Платоновское философское общество | |
![]() |
ἘΠΙΣΤΟΛΗ
359c5Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.
(6) Τὰ μὲν παρὰ σοῦ ἐλθόνθ’ ὑπομνήματα θαυμαστῶς ὡς 359dἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων τῶν πάλαι προγόνων· λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μύριοι εἶναι_οὗτοι δ’ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξανα- (5)στάντων Τρώων_ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρ’ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέ- 359eσταλκά σοι· περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστ’ οὐδὲν δεῖ παρακελεύεσθαι. [ἀντιλέγεται ὡς οὐ Πλάτωνος.] |