῆς δὲ ἀφοβίας καὶ

(5)τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως ἃ μὴ χρή, πότερον ἔστιν

πῶμα, ἢ πῶς λέγομεν;

     {ΚΛ.} Ἔστιν, φήσει που, τὸν οἶνον φράζων.

     {ΑΘ.} Ἦ καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ;

πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτοῦ ποιεῖ πρῶτον ἵλεων εὐθὺς

649bμᾶλλον ἢ πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται,

τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως

εἰς δόξαν; καὶ τελευτῶν δὴ πάσης ὁ τοιοῦτος παρρησίας

ὡς σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας,

(5)ὥστε εἰπεῖν τε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι; πᾶς

ἡμῖν, οἶμαι, ταῦτ’ ἂν συγχωροῖ.

     {ΚΛ.} Τί μήν;

     {ΑΘ.} Ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύ’ ἔφαμεν ἡμῶν ἐν

ταῖς ψυχαῖς δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα

649cθαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα.

     {ΚΛ.} Ἃ τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα.

     {ΑΘ.} Καλῶς μνημονεύετε. ἐπειδὴ δὲ τήν τε ἀνδρείαν

καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκε-

(5)πτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον

ἂν εἴη.

     {ΚΛ.} Τό γ’ οὖν εἰκός.

     {ΑΘ.} Ἃ παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοι

τ’ εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικ’, εἴη τὸ

(10)μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντους τε καὶ θρασύτητος

649dγέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν

ἢ πάσχειν ἢ καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν.

     {ΚΛ.} Ἔοικεν.

     {ΑΘ.} Οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι,

(5)θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι

τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθ’ ὅσα δι’ ἡδονῆς

αὖ μεθύσκοντα παράφρονας ποιεῖ; τούτων δὲ εὐτελῆ τε καὶ

ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα

εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα

649eἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν

μετ’ εὐλαβείας γίγνηται; σκοπῶμεν γὰρ δή· δυσκόλου ψυχῆς

καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα

εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ

650aαὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διο-

νύσου θεωρίας; ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς

βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ

ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες,

(5)ἦθος ψυχῆς θεάσασθαι; καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε

ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ

μισθοῦ ζημιώδους θεωρεῖν. καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί

650bγε τούτων οὔτ’ ἂν Κρῆτας οὔτ’ ἄλλους ἀνθρώπους οὐδένας

οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράν τε ἀλλήλων ἐπιεικῆ

ταύτην εἶναι, τό τε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους

διαφέρειν πρὸς τὰς ἄλλας βασάνους.

(5)     {ΚΛ.} Ἀληθὲς τοῦτό γε.

     {ΑΘ.} Τοῦτο μὲν ἄρ’ ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ

γνῶναι τὰς φύσεις τε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ

ἧς ἐστιν ταῦτα θεραπεύειν· ἔστιν δέ που, φαμέν, ὡς οἶμαι,

πολιτικῆς. ἦ γάρ;

(10)     {ΚΛ.} Πάνυ μὲν οὖν.