Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΠΛΑΤΩΝΟΣ ΝΟΘΕΥΟΜΕΝΟΙ

ΠΕΡΙ ἈΡΕΤΗΣ

376a     Ἆρα διδακτόν ἐστιν ἡ ἀρετή; ἢ οὐ διδακτόν, ἀλλὰ φύσει

οἱ ἀγαθοὶ γίγνονται ἄνδρες, ἢ ἄλλῳ τινὶ τρόπῳ; — Οὐκ ἔχω

376bεἰπεῖν ἐν τῷ παρόντι, ὦ Σώκρατες. — Ἀλλὰ ὧδε σκεψώμεθα

αὐτό. φέρε, εἴ τις βούλοιτο ταύτην τὴν ἀρετὴν γενέσθαι

ἀγαθὸς ἣν ἀγαθοί εἰσιν οἱ σοφοὶ μάγειροι, πόθεν ἂν γένοιτο;

— Δῆλον ὅτι εἰ παρὰ τῶν ἀγαθῶν μαγείρων μάθοι. — Τί δέ;

(5)εἰ βούλοιτο ἀγαθὸς γίγνεσθαι ἰατρός, παρὰ τίνα ἂν ἐλθὼν

γένοιτο ἀγαθὸς ἰατρός; — Δῆλον δὴ ὅτι παρὰ τῶν ἀγαθῶν

τινὰ ἰατρῶν. — Εἰ δὲ ταύτην τὴν ἀρετὴν ἀγαθὸς βούλοιτο

376cγενέσθαι ἥνπερ οἱ σοφοὶ τέκτονες; — Παρὰ τῶν τεκτόνων.

— Εἰ δὲ ταύτην τὴν ἀρετὴν βουληθείη ἀγαθὸς γενέσθαι ἥνπερ

οἱ ἄνδρες οἱ ἀγαθοί τε καὶ σοφοί, ποῖ χρὴ ἐλθόντα μαθεῖν;

— Οἶμαι μὲν καὶ ταύτην, εἴπερ μαθητός ἐστι, παρὰ τῶν

(5)ἀνδρῶν τῶν ἀγαθῶν· πόθεν γὰρ ἄλλοθεν; — Φέρε δή, τίνες

ἡμῖν ἄνδρες ἀγαθοὶ γεγόνασιν; ἵνα σκεψώμεθα εἰ οὗτοί

εἰσιν οἱ τοὺς ἀγαθοὺς ποιοῦντες. — Θουκυδίδης καὶ Θεμι-

στοκλῆς καὶ Ἀριστείδης καὶ Περικλῆς. — Τούτων οὖν ἑκάστου

376dἔχομεν διδάσκαλον εἰπεῖν; — Οὐκ ἔχομεν· οὐ γὰρ λέγεται.

— Τί δέ; μαθητὴν ἢ τῶν ξένων τινὰ ἢ τῶν πολιτῶν ἢ ἄλλον,

ἐλεύθερον ἢ δοῦλον, ὅστις αἰτίαν ἔχει διὰ τὴν τούτων ὁμι-

λίαν σοφός τε καὶ ἀγαθὸς γεγονέναι; — Οὐδὲ τοῦτο λέγεται.

(5)— Ἀλλ’ ἆρα μὴ ἐφθόνουν μεταδιδόναι τῆς ἀρετῆς τοῖς ἄλλοις

ἀνθρώποις; — Τάχα. — Ἆρα ἵνα μὴ ἀντίτεχνοι αὐτοῖς γί-

γνοιντο, ὥσπερ οἱ μάγειροί τε καὶ ἰατροὶ καὶ τέκτονες

φθονοῦσιν; οὐ γὰρ λυσιτελεῖ αὐτοῖς πολλοὺς ἀντιτέχνους

γίγνεσθαι οὐδὲ οἰκεῖν ἐν πολλοῖς αὐτοῖς ὁμοίοις. ἆρ’ οὖν

(10)οὕτω καὶ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς οὐ λυσιτελεῖ ἐν ὁμοίοις

αὐτοῖς οἰκεῖν; — Ἴσως. — Εἰσὶν δὲ οἱ αὐτοὶ οὐχὶ ἀγαθοί τε καὶ

δίκαιοι; — Ναί. — Ἔστιν οὖν ὅτῳ λυσιτελεῖ μὴ ἐν ἀγαθοῖς

οἰκεῖν ἀνδράσιν ἀλλ’ ἐν κακοῖς; — Οὐκ ἔχω εἰπεῖν. — Ἆρ’ οὖν

οὐδὲ τοῦτ’ ἔχεις εἰπεῖν, πότερον ἔργον ἐστὶν τῶν μὲν ἀγαθῶν

(15)βλάπτειν, τῶν δὲ κακῶν ὠφελεῖν, ἢ τοὐναντίον; — Τοὐ-

377aναντίον. — Οἱ μὲν ἀγαθοὶ ἄρα ὠφελοῦσιν, οἱ δὲ κακοὶ βλά-

πτουσιν; — Ναί. — Ἔστιν οὖν ὅστις βούλεται βλάπτεσθαι

μᾶλλον ἢ ὠφελεῖσθαι; — Οὐ πάνυ. — Οὐδεὶς ἄρα βούλεται ἐν

πονηροῖς οἰκεῖν μᾶλλον ἢ ἐν χρηστοῖς. — Οὕτως. — Οὐδεὶς ἄρα

(5)φθονεῖ τῶν ἀγαθῶν ἀνδρῶν ἄλλῳ, ὥστε ἀγαθὸν καὶ ὅμοιον ἑαυτῷ

ποιῆσαι. — Οὔκουν φαίνεταί γε δὴ ἐκ τοῦ λόγου. — Ἀκήκοας

οὖν ὅτι Θεμιστοκλεῖ Κλεόφαντος ὑὸς ἐγένετο; — Ἀκήκοα.

— Οὐκοῦν δῆλον ὅτι οὐδὲ τῷ ὑεῖ ἐφθόνει ὡς βελτίστῳ γενέ-

377bσθαι ὁ Θεμιστοκλῆς, ὅς γε ἄλλῳ οὐδενί, εἴπερ ἦν ἀγαθός;

ἦν δέ, ὥς φαμεν. — Ναί. — Οἶσθα οὖν ὅτι Θεμιστοκλῆς τὸν ὑὸν

ἱππέα μὲν ἐδιδάξατο σοφὸν εἶναι καὶ ἀγαθόν_ἐπέμενε γοῦν

ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων

(5)ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμάσια εἰργάζετο_καὶ ἄλλα

πολλὰ ἐδίδαξεν καὶ ἐποίησεν σοφόν, ὅσα διδασκάλων ἀγαθῶν

εἴχετο. ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων; — Ἀκήκοα.

377c— Οὐκ ἄρα τὴν φύσιν γέ τις τοῦ ὑοῦ αὐτοῦ αἰτιάσαιτ’ ἂν

κακὴν εἶναι. — Οὐκ ἂν οὖν δικαίως γε ἐξ ὧν σὺ λέγεις. — Τί

δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ὑὸς ἀνὴρ ἀγαθὸς

καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ ἦν σοφός, ἤδη τοῦτο

(5)ἤκουσας ἢ νεωτέρου ἢ πρεσβυτέρου; — Οὐκ ἤκουσα. — Ἆρ’

οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν ἑαυτοῦ ὑὸν

παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, μηδὲν βελτίω

377dαὐτὸν ποιῆσαι τῶν γειτόνων μηδενός, εἴπερ διδακτὸν ἦν ἡ

ἀρετή; — Οὔκουν εἰκός γε. — Οὗτος μὲν δή σοι τοιοῦτος δι-

δάσκαλος ἀρετῆς, ὃν ὑπεῖπες· ἄλλον δὲ δὴ σκεψώμεθα,

Ἀριστείδην, ὃς ἔθρεψεν μὲν τὸν Λυσίμαχον, ἐπαίδευσε δὲ

(5)κάλλιστα Ἀθηναίων ὅσα διδασκάλων εἴχετο, ἄνδρα δὲ οὐ-

δενὸς βελτίω ἐποίησεν· τοῦτον γὰρ καὶ σὺ καὶ ἐγὼ εἴδομεν

καὶ συνεγενόμεθα. — Ναί. — Οἶσθα οὖν ὅτι Περικλῆς αὖ

ἔθρεψεν ὑεῖς Πάραλον καὶ Ξάνθιππον, ὧν καὶ σύ μοι δοκεῖς

377eτοῦ ἑτέρου ἐρασθῆναι. τούτους μέντοι, ὡς καὶ σὺ οἶσθα,

ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μου-

σικὴν καὶ τὴν ἄλλην ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα

τέχνῃ διδάσκονται, οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας

(5)οὐκ ἐβούλετο ποιῆσαι; — Ἀλλ’ ἴσως ἂν ἐγένοντο, ὦ Σώκρατες,

εἰ μὴ νέοι ὄντες ἐτελεύτησαν. — Σὺ μὲν εἰκότως βοηθεῖς τοῖς

παιδικοῖς, Περικλῆς δὲ ἐκείνους, εἴπερ διδακτὸν ἦν ἀρετὴ

καὶ οἷός τ’ ἦν ἀγαθοὺς ποιῆσαι, πολὺ πρότερον ἂν τὴν

αὑτοῦ ἀρετὴν σοφοὺς ἐποίησεν ἢ μουσικὴν καὶ ἀγωνίαν.

378aἀλλὰ μὴ οὐκ ᾖ διδακτόν, ἐπεὶ Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν,

Μελησίαν καὶ Στέφανον, ὑπὲρ ὧν σὺ οὐκ ἂν ἔχοις εἰπεῖν

ἅπερ ὑπὲρ τῶν Περικλέους ὑῶν· τούτων γὰρ δὴ καὶ σὺ

οἶσθα τόν γ’ ἕτερον μέχρι γήρως βιοῦντα, τὸν δ’ ἕτερον

(5)πόρρω πάνυ. καὶ μὴν καὶ τούτω ὁ πατὴρ ἐπαίδευσεν τά τε

ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων· τὸν μὲν γὰρ

Ξανθίᾳ ἔδωκεν, τὸν δὲ Εὐδώρῳ, οὗτοι δέ που ἐδόκουν κάλ-

λιστα τῶν τότε παλαίειν. — Ναί. — Οὐκοῦν δῆλον ὅτι οὗτος

378bοὐκ ἄν ποτε οἷ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν

ἐδίδαξεν τοὺς παῖδας τοὺς ἑαυτοῦ, οἷ δ’ οὐδὲν ἔδει ἀναλώ-

σαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, τοῦτο δὲ οὐκ ἂν ἐδίδαξεν,

εἰ διδακτὸν ἦν; — Εἰκός γε. — Ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης

(5)φαῦλος ἦν, καὶ οὐχὶ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων

καὶ τῶν συμμάχων. καὶ οἰκίας ἦν μεγάλης καὶ ἐδύνατο

μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστ’ εἴπερ

378cἦν τοῦτο διδακτόν, ἐξηῦρεν ἂν ὅστις αὐτοῦ ἔμελλεν τοὺς ὑεῖς

ἀγαθοὺς ποιήσειν ἢ τῶν ἐπιχωρίων ἢ τῶν ξένων, εἰ αὐτὸς

μὴ ἐσχόλαζε διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ,

ὦ ἑταῖρε, μὴ οὐκ ᾖ διδακτὸν ἡ ἀρετή. — Οὔκ, ἴσως. — Ἀλλὰ

(5)δὴ εἰ μὴ διδακτόν ἐστιν, ἆρα φύσει φύονται οἱ ἀγαθοί; καὶ

τοῦτο τῇδέ πῃ σκοποῦντες ἴσως ἂν εὕροιμεν. φέρε γάρ·

εἰσὶν ἡμῖν φύσεις ἵππων ἀγαθῶν; — Εἰσίν. — Οὐκοῦν εἰσίν

378dτινες ἄνθρωποι τέχνην ἔχοντες ᾗ τὰς τῶν ἵππων τῶν ἀγαθῶν

φύσεις γιγνώσκουσιν, καὶ κατὰ τὸ σῶμα πρὸς δρόμον, καὶ

κατὰ τὴν ψυχήν, οἵτινές τε θυμοειδεῖς καὶ ἄθυμοι; — Ναί.

— Τίς οὖν αὕτη ἡ τέχνη ἐστίν; τί ὄνομα αὐτῇ; — Ἱππική. —

(5)Οὐκοῦν καὶ περὶ τοὺς κύνας ὡσαύτως ἔστιν τις τέχνη ᾗ τὰς

ἀγαθὰς καὶ τὰς κακὰς φύσεις τῶν κυνῶν διακρίνουσιν; —

Ἔστι. — Τίς αὕτη; — Ἡ κυνηγετική. — Ἀλλὰ μὴν καὶ περὶ

τὸ χρυσίον καὶ τὸ ἀργύριον εἰσὶν ἡμῖν δοκιμασταί, οἵτινες

378eὁρῶντες κρίνουσιν τό τε βέλτιον καὶ τὸ χεῖρον; — Εἰσίν. —

Τίνας οὖν τούτους καλεῖς; — Ἀργυρογνώμονας. — Καὶ μὴν οἱ

παιδοτρίβαι γιγνώσκουσι σκοπούμενοι τὰς φύσεις τὰς τῶν

σωμάτων τῶν ἀνθρώπων ὁποῖαί τε χρησταὶ καὶ ὁποῖαι μὴ

(5)πρὸς ἑκάστους τῶν πόνων, καὶ τῶν πρεσβυτέρων καὶ νέων

ὅσα μέλλει τῶν σωμάτων ἄξια λόγου ἔσεσθαι καὶ ἐν οἷς

ἐλπίς ἐστι πολλὴ τὰ ἔργα, ὅσα σώματος ἔχεται, εὖ ἀπεργά-

σασθαι. — Ἔστι ταῦτα. — Πότερον οὖν σπουδαιότερόν ἐστιν

ταῖς πόλεσιν ἵπποι καὶ κύνες ἀγαθοὶ καὶ τἆλλα τὰ τοιαῦτα,

379aἢ ἄνδρες ἀγαθοί; — Ἄνδρες ἀγαθοί. — Τί οὖν; οἴει ἄν, εἴπερ

ἦσαν φύσεις ἀγαθαὶ πρὸς ἀρετὴν ἀνθρώπων, οὐκ ἂν πάντα

μεμηχανῆσθαι τοὺς ἀνθρώπους ὥστε διαγιγνώσκειν αὐτάς;

— Εἰκός γε. — Ἔχεις οὖν τινα εἰπεῖν τέχνην ἥτις ἐστὶν ἐπὶ

(5)ταῖς φύσεσιν ταῖς τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἀποδεδειγμένη,

ὥστε δύνασθαι αὐτὰς κρίνειν; — Οὐκ ἔχω. — Καὶ μὲν δὴ

πλείστου ἂν ἦν ἀξία καὶ οἱ ἔχοντες αὐτήν· οὗτοι γὰρ ἂν

ἡμῖν ἀπέφαινον τῶν νέων τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι

379bἔτι παῖδας ὄντας, οὓς ἂν ἡμεῖς παραλαβόντες ἐφυλάττομεν

ἐν ἀκροπόλει δημοσίᾳ, ὥσπερ τὸ ἀργύριον, καὶ μᾶλλόν τι,

ἵνα μή τι φλαῦρον ἡμῖν πάθοιεν μήτε ἐν μάχῃ μήτε ἐν

ἄλλῳ μηδενὶ κινδύνῳ, ἀλλ’ ἀπέκειντο τῇ πόλει σωτῆρές τε

(5)καὶ εὐεργέται, ἐπειδή γε εἰς τὴν ἡλικίαν ἀφίκοντο. ἀλλὰ

γὰρ κινδυνεύει οὔτε φύσει οὔτε μαθήσει ἡ ἀρετὴ τοῖς ἀνθρώ-

ποις παραγίγνεσθαι. — Πῶς οὖν ἂν ὦ Σώκρατές σοι δοκοῦσιν

379cγίγνεσθαι, εἰ μήτε φύσει μήτε μαθήσει γίγνονται; τίν’ ἄλλον

τρόπον γίγνοιντ’ ἂν οἱ ἀγαθοί; — Οἶμαι μὲν οὐκ ἂν ῥᾳδίως

αὐτὸ δηλωθῆναι, τοπάζω μέντοι θεῖόν τι μάλιστα εἶναι τὸ

κτῆμα καὶ γίγνεσθαι τοὺς ἀγαθοὺς ὥσπερ οἱ θεῖοι τῶν

(5)μάντεων καὶ οἱ χρησμολόγοι. οὗτοι γὰρ οὔτε φύσει τοιοῦτοι

γίγνονται οὔτε τέχνῃ, ἀλλ’ ἐπιπνοίᾳ ἐκ τῶν θεῶν γιγνό-

μενοι τοιοῦτοί εἰσιν. οὕτω δὲ καὶ οἱ ἄνδρες οἱ ἀγαθοὶ

λέγουσι ταῖς πόλεσιν ἑκάστοτε τὰ ἀποβησόμενα καὶ τὰ

379dμέλλοντα ἔσεσθαι ἐκ θεοῦ ἐπιπνοίας πολὺ μᾶλλον καὶ

ἐναργέστερον ἢ οἱ χρησμῳδοί. λέγουσιν δέ που καὶ αἱ

γυναῖκες ὅτι Θεῖος ἀνὴρ οὗτός ἐστι· καὶ Λακεδαιμόνιοι ὅταν

τινὰ μεγαλοπρεπῶς ἐπαινῶσιν, θεῖον ἄνδρα φασὶν εἶναι.

(5)πολλαχοῦ δὲ καὶ Ὅμηρος τῷ αὐτῷ τούτῳ καταχρῆται καὶ

οἱ ἄλλοι ποιηταί. καὶ ὅταν βούληται θεὸς εὖ πρᾶξαι πόλιν,

ἄνδρας ἀγαθοὺς ἐνεποίησεν· ὅταν δὲ μέλλῃ κακῶς πράξειν

πόλις, ἐξεῖλε τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκ ταύτης τῆς

πόλεως ὁ θεός. οὕτως ἔοικεν οὔτε διδακτὸν εἶναι οὔτε φύσει

(10)ἀρετή, ἀλλὰ θείᾳ μοίρᾳ παραγίγνεται κτωμένοις.